Humanitext Reader

亚里士多德 · 尤德谟伦理学 §1.6-1.7

探究的方法与作为可行最高善的幸福

第 5 段,共 53 段 · 希腊语

内容简介

亚里士多德探讨了研究的方法论,指出应该以现象为证据,通过论证来寻求确信。他还将幸福规定为人类可行之善(包括目的和手段)中最优秀的一种。

§1.6πειρατέον δὲ περὶ πάντων τούτων ζητεῖν τὴν πίστιν διὰ τῶν λόγων, μαρτυρίοις καὶ παραδείγμασι χρώμενον τοῖς φαινομένοις.
但是,我们应当尝试关于所有这些事情通过论证来寻求确信,并使用显现的现象作为证据和范例。
κράτιστον μὲν γὰρ πάντας ἀνθρώπους φαίνεσθαι συνομολογοῦντας τοῖς ῥηθησομένοις, εἰ δὲ μή, τρόπον γέ τινα πάντας, ὅπερ μεταβιβαζόμενοι ποιήσουσιν· ἔχει γὰρ ἕκαστος οἰκεῖόν τι πρὸς τὴν ἀλήθειαν, ἐξ ὧν ἀναγκαῖον δεικνύναι πως περὶ αὐτῶν· ἐκ γὰρ τῶν ἀληθῶς μὲν λεγομένων οὐ σαφῶς δέ, προϊοῦσιν ἔσται καὶ τὸ σαφῶς, μεταλαμβάνουσιν ἀεὶ τὰ γνωριμώτερα τῶν εἰωθότων λέγεσθαι συγκεχυμένως.
因为,最理想的是所有人似乎都同意即将被说的话,如果不能,至少在某种方式上所有人(都同意),他们将在被转化思想的过程中做到这一点;因为每个人对于真理都有其自身的某种天赋,从这些出发,有必要以某种方式对它们进行展示;因为,从那些说得真实但不清晰的话出发,随着不断前进,通过总是用那些比习惯上被混乱地谈论的事物更容易理解的事物来进行替换,清晰性也将会被获得。
διαφέρουσι δʼ οἱ λόγοι περὶ ἑκάστην μέθοδον, οἵ τε φιλοσόφως λεγόμενοι καὶ μὴ φιλοσόφως.
然而,在每种研究方法中,论证都各不相同,无论是那些以哲学方式谈论的,还是非哲学方式的。
διόπερ καὶ τῶν πολιτικῶν οὐ χρὴ νομίζειν περίεργον εἶναι τὴν τοιαύτην θεωρίαν, διʼ ἧς οὐ μόνον τὸ τί φανερόν, ἀλλὰ καὶ τὸ διὰ τί.
因此,即使对于政治家们来说,也不应认为这种考察是多余的,通过它不仅“是什么”变得明显,而且“为什么”也变得明显。
φιλόσοφον γὰρ τὸ τοιοῦτον περὶ ἑκάστην μέθοδον.
因为这正是每种方法中的哲学特征。
δεῖται μέντοι τοῦτο πολλῆς εὐλαβείας.
然而,这确实需要极大的谨慎。
εἰσὶ γάρ τινες οἳ διὰ τὸ δοκεῖν φιλοσόφου εἶναι τὸ μηθὲν εἰκῇ λέγειν ἀλλὰ μετὰ λόγου, πολλάκις λανθάνουσι λέγοντες ἀλλοτρίους λόγους τῆς πραγματείας καὶ κενούς.
因为有些人,由于在他们看来,不随意说话而是带着论据说话才是哲学家的特征,因而常常在不经意间,说出一些与主题无关且空洞的论证。
τοῦτο δὲ ποιοῦσιν ὁτὲ μὲν διʼ ἄγνοιαν, ὁτὲ δὲ διʼ ἀλαζονείαν, ὑφʼ ὧν ἁλίσκεσθαι συμβαίνει καὶ τοὺς ἐμπείρους καὶ δυναμένους πράττειν ὑπὸ τούτων τῶν μήτʼ ἐχόντων μήτε δυναμένων διάνοιαν ἀρχιτεκτονικὴν ἢ πρακτικήν.
他们这样做,有时是因为无知,有时是因为虚饰,由于这些空洞的论证,甚至连那些有经验且有行动能力的人,也会被迫被那些既无统领性或实践性思维、也无此种能力的人所俘获(欺骗)。
πάσχουσι δὲ τοῦτο διʼ ἀπαιδευσίαν· ἀπαιδευσία γάρ ἐστι περὶ ἕκαστον πρᾶγμα τὸ μὴ δύνασθαι κρίνειν τούς τʼ οἰκείους λόγους τοῦ πράγματος καὶ τοὺς ἀλλοτρίους.
他们遭遇这种情况是因为缺乏教育;因为对于每个特定事物而言,缺乏教育就是无法判别该事物特有的论证与那些无关的论证。
καλῶς δʼ ἔχει καὶ τὸ χωρὶς κρίνειν τὸν τῆς αἰτίας λόγον καὶ τὸ δεικνύμενον, διά τε τὸ ῥηθὲν ἀρτίως, ὅτι προσέχειν οὐ δεῖ πάντα τοῖς διὰ τῶν λόγων, ἀλλὰ πολλάκις μᾶλλον τοῖς φαινομένοις (νῦν δʼ ὁπότʼ ἂν λύειν μὴ ἔχωσιν, ἀναγκάζονται πιστεύειν τοῖς εἰρημένοις), καὶ διότι πολλάκις τὸ μὲν ὑπὸ τοῦ λόγου δεδεῖχθαι δοκοῦν ἀληθὲς μὲν ἐστίν, οὐ μέντοι διὰ ταύτην τὴν αἰτίαν διʼ ἥν φησιν ὁ λόγος.
此外,将原因的论证与被展示的事实分开来评判也是有益的,这首先是因为如刚才所说,不应该在所有事情上都只关注言论,而往往更应该关注现象(但如今,每当人们无法反驳时,就被迫相信所说的话),其次是因为常常那些看似通过论证被证明的事情虽然是真实的,但却并不是因为该论证所声称的原因。
ἔστι γὰρ διὰ ψεύδους ἀληθὲς δεῖξαι· δῆλον δʼ ἐκ τῶν ἀναλυτικῶν.
因为通过错误的前提来证明真理是可能的,这从《分析篇》中就可以看得很清楚。
§1.7πεπροοιμιασμένων δὲ τούτων, λέγωμεν ἀρξάμενοι πρῶτον ἀπὸ τῶν πρώτων, ὥσπερ εἴρηται, οὐ σαφῶς λεγομένων, ζητοῦντες ἐπὶ τὸ σαφῶς εὑρεῖν τί ἐστιν ἡ εὐδαιμονία.
在这些作为前言之后,让我们开始,正如刚才所说,首先从那些谈论得不清晰的初始事物出发,通过寻求达到清晰来发现什么是幸福。
ὁμολογεῖται δὴ μέγιστον εἶναι καὶ ἄριστον τοῦτο τῶν ἀγαθῶν τῶν ἀνθρωπίνων.
毫无疑问,人们公认这是人类善物中最大且最好的。
ἀνθρώπινον δὲ λέγομεν, ὅτι τάχʼ ἂν εἴη καὶ βελτίονός τινος ἄλλου τῶν ὄντων εὐδαιμονία, οἷον θεοῦ.
我们之所以说是“人类的”,是因为或许也存在着某种比人类更优秀的生命(例如神)的幸福。
τῶν μὲν γὰρ ἄλλων ζῴων, ὅσα χείρω τὴν φύσιν τῶν ἀνθρώπων ἐστίν, οὐθὲν κοινωνεῖ ταύτης τῆς προσηγορίας· οὐ γάρ ἐστιν εὐδαίμων ἵππος οὐδʼ ὄρνις οὐδʼ ἰχθὺς οὐδʼ ἄλλο τῶν ὄντων οὐθέν, ὃ μὴ κατὰ τὴν ἐπωνυμίαν ἐν τῇ φύσει μετέχει θείου τινός, ἀλλὰ κατʼ ἄλλην τινὰ τῶν ἀγαθῶν μετοχὴν τὸ μὲν βέλτιον ζῇ τὸ δὲ χεῖρον αὐτῶν.
因为其他动物中,凡是天性上劣于人类的,都不分有这一称呼;因为没有一匹马、一只鸟、一条鱼或任何其他现存的事物是幸福的,除非它们在天性中按照该词的延伸分有了某种神性的东西,否则它们只是通过对善物的其他某种分有,而有的一生过得较好,有的一生过得较差。
ἀλλʼ ὅτι τοῦτον ἔχει τὸν τρόπον, ὕστερον ἐπισκεπτέον· νῦν δὲ λέγομεν ὅτι τῶν ἀγαθῶν τὰ μέν ἐστιν ἀνθρώπῳ πρακτὰ τὰ δʼ οὐ πρακτά.
但是,是否确实如此,必须在以后进行考察;而现在我们说,在善物中,有些是人类可以通过实践获得的,有些则是不可获得的。
τοῦτο δὲ λέγομεν οὕτως, διότι ἔνια τῶν ὄντων οὐθὲν μετέχει κινήσεως, ὥστʼ οὐδὲ τῶν ἀγαθῶν· καὶ ταῦτʼ ἴσως ἄριστα τὴν φύσιν ἐστίν.
我们之所以这样说,是因为有些现存的事物完全不分有运动,因此也就不分有(实践的)善物;而这些事物在天性上或许是最好的。
ἔνια δὲ πρακτὰ μέν, ἀλλὰ πρακτὰ κρείττοσιν ἡμῶν.
有些则是可以实践的,但却是那些比我们更优秀的生命所能实践的。
ἐπειδὴ δὲ διχῶς λέγεται τὸ πρακτόν (καὶ γὰρ ὧν ἕνεκα πράττομεν καὶ ἃ τούτων ἕνεκα μετέχει πράξεως, οἷον καὶ τὴν ὑγίειαν καὶ τὸν πλοῦτον τίθεμεν τῶν πρακτῶν, καὶ τὰ τούτων πραττόμενα χάριν, τά θʼ ὑγιεινὰ καὶ τὰ χρηματιστικά), δῆλον ὅτι καὶ τὴν εὐδαιμονίαν τῶν ἀνθρώπῳ πρακτῶν ἄριστον θετέον.
由于“通过实践可获得的”有两种含义(因为我们行动所追求的目的,以及为了这些目的而参与行动的手段,都是可以实践的,例如我们将健康和财富都置于实践的善物中,也把为了它们而做的事情,即健康的生活方式和聚财活动,置于其中),因此显而易见,幸福必须被置于人类通过实践可获得的善物中最优秀的位置。

词汇与语法注释

  1. §1.6πειρατέον δὲ περὶ πάντων τούτων ζητεῖν τὴν πίστιν διὰ τῶν λόγων, μαρτυρίοις καὶ παραδείγμασι χρώμενον τοῖς φαινομένοις — 无人称动形容词 `πειρατέον`(“必须尝试”)后接不定式 `ζητεῖν`。分词 `χρώμενον` 采用主格单数阳性,与不定式的隐含主语(探求者)一致。`τοῖς φαινομένοις` 为与格,修饰并与 `μαρτυρίοις` 及 `παραδείγμασι` 一致,意为“使用显现的现象作为证据和范例”。
  2. §1.6προϊοῦσιν ἔσται καὶ τὸ σαφῶς, μεταλαμβάνουσιν — 与格复数现在分词 `προϊοῦσιν`(“对于前进的人”)和 `μεταλαμβάνουσιν`(“对于接受的人”)作为利益与格或行为者与格,表示该行动的逻辑主语。属格 `των εἰωθότων...` 依附于 `μεταλαμβάνουσιν`,该动词带属格表示“用……来替换(混淆谈论的事物)”。
  3. §1.6ὑφʼ ὧν ἁλίσκεσθαι συμβαίνει ... ὑπὸ τούτων — 此句具有双重介词短语结构:`ὑφʼ ὧν`(关系代名词中性复数,指代前文的“空洞言论”)与 `ὑπὸ τούτων`(指代那些无能的发言者)。`ὑφʼ ὧν` 表示被俘获的工具性原因,而 `ὑπὸ τούτων` 表示被动不定式 `ἁλίσκεσθαι`(“被俘获”)的发出者(人)。
  4. §1.7ὃ μὴ κατὰ τὴν ἐπωνυμίαν ἐν τῇ φύσει μετέχει θείου τινός — 这是一个由关系代名词 `ὅ` 引导、带有否定词 `μή` 的条件性关系从句(“除非它……”)。短语 `κατὰ τὴν ἐπωνυμίαν`(“按照其名称”)暗示动物在真实意义上不能被称为幸福的(eudaimon),因为它们的天性不分有某种神性的东西,这与人类或神不同,后者的名称或现实本质上与神性相关联。

引用这一段

亚里士多德, 尤德谟伦理学 §1.6-1.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg009.humanitext-grc2:1.6-1.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。