§1.3πάσας μὲν οὖν τὰς δόξας ἐπισκοπεῖν, ὅσας ἔχουσί τινες περὶ αὐτῆς, περίεργον (πολλὰ γὰρ φαίνεται καὶ τοῖς παιδαρίοις καὶ τοῖς κάμνουσι καὶ παραφρονοῦσι, περὶ ὧν ἂν οὐθεὶς νοῦν ἔχων διαπορήσειεν· δέονται γὰρ οὐ λόγων, ἀλλʼ οἳ μὲν ἡλικίας ἐν ᾗ μεταβαλοῦσιν, οἳ δὲ κολάσεως ἰατρικῆς ἢ πολιτικῆς· κόλασις γὰρ ἡ φαρμακεία τῶν πληγῶν οὐκ ἐλάττων ἐστίν), ὁμοίως δὲ ταύταις οὐδὲ τὰς τῶν πολλῶν ἐπισκεπτέον (εἰκῇ γὰρ λέγουσι σχεδὸν περὶ ἁπάντων, καὶ μάλιστα περὶ εὐδαιμονίας· ἄτοπον γὰρ προσφέρειν λόγον τοῖς λόγου μηθὲν δεομένοις, ἀλλὰ πάθους)·
因此,审视人们关于它(幸福)所持的所有意见是多余的(因为许多想法也会显现在孩童、病患和疯子身上,对于这些,任何有理性的人都不会去讨论;因为他们需要的不是道理,而是其中一些人需要达到能够改变的年龄,另一些人则需要医疗或法律的惩治;因为药物治疗是绝不亚于鞭笞的惩治),同样,大众的意见也无需审视(因为他们几乎对所有事情都信口开河,尤其是关于幸福;因为对于那些不需要道理、只需要体验的人,向他们提出道理是荒谬的)。
ἐπεὶ δʼ εἰσὶν ἀπορίαι περὶ ἑκάστην πραγματείαν οἰκεῖαι, δῆλον ὅτι καὶ περὶ βίου τοῦ κρατίστου καὶ ζωῆς τῆς ἀρίστης εἰσίν.
但既然每个研究领域都有其特有的疑难,显然关于最优良的生活和最完美的生命也同样存在。
ταύτας οὖν καλῶς ἔχει τὰς δόξας ἐξετάζειν· οἱ γὰρ τῶν ἀμφισβητούντων ἔλεγχοι τῶν ἐναντιουμένων αὐτοῖς λόγων ἀποδείξεις εἰσίν.
因此,审视这些意见是有益的;因为对那些持有异议者的反驳,正是对与其相反的论点的证明。
ἔτι δὲ πρὸ ἔργου τὸ τὰ τοιαῦτα μὴ λανθάνειν, μάλιστα πρὸς ἃ δεῖ συντείνειν πᾶσαν σκέψιν, ἐκ τίνων ἐνδέχεται μετασχεῖν τοῦ εὖ καὶ καλῶς ζῆν, εἴ τῳ μακαρίως ἐπιφθονώτερον εἰπεῖν, καὶ πρὸς τὴν ἐλπίδα τὴν περὶ ἕκαστα γενομένην ἂν τῶν ἐπιεικῶν.
此外,不忽视这些事情是有益的,尤其是所有考察都必须指向的目标,即通过什么才有可能分享优良而美好的生活(如果说“至福地”对某些人来说显得有些过分的话),以及为了善良的人们对每种情况所产生的希望。
εἰ μὲν γὰρ ἐν τοῖς διὰ τύχην γινομένοις ἢ τοῖς διὰ φύσιν τὸ καλῶς ζῆν ἐστίν, ἀνέλπιστον ἂν εἴη πολλοῖς (οὐ γάρ ἐστι διʼ ἐπιμελείας ἡ κτῆσις ἐπʼ αὐτοῖς οὐδὲ τῆς αὐτῶν πραγματείας)· εἰ δʼ ἐν τῷ αὐτὸν ποιόν τινα εἶναι καὶ τὰς κατʼ αὐτὸν πράξεις, κοινότερον ἂν εἴη τὸ ἀγαθὸν καὶ θειότερον, κοινότερον μὲν τῷ πλείοσιν ἐνδέχεσθαι μετασχεῖν, θειότερον δὲ τῷ κεῖσθαι τὴν εὐδαιμονίαν τοῖς αὑτοὺς παρασκευάζουσι ποιούς τινας καὶ τὰς πράξεις.
因为,如果美好地生活在于那些因运气或因天性而产生的事物,那么对许多人来说这将是不可奢望的(因为其获得并不取决于他们的关切或他们自己的努力);但如果它在于自身具有某种品质以及属于他的行为具有某种性质,那么这种善就会更加普遍、更加神圣:说它更加普遍,是因为它能让更多的人分享;说它更加神圣,是因为幸福是为那些使自己和自己的行为具有某种品质的人而设的。
§1.4ἔσται δὲ φανερὰ τὰ πλεῖστα τῶν ἀμφισβητουμένων καὶ διαπορουμένων, ἂν καλῶς ὁρισθῇ τί χρὴ νομίζειν εἶναι τὴν εὐδαιμονίαν, πότερον ἐν τῷ ποιόν τινα μόνον εἶναι τὴν ψυχήν, καθάπερ τινὲς ᾠήθησαν τῶν σοφῶν καὶ πρεσβυτέρων, ἢ δεῖ μὲν καὶ ποιόν τινα ὑπάρχειν αὐτόν, μᾶλλον δὲ δεῖ τὰς πράξεις εἶναι ποιὰς τινάς.
如果如果我们能对应该把幸福视为什么做出良好的定义,那么大多数争论和疑难问题就会变得清晰:究竟是仅仅在于灵魂具有某种品质,正如某些古老贤哲所认为的那样,还是他自己固然必须具有某种品质,但更必须是其行为具有某种性质。
διῃρημένων δὲ τῶν βίων, καὶ τῶν μὲν οὐδʼ ἀμφισβητούντων τῆς τοιαύτης εὐημερίας, ἀλλʼ ὡς τῶν ἀναγκαίων χάριν σπουδαζομένων, οἷον τῶν περὶ τὰς τέχνας τὰς φορτικὰς καὶ τῶν περὶ χρηματισμὸν καὶ τὰς βαναύσους (λέγω δὲ φορτικὰς μὲν τὰς πρὸς δόξαν πραγματευομένας μόνον, βαναύσους δὲ τὰς ἑδραίας καὶ μισθαρνικάς, χρηματιστικὰς δὲ τὰς πρὸς ἀγορὰς μὲν καὶ πράσεις καπηλικάς), τῶν δʼ εἰς ἀγωγὴν εὐδαιμονικὴν ταττομένων τριῶν ὄντων, τῶν καὶ πρότερον ῥηθέντων ἀγαθῶν ὡς μεγίστων τοῖς ἀνθρώποις, ἀρετῆς καὶ φρονήσεως καὶ ἡδονῆς, τρεῖς ὁρῶμεν καὶ βίους ὄντας, οὓς οἱ ἐπʼ ἐξουσίας τυγχάνοντες προαιροῦνται ζῆν ἅπαντες, πολιτικὸν φιλόσοφον ἀπολαυστικόν.
在对各种生活方式进行区分时,有些生活方式甚至不去竞争这种福祉,而只是为了必需的事物而被追求,例如那些关于俗人技术、赚钱和卑贱技术的生活(我所谓的俗人技术是指仅为了名声而从事的,卑贱技术是指坐着工作和雇佣劳动的,赚钱是指关于市场和零售买卖的);而在那些被列入幸福生活方式的三种方式中——即先前提到的人类最大的善:德性、智慧和快乐——我们看到也有三种生活方式,是所有有选择自主权的人都选择去生活的:政治的生活、哲学的生活和享乐的生活。
τούτων γὰρ ὁ μὲν φιλόσοφος βούλεται περὶ φρόνησιν εἶναι καὶ τὴν θεωρίαν τὴν περὶ τὴν ἀλήθειαν, ὁ δὲ πολιτικὸς περὶ τὰς πράξεις τὰς καλάς (αὗται δʼ εἰσὶν αἱ ἀπὸ τῆς ἀρετῆς), ὁ δʼ ἀπολαυστικὸς περὶ τὰς ἡδονὰς τὰς σωματικάς.
因为在这些生活方式中,哲学家希望致力于智慧和关于真理的观照,政治家致力于高尚的行为(这些是源于德性的行为),而享乐者则致力于身体的快乐。
διόπερ ἕτερος ἕτερον τὸν εὐδαίμονα προσαγορεύει, καθάπερ ἐλέχθη καὶ πρότερον.
因此,正如先前所说,每个人都把不同的人称为幸福者。
Ἀναξαγόρας μὲν ὁ Κλαζομένιος ἐρωτηθεὶς τίς ὁ εὐδαιμονέστατος, "οὐθεὶσ", εἶπεν, "ὧν σὺ νομίζεις· ἀλλʼ ἄτοπος ἄν τίς σοι φανείη"·
克拉佐门尼的阿那克萨哥拉在被问及谁是最幸福的人时说:“在你所想的人里一个也没有,反而是一个在你看来会显得很奇怪的人。
τοῦτον δʼ ἀπεκρίνατο τὸν τρόπον ἐκεῖνος, ὁρῶν τὸν ἐρόμενον ἀδύνατον ὑπολαμβάνοντα μὴ μέγαν ὄντα καὶ καλὸν ἢ πλούσιον ταύτης τυγχάνειν τῆς προσηγορίας, αὐτὸς δʼ ἴσως ᾤετο τὸν ζῶντα ἀλύπως καὶ καθαρῶς πρὸς τὸ δίκαιον ἤ τινος θεωρίας κοινωνοῦντα θείας, τοῦτον ὡς ἄνθρωπον εἰπεῖν μακάριον εἶναι.
”他之所以做出这样的回答,是因为他看到发问者认为,一个人若不伟大、美丽或富有,就无法获得这一称呼,而阿那克萨哥拉自己可能认为,那个活得没有痛苦、纯洁地对待正义、或者参与了某种神圣观照的人,这样的人就人类而言可以说是幸福的。