§1.1ὁ μὲν ἐν Δήλῳ παρὰ τῷ θεῷ τὴν αὑτοῦ γνώμην ἀποφηνάμενος συνέγραψεν ἐπὶ τὸ προπύλαιον τοῦ Λητῴου, διελὼν οὐχ ὑπάρχοντα πάντα τῷ αὐτῷ, τό τε ἀγαθὸν καὶ τὸ καλὸν καὶ τὸ ἡδύ, ποιήσας
"
κάλλιστον τὸ δικαιότατον, λῷστον δʼ ὑγιαίνειν· ,
πάντων ἥδιστον δʼ οὗ τις ἐρᾷ τὸ τυχεῖν·
那个在提洛岛神前表达了自己见解的人,将它写在勒托神庙的前门上,他区分了那些并不都属于同一事物的特质,即善、美、和快乐,他写道: “最美的是最正义的,最好的是保持健康;然而,一切事物中最快乐的,是得到自己所爱之物。
"
tlg0002. tlg001 ἡμεῖς δʼ αὐτῷ μὴ συγχωρῶμεν.
” tlg0002.tlg001 但我们不应赞同他。
ἡ γὰρ εὐδαιμονία κάλλιστον καὶ ἄριστον ἁπάντων οὖσα ἥδιστον ἐστίν.
因为幸福既然是一切事物中最美、最好的,它也就是最快乐的。
πολλῶν δʼ ὄντων θεωρημάτων ἃ περὶ ἕκαστον πρᾶγμα καὶ περὶ ἑκάστην φύσιν ἀπορίαν ἔχει καὶ δεῖται σκέψεως, τὰ μὲν αὐτῶν συντείνει πρὸς τὸ γνῶναι μόνον, τὰ δὲ καὶ περὶ τὰς κτήσεις καὶ περὶ τὰς πράξεις τοῦ πράγματος.
在关于每个事物和每个本性的众多研究课题中,有些存在疑难并需要考察,其中一部分仅有助于认知,另一部分则还关乎该事物的获取和实践。
ὅσα μὲν οὖν ἔχει φιλοσοφίαν μόνον θεωρητικήν, λεκτέον κατὰ τὸν ἐπιβάλλοντα καιρόν, ὅ τι περ οἰκεῖον ἦν τῇ μεθόδῳ· πρῶτον δὲ σκεπτέον ἐν τίνι τὸ εὖ ζῆν καὶ πῶς κτητόν, πότερον φύσει γίγνονται πάντες εὐδαίμονες οἱ τυγχάνοντες ταύτης τῆς προσηγορίας, ὥσπερ μεγάλοι καὶ μικροὶ καὶ τὴν χροιὰν διαφέροντες, ἢ διὰ μαθήσεως, ὡς οὔσης ἐπιστήμης τινὸς τῆς εὐδαιμονίας, ἢ διά τινος ἀσκήσεως (πολλὰ γὰρ οὔτε κατὰ φύσιν οὔτε μαθοῦσιν ἀλλʼ ἐθισθεῖσιν ὑπάρχει τοῖς ἀνθρώποις, φαῦλα μὲν τοῖς φαύλως ἐθισθεῖσι, χρηστὰ δὲ τοῖς χρηστῶς), ἢ τούτων μὲν κατʼ οὐδένα τῶν τρόπων, δυοῖν δὲ θάτερον, ἤτοι καθάπερ οἱ νυμφόληπτοι καὶ θεόληπτοι τῶν ἀνθρώπων, ἐπιπνοίᾳ δαιμονίου τινὸς ὥσπερ ἐνθουσιάζοντες, ἢ διὰ τὴν τύχην ʽπολλοὶ γὰρ ταὐτόν φασιν εἶναι τὴν εὐδαιμονίαν καὶ τὴν εὐτυχίαν).
因此,那些仅具有理论哲学性质的问题,应当在适当的时候,根据这种研究方法所特有的内容予以论述;但首先应当考察,优良的生活在于什么,以及如何获得,是所有获得这一称呼的人都因天性而幸福,就像人们有高矮、肤色不同一样,还是通过学习,仿佛幸福是某种科学知识,抑或通过某种训练(因为许多事物既非因天性,也非因学习,而是因习惯才为人类所拥有,习惯差的人拥有坏的事物,习惯好的人拥有好的事物),还是不通过这些方式中的任何一种,而是通过另外两种方式之一,即如同那些被仙女附身或被神明附身的人一样,因某种神圣力量的启示而陷入狂热,或者是通过运气(因为许多人说幸福与幸运是同一回事)。
ὅτι μὲν οὖν ἡ παρουσία διὰ τούτων ἁπάντων ἢ τινῶν ἢ τινὸς ὑπάρχει τοῖς ἀνθρώποις, οὐκ ἄδηλον (ἅπασαι γὰρ αἱ γενέσεις σχεδὸν πίπτουσιν εἰς ταύτας τὰς ἀρχάς· καὶ γὰρ τὰς ἀπὸ τῆς διανοίας ἁπάσας πρὸς τὰς ἀπὸ ἐπιστήμης ἄν τις συναγάγοι πράξεις)· τὸ δʼ εὐδαιμονεῖν καὶ τὸ ζῆν μακαρίως καὶ καλῶς εἴη ἂν ἐν τρισὶ μάλιστα, τοῖς εἶναι δοκοῦσιν αἰρετωτάτοις.
因此,幸福的存在是通过所有这些方式,还是其中一些,或是其中之一而为人类所拥有,这是不言而喻的(因为几乎所有的生成都归于这些本源;实际上,人们可以将所有源于理智的行为,归入源于科学知识的行为之中);而幸福、福至且美好地生活,将最主要存在于被认为是最值得选择的三种事物之中。
οἳ μὲν γὰρ τὴν φρόνησιν μέγιστον εἶναί φασιν ἀγαθόν, οἳ δὲ τὴν ἀρετήν, οἳ δὲ τὴν ἡδονήν.
因为有人说智慧是最大的善,有人说德性是最大的善,也有人说是快乐。
καὶ πρὸς τὴν εὐδαιμονίαν ἔνιοι περὶ τοῦ μεγέθους αὐτῶν διαμφισβητοῦσι, συμβάλλεσθαι φάσκοντες θάτερον θατέρου μᾶλλον εἰς αὐτήν, οἳ μὲν ὡς οὖσαν μεῖζον ἀγαθὸν τὴν φρόνησιν τῆς ἀρετῆς, οἳ δὲ ταύτης τὴν ἀρετήν, οἳ δʼ ἀμφοτέρων τούτων τὴν ἡδονήν.
而关于幸福,有些人对它们的大小争论不休,声称其中一者比另一者对幸福的贡献更大,有人认为智慧是比德性更大的善,有人认为德性大于智慧,而另一些人则认为快乐大于这两者。
καὶ τοῖς μὲν ἐκ πάντων δοκεῖ τούτων, τοῖς δʼ ἐκ δυοῖν, τοῖς δʼ ἐν ἑνί τινι τούτων εἶναι τὸ ζῆν εὐδαιμόνως.
在一些人看来,幸福的生活在于所有这些,在另一些人看来在于其中两项,而在另一些人看来则在于其中某一项。
§1.2περὶ δὴ τούτων ἐπιστήσαντας, ἅπαντα τὸν δυνάμενον ζῆν κατὰ τὴν αὑτοῦ προαίρεσιν θέσθαι τινὰ σκοπὸν τοῦ καλῶς ζῆν, ἤτοι τιμὴν ἢ δόξαν ἢ πλοῦτον ἢ παιδείαν, πρὸς ὃν ἀποβλέπων ποιήσεται πάσας τὰς πράξεις (ὡς τό γε μὴ συντετάχθαι τὸν βίον πρός τι τέλος ἀφροσύνης πολλῆς σημεῖον ἐστίν), μάλιστα δὴ δεῖ πρῶτον ἐν αὑτῷ διορίσασθαι μήτε προπετῶς μήτε ῥαθύμως, ἐν τίνι τῶν ἡμετέρων τὸ ζῆν εὖ, καὶ τίνων ἄνευ τοῖς ἀνθρώποις οὐκ ἐνδέχεται τοῦθʼ ὑπάρχειν.
因此,关于这些问题,在倾注了注意力之后,每个能够根据自己的抉择而生活的人,都必须为优良的生活树立某个目标,无论是荣誉、名声、财富还是教养,他将以此为瞩目的方向来做出自己的一切行为(因为不把生活整顿向某个终点,乃是极大愚蠢的标志),但尤其且首先,必须在自身之中既不鲁莽也不懈怠地厘清,在我们的属天事物中,优良的生活在于什么,以及没有哪些东西,人类就不可能拥有它。
οὐ γὰρ ταὐτόν, ὧν τʼ ἄνευ οὐχ οἷόν τε ὑγιαίνειν, καὶ τὸ ὑγιαίνειν· ὁμοίως δʼ ἔχει τοῦτο καὶ ἐφʼ ἑτέρων πολλῶν, ὥστʼ οὐδὲ τὸ ζῆν καλῶς καὶ ὧν ἄνευ οὐ δυνατὸν ζῆν καλῶς (ἔστι δὲ τῶν τοιούτων τὰ μὲν οὐκ ἴδια τῆς ὑγιείας οὐδὲ τῆς ζωῆς ἀλλὰ κοινὰ πάντων ὡς εἰπεῖν, καὶ τῶν ἕξεων καὶ τῶν πράξεων, οἷον ἄνευ τοῦ ἀναπνεῖν ἢ ἐγρηγορέναι ἢ κινήσεως μετέχειν οὐθὲν ἂν ὑπάρξειεν ἡμῖν οὔτʼ ἀγαθὸν οὔτε κακόν, τὰ δʼ ἴδια μᾶλλον περὶ ἑκάστην φύσιν· ἃ δεῖ μὴ λανθάνειν· οὐ γὰρ ὁμοίως οἰκεῖον πρὸς εὐεξίαν τοῖς εἰρημένοις κρεωφαγία καὶ τῶν περιπάτων οἱ μετὰ δεῖπνον).
因为,没有它就无法保持健康的东西,与健康本身并不是同一回事;其他许多情况也是如此,因此,美好地生活,与没有它就无法美好地生活的东西也不是同一回事(在这些东西中,有些并非健康或生命所特有,而是几乎为一切事物、所有状态和活动所共有,例如若不呼吸、不保持清醒或不参与运动,任何好事或坏事都不会存在于我们身上;而另一些东西则更特属于每种本性,这些是不容忽视的;因为对健康体魄而言,吃肉和饭后散步,并不像上述提到的那些事物那样具有同样的归属性)。
ἔστι γὰρ ταῦτʼ αἴτια τῆς ἀμφισβητήσεως περὶ τοῦ εὐδαιμονεῖν, τί ἐστι καὶ γίνεται διὰ τίνων· ὧν ἄνευ γὰρ οὐχ οἷόν τε εὐδαιμονεῖν, ἔνιοι μέρη τῆς εὐδαιμονίας εἶναι νομίζουσι.
因为这些正是关于幸福、它是什么以及通过什么而产生之争论的原因;因为有些人认为,没有它们就无法获得幸福的东西,就是幸福的组成部分。