Humanitext Reader

亚里士多德 · 论颜色 §6.1-6.8

动物毛发与皮肤颜色变化的成因

第 9 段,共 11 段 · 希腊语

内容简介

文章探讨了动物毛发、羽毛、皮肤以及蹄角等部位变色的机制,并结合水分熟化(变黑)与在熟化完成前干枯(变白或变红)之间的平衡,以及养分供给量的差异进行了解释。

§6.1Γίνεται δὲ καὶ τὰ τριχώματα καὶ τὰ πτερώματα καὶ τὰ δέρματα καὶ ἵππων καὶ βοῶν καὶ προβάτων καὶ ἀνθρώπων καὶ τῶν ἄλλων ζῴων ἁπάντων καὶ λευκὰ καὶ φαιὰ καὶ πυρρὰ καὶ μέλανα διὰ τὴν αὐτὴν αἰτίαν, λευκὰ μὲν ὅταν ἔτι ὑπὸ τῆς πέψεως τὸ ὑγρὸν τὸ οἰκεῖον ἔχον χρῶμα καταξηρανθῇ, μέλανα δὲ τοὐναντίον ὅταν αὐτῶν ἐν τῇ γενέσει τὸ περὶ τὸν χρῶτα ὑγρόν, καθάπερ ἐν τοῖς ἄλλοις ἅπασι, παλαιούμενον καὶ χρονιζόμενον διὰ τὸ πλῆθος μελανθῇ·
马、牛、羊、人类以及所有其他动物的毛发、羽毛和皮肤,由于同一原因,也变成了白色、灰色、红褐色和黑色:当具有其特有颜色的水分在熟化过程中仍被干枯时,它们变成白色;相反,当在它们的生成过程中,皮肤周围的水分由于量多,如同在其他所有情况下一样,因陈旧和历时久而变黑时,它们变成黑色。
πάντων γὰρ τῶν τοιούτων ὅ τε χρὼς καὶ τὰ δέρματα γίνεται μέλανα.
因为所有这类动物的肤色和皮肤都变成黑色。
§6.2Φαιὰ δὲ καὶ πυρρὰ καὶ ξανθὰ καὶ τὰς ἄλλας ἔχοντα χρόας, ὅσα φθάνει καταξηραινόμενα πρότερον ἢ τελέως ἐν αὐτοῖς μεταβάλλειν εἰς τὸ μέλαν χρῶμα τὸ ὑγρόν.
而呈现灰色、红褐色、黄色和其他颜色的,是那些在其内部的水分完全转变为黑色之前,便提前被干枯的。
Οἷς δ᾽ ἂν ἀνωμάλως τοῦτο συμβῇ, καὶ τὰ χρώματα τοιαῦτα γίνεται ποικίλα.
对于那些这发生得不均匀的,颜色也会同样变得斑驳。
§6.3Διὸ καὶ πάντα τοῖς δέρμασι καὶ τῷ χρώματι συνακολουθεῖ, ἐπεὶ καὶ τῶν ἀνθρώπων τῶν ἐμπύρρων καὶ τὰ τριχώματα γίνεται λευκόπυρρα, τῶν δὲ μελάνων μέλανα· κἂν κατὰ μέρος τι τοῦ σώματος ἐξανθήσῃ λεύκη, καὶ τὰς τρίχας ἴσχουσιν ἅπαντες λευκὰς κατὰ τὸν τόπον τοῦτον, καθάπερ καὶ τὰ ποικίλα τῶν ζῴων.
因此,这一切也随顺于皮肤及其颜色;因为红脸的人,其毛发也变成白红色,而黑皮肤的人则变成黑色;如果身体的某一部分长出白癜,所有人在此处的毛发也会变白,正如斑驳的动物一样。
§6.4Οὕτως ἅπαντα τὰ τριχώματα καὶ τὰ πτερώματα τοῖς δέρμασι συνακολουθεῖ, καὶ τὰ κατὰ μέρος καὶ τὰ κατὰ σῶμα ὅλον.
如此,所有的毛发和羽毛都随顺于皮肤,无论在局部还是在整个身体。
Ὀμοίως δὲ τούτοις ὁπλαὶ καὶ χηλαὶ καὶ ῥύγχη καὶ κέρατα· καὶ γὰρ ταῦτα τῶν μὲν μελάνων γίνεται μέλανα, τῶν δὲ λευκῶν λευκά, διὰ τὸ καὶ τούτοις ἅπασι διὰ τοῦ δέρματος τὴν τροφὴν εἰς τὴν ἐκτὸς περιοχὴν διηθεῖσθαι.
与此相似的是蹄、爪、喙和角;因为这些在黑色的动物中变成黑色,在白色的中变成白色,这是因为对这一切而言,养分也是通过皮肤被滤过到外部区域的。
§6.5Ὅτι δὲ τοῦτό ἐστιν αἴτιον, οὐ χαλεπὸν ἐκ πολλῶν συνιδεῖν.
这正是原因,从许多事物中是不难看出的。
Τῶν τε γὰρ παιδίων ἁπάντων αἱ κεφαλαὶ κατ᾽ ἀρχὰς μὲν γίνονται πυρραὶ διὰ τὴν ὀλιγότητα τῆς τροφῆς.
因为所有幼儿的头部最初由于养分的匮乏而呈现红褐色。
Φανερὸν δὲ τοῦτό ἐστιν· καὶ γὰρ ἀσθενεῖς αἱ τρίχες καὶ ἀραιαὶ καὶ βραχεῖαι τὸ πρῶτον ἅπασιν ἐπιγίνονται τοῖς παιδίοις.
这是显而易见的:因为起初在所有幼儿身上长出的毛发都是软弱、稀疏且短小的。
§6.6Προϊούσης δὲ τῆς ἡλικίας μελαίνονται πάλιν χρωζομένοις αὐτοῖς διὰ τὸ πλῆθος τῆς ἐπιρρεούσης τροφῆς.
但随着年龄增长,由于流注的养分充足,它们随着被着色而再次变黑。
Ὁμοίως δὲ καὶ περὶ τὴν ἥβην καὶ τὸ γένειον, ὅταν ἄρχωνται τὸ πρῶτον ἡβᾶν καὶ γενειᾶν, καὶ αὗται γίνονται κατ᾽ ἀρχὰς μὲν πυρραὶ ταχέως διὰ τὴν ὀλιγότητα τῆς ὑγρασίας ἐν αὐταῖς καταξηραινομένης, τῆς τροφῆς δὲ πλέον ἐπὶ τὸν τόπον ἐπιφερομένης μελαίνονται πάλιν.
在阴部和下巴周围也是相似的,当最初开始发育和长胡须时,这些也由于水分稀少、迅速枯干而起初变红,但当养分更多地被输送到该部位时,它们又再次变黑。
§6.7Αἱ δὲ ἐπὶ τοῦ σώματος πλεῖστον χρόνον πυρραὶ διαμένουσι διὰ τὴν ἔνδειαν τῆς τροφῆς, ἐπεὶ καθ᾽ ὃν ἂν χρόνον αὐξηθῶσι, καὶ ταύτας ὁμοίως συμβαίνει μελαίνεσθαι καθάπερ καὶ τὰς ἐπὶ τῆς ἥβης καὶ τῆς κεφαλῆς.
而身体其他部位的毛发,则由于养分的匮乏而保持红褐色的时间最长;因为在它们生长的时期,它们也同样变黑,正如阴部和头部的毛发一样。
Φανερὸν δ᾽ ἐστίν· καὶ γὰρ ὅσα μῆκος ἔχει τῶν τριχωμάτων, ὡς τὸ πολύ ἐστι τὰ μὲν πρὸς τῷ σώματι μελάντερα, τὰ δὲ πρὸς τοῖς ἄκροις ξανθότερα.
这是显而易见的:因为在那些有长度的毛发中,通常靠近身体的部分更黑,而靠近尖端的部分更黄。
§6.8Καὶ αἱ μὲν τῶν προβάτων καὶ ἵππων καὶ ἀνθρώπων, διὰ τὸ τὴν τροφὴν ἐλαχίστην αὐτοῖς ἐπὶ τούτους φέρεσθαι τοὺς τόπους, καὶ καταξηραίνεσθαι ταχέως.
羊、马和人类的毛发也是如此,因为运送到这些部位的养分最少,并且迅速枯干。
Γίνονται δὲ καὶ τὰ πτερώματα τῶν μελάνων ὀρνίθων τὰ μὲν πρὸς τῷ σώματι μελάντερα πάντων, τὰ δὲ πρὸς τοῖς ἄκροις ξανθότερα.
黑色鸟类的羽毛也同样在靠近身体的部分最黑,而靠近尖端的部分更黄。

词汇与语法注释

  1. 6.2φθάνει καταξηραινόμενα πρότερον ἢ ... μεταβάλλειν — 动词 φθάνω 加上分词(καταξηραινόμενα)构成“先于……做某事”的句式,在此又与 πρότερον ἤ(在……之前)加不定式(μεταβάλλειν)重叠使用,强调了在水分完全转变为黑色之前便提前发生干燥这一时间上的先后关系。
  2. 6.6χρωζομένοις αὐτοῖς — 由现在被动分词与格复数 χρωζομένοις 和代名词 αὐτοῖς 组成。可解释为关系与格,与主句主语(毛发)所关联的“他们(孩子们)”相一致,或者作为被动表达,与在养分充足下“它们(毛发)被着色”这一变化主体相一致。
  3. 6.8Καὶ αἱ μὲν τῶν προβάτων καὶ ἵππων καὶ ἀνθρώπων — 名词和动词均被省略的不完整句子结构。根据前一节(§6.7)关于有长度的毛发(ὅσα μῆκος ἔχει τῶν τριχωμάτων)的上下文,阴性冠词 αἱ 被理解为指代羊、马和人类的“毛发(τρίχες)”,并且补充了一个表示“变成那样(在尖端变黄)”的谓语动词。

引用这一段

亚里士多德, 论颜色 §6.1-6.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg007.humanitext-grc1:6.1-6.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。