Humanitext Reader

亚里士多德 · 论颜色 §6.9-6.18

毛发羽毛白化过程与干燥及营养的关系

第 10 段,共 11 段 · 希腊语

内容简介

阐述了毛发和羽毛因养分减少或衰弱导致迅速枯干而变白的过程,并指出了因营养充足而变白的例外情况,同时反驳了因热力烧焦养分而变黑的观点。

§6.9Τὸν αὐτὸν δὲ τρόπον τοῦτον καὶ τὰ περὶ τὸν τράχηλον, καὶ ὅλως ὅσα βραχεῖαν τὴν τροφὴν λαμβάνει.
以这同一方式,脖颈周围的毛发,以及一切普遍只获得少量养分的毛发也是如此。
Δῆλον δέ· καὶ γὰρ πρὸ τῆς πολιώσεως ἅπαντα τὰ τριχώματα μεταβάλλει καὶ γίνεται πυρρὰ διὰ τὸ πάλιν τὴν τροφὴν ὑπολείπουσαν καταξηραίνεσθαι ταχέως.
这是显而易见的:因为在变白之前,所有的毛发都发生变化并呈红褐色,这是因为养分再次匮乏而迅速枯干。
§6.10Τὸ δὲ τελευταῖον λευκά, πρότερον ἢ μελανθῆναι τὸ ὑγρόν, τῆς τροφῆς ἐν αὐτοῖς ἐκπεττομένης.
最后,在水分变黑之前,由于其内部的养分被熟化,它们变白。
Μάλιστα δὲ τοῦτο ἐπὶ τῶν ὑποζυγίων φανερόν ἐστιν· πάντων γὰρ τὰ τριχώματα γίνεται λευκά.
这在役畜身上尤为明显:因为它们所有动物的毛发都变白。
Τῶν γὰρ τόπων οὐ δυναμένων ὁμοίως ἐπισπᾶσθαι τὴν τροφὴν διὰ τὴν ἀσθένειαν τὴν τοῦ θερμοῦ, ταχέως καταξηραινόμενον τὸ ὑγρὸν γίνεται λευκόν.
因为由于热力的微弱,这些部位无法同样地吸取养分,水分迅速枯干而变白。
§6.11Καὶ τὰ περὶ τοὺς κροτάφους μάλιστα πάντων πολιοῦνται, καὶ ὅλως περὶ τοὺς ἀσθενεῖς καὶ πεπονηκότας τῶν τόπων.
而太阳穴周围的毛发在所有部位中变白得最厉害,通常在身体软弱和劳损的部位也是如此。
Παρὸ καὶ παρὰ πάντα μάλιστα εἰς τοῦτο τὸ χρῶμα μεταβάλλει, ὅταν τὴν φύσιν παραλλάξῃ τὴν οἰκείαν.
因此,当它偏离其固有的本性时,最容易转变为这种颜色。
§6.12Καὶ γὰρ λαγὼς ἤδη γέγονε λευκός, καὶ μέλας δέ ποτε πέφηνε καὶ ἔλαφος καὶ ἄρκτος, ὁμοίως δὲ τούτοις καὶ ὄρτυξ καὶ πέρδιξ καὶ χελιδών.
事实上,兔子以前也曾变成白色,黑色的鹿和熊也曾出现过,与此相似的还有鹌鹑、鹧鸪和燕子。
Ὅταν γὰρ ἀσθενήσωσι τῇ γενέσει, πάντα τὰ τοιαῦτα διὰ τὴν ὀλιγότητα τῆς τροφῆς πρὸ ὥρας ἐκπεττόμενα γίνεται λευκά.
因为当它们在生成中变弱时,所有这些由于养分稀少而在成熟期之前被熟化,从而变成白色。
§6.13Οὕτως καὶ τὰ τῶν παίδων εὐθὺς καὶ τὰς κεφαλὰς ἴσχει λευκὰς καὶ τὰ βλέφαρα καὶ τὰς ὀφρῦς, ὥσπερ καὶ τῶν ἄλλων ἑκάστῳ πρὸς τὸ γῆρας φανερῶς ἅπασι δι᾽ ἀσθένειαν καὶ ὀλιγότητα [τῆς τροφῆς] συμβαίνει τὸ πάθος.
同样,有些幼儿一出生也长有白色的头部、睫毛和眉毛,正如其他所有人到了老年,显然会由于衰弱和[养分]稀少而发生这一症状一样。
§6.14Διὸ καὶ τὰ πλεῖστα τῶν ζῴων ἀσθενέστερα γίνεται τὰ λευκὰ τῶν μελάνων· πρότερον γὰρ ἢ τὴν αὔξησιν αὐτῶν τελειωθῆναι διὰ τὴν ὀλινγότητα τῆς τροφῆς ἐκπεττόμενα γίνεται λευκά, καθάπερ καὶ τῶν καρπῶν ὅσοι νενοσηκότες τυγχάνουσιν· καὶ γὰρ οὗτοι πολὺ μᾶλλον δι᾽ ἀσθένειαν ἐκπέττονται.
因此大多数白色动物比黑色动物更为软弱;因为在它们的生长完成之前,由于养分稀少,它们在成熟中变白,正如那些生病的果实一样;因为这些果实也由于衰弱而更易成熟。
§6.15Ὅσα δὲ γίνεται λευκά, πολὺ διαφέροντα ἐκ τῶν ἄλλων, οἶον ἵπποι καὶ κύνες.
至于那些变得非常白、与其它动物大不相同的,例如马和狗。
δὲ τοιαῦτα μεταβάλλει πάντα ἐκ τοῦ κατὰ φύσιν χρώματος εἰς τὸ λευκὸν διὰ τὴν εὐτροφίαν.
而所有这类动物,都由于营养充足而从其天然的颜色转变为白色。
Τὸ γὰρ ὑγρὸν ἐν τοῖς τοιούτοις οὐ χρονιζόμενον, ἀλλ᾽ ἀναλισκόμενον διὰ τὴν αὔξησιν, οὐ γίνεται μέλαν.
因为在这些情况下,水分不会持久停留,而是为了生长而被消耗,因此不会变黑。
§6.16Τὰ πλεῖστα γάρ ἐστι τῶν τοιούτων ὑγρὰ καὶ εὔσαρκα διὰ τὴν εὐτροφίαν.
因为由于营养充足,这类动物大多水分充足且肌肉丰满。
Διόπερ οὐδὲ μεταβάλλει τὰ λευκὰ τῶν τριχσωμάτων.
因此,它们白色的毛发也不会改变。
Φανερὸν δὲ τοῦτο ἐστίν· καὶ γὰρ τὰ μέλανα πρότερον τῆς πολιώσεως γίνεται πυρρά, ἤδη τῆς τροφῆς ἐν αὐτοῖς ὑπολειπούσης καὶ μᾶλλον ἐκπεττομένης, τὸ δὲ τελευταῖον λευκά.
这是显而易见的:因为即使是黑色的毛发,在变白之前也会呈红褐色,这是因为其内部的养分已经匮乏且更加成熟,最后才变成白色。
§6.17Καίτοι τινὲς ὑπολαμβάνουσι μέλανα γίνεσθαι πάντα διὰ τὸ συγκάεσθαι τὴν τροφὴν αὐτῶν ὑπὸ τοῦ θερμοῦ καθάπερ καὶ τὸ αἶμα καὶ τῶν ἄλλων ἕκαστον, διαμαρτάνοντες.
然而,有些人认为一切事物变黑是因为它们的养分被热力烧焦,就像血液和其他每种东西一样,但他们错了。
Ἔνια γὰρ καὶ τῶν ζῴων εὐθὺς ἐν ἀρχῇ γίνεται μέλανα, οἶον κύνες καὶ αἶγες καὶ βόες, καὶ ὅλως ὅσων τὰ δέρματα καὶ τὰ τριχώματα κατ᾽ ἀρχὰς ἔχει τροφήν, προϊούσης δὲ τῆς ἡλικίας ἧττον.
因为有些动物一刚开始就变黑,例如狗、山羊和牛,通常所有那些在开始时其皮肤和毛发含有养分、但随着年龄增长而养分减少的动物都是如此。
§6.18Καίτοι γε οὐκ ἐχρῆν, ἀλλὰ πάντων ἔδει καὶ τὰ τριχώματα μελαίνεσθαι κατὰ τὴν ἀκμήν, καθ᾽ ὃν ἄν χρόνον μάλιστα αὐτῶν ἰσχύῃ καὶ τὸ θερμόν, καὶ μᾶλλον ἅπαντα πολιοῦσθαι κατ᾽ ἀρχάς.
然而,本不该如此,而应当是在所有动物的鼎盛时期,在它们的热力最强的时候,毛发变黑,且在开始时所有动物更容易变白。
Πολὺ γὰρ ἁπάντων ἀπὸ πρώτης ἀσθενέστερόν τι γίνεται τὸ θερμὸν ἢ καθ᾽ ὃν χρόνον ἄρχεται τὰ τριχώματα αὐτῶν λευκαίνεσθαι.
因为从最开始,它们所有动物的热力都比它们的毛发开始变白的时期要微弱得多。

词汇与语法注释

  1. §6.10τῆς τροφῆς ἐν αὐτοῖς ἐκπεττομένης — 属格独立结构。因果性地解释了其内部所含的养分(τροφή)因热力而被熟化,与主句的主语相对照。
  2. §6.13ὥσπερ καὶ τῶν ἄλλων ἑκάστῳ πρὸς τὸ γῆρας φανερῶς ἅπασι δι᾽ ἀσθένειαν καὶ ὀλιγότητα [τῆς τροφῆς] συμβαίνει τὸ πάθος — 句法结构整理。τῶν ἄλλων ἑκάστῳ(其他人的每一个)与 ἅπασι(所有人)在语义上有所重叠,前者指个体,后者强调普遍性。συμβαίνει 的主语是 τὸ πάθος(这一症状)。
  3. §6.18Καίτοι γε οὐκ ἐχρῆν — 非人称动词 χρῆν(或 ἔχρην)的未完成过去时表示一种与现实相反的虚拟义务(“本该如此”,但事实并非如此),用以引入反驳:如果对方的假说正确,现实理应不同。

引用这一段

亚里士多德, 论颜色 §6.9-6.18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg007.humanitext-grc1:6.9-6.18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。