Humanitext Reader

アリストテレス · 色について §6.1-6.8

動物の毛や皮膚における色彩変化の原因

9 / 11 箇所 · ギリシア語

要旨

動物の毛、羽毛、皮膚、および蹄や角などの色が変化するメカニズムについて、水分の成熟(黒化)と、成熟が完了する前の乾燥(白色化、赤褐色化など)のバランス、および栄養分の供給量の差から論じる。

§6.1Γίνεται δὲ καὶ τὰ τριχώματα καὶ τὰ πτερώματα καὶ τὰ δέρματα καὶ ἵππων καὶ βοῶν καὶ προβάτων καὶ ἀνθρώπων καὶ τῶν ἄλλων ζῴων ἁπάντων καὶ λευκὰ καὶ φαιὰ καὶ πυρρὰ καὶ μέλανα διὰ τὴν αὐτὴν αἰτίαν, λευκὰ μὲν ὅταν ἔτι ὑπὸ τῆς πέψεως τὸ ὑγρὸν τὸ οἰκεῖον ἔχον χρῶμα καταξηρανθῇ, μέλανα δὲ τοὐναντίον ὅταν αὐτῶν ἐν τῇ γενέσει τὸ περὶ τὸν χρῶτα ὑγρόν, καθάπερ ἐν τοῖς ἄλλοις ἅπασι, παλαιούμενον καὶ χρονιζόμενον διὰ τὸ πλῆθος μελανθῇ·
馬や牛、羊、人間、および他のすべての動物の、毛や羽毛、そして皮膚が、白や灰色、赤褐色、あるいは黒になるのも、同じ原因による。 白くなるのは、独自の色彩を持つ水分が、成熟(煮つまるプロセス)の途上でまだ乾燥させられるときである。 逆に黒くなるのは、それらの生成において、皮膚の周りの水分が、他のすべての場合と同様に、多さのために古くなり時間が経つことで黒くなるときである。
πάντων γὰρ τῶν τοιούτων ὅ τε χρὼς καὶ τὰ δέρματα γίνεται μέλανα.
実際、そのようなものすべてにおいて、肌も皮膚も黒くなるのである。
§6.2Φαιὰ δὲ καὶ πυρρὰ καὶ ξανθὰ καὶ τὰς ἄλλας ἔχοντα χρόας, ὅσα φθάνει καταξηραινόμενα πρότερον ἢ τελέως ἐν αὐτοῖς μεταβάλλειν εἰς τὸ μέλαν χρῶμα τὸ ὑγρόν.
一方、灰色、赤褐色、黄色、およびその他の色彩を持つのは、それらの中の水分が完全に黒い色彩へと変化する前に、先んじて乾燥させられるものである。
Οἷς δ᾽ ἂν ἀνωμάλως τοῦτο συμβῇ, καὶ τὰ χρώματα τοιαῦτα γίνεται ποικίλα.
これ(乾燥)が不均一に起こるものにおいては、色彩も同様に斑になる。
§6.3Διὸ καὶ πάντα τοῖς δέρμασι καὶ τῷ χρώματι συνακολουθεῖ, ἐπεὶ καὶ τῶν ἀνθρώπων τῶν ἐμπύρρων καὶ τὰ τριχώματα γίνεται λευκόπυρρα, τῶν δὲ μελάνων μέλανα·
それゆえ、すべては皮膚とその色彩に随伴する。 実際、赤ら顔の人においては毛も白っぽい赤褐色になり、黒い皮膚の人においては黒くなる。
κἂν κατὰ μέρος τι τοῦ σώματος ἐξανθήσῃ λεύκη, καὶ τὰς τρίχας ἴσχουσιν ἅπαντες λευκὰς κατὰ τὸν τόπον τοῦτον, καθάπερ καὶ τὰ ποικίλα τῶν ζῴων.
また、もし身体の一部分に白斑が生じるなら、すべての人々はその場所の毛が白くなる。 斑のある動物たちにおいても同様である。
§6.4Οὕτως ἅπαντα τὰ τριχώματα καὶ τὰ πτερώματα τοῖς δέρμασι συνακολουθεῖ, καὶ τὰ κατὰ μέρος καὶ τὰ κατὰ σῶμα ὅλον.
このように、すべての毛や羽毛は、部分的なものも身体全体のものも、皮膚に随伴する。
Ὀμοίως δὲ τούτοις ὁπλαὶ καὶ χηλαὶ καὶ ῥύγχη καὶ κέρατα·
これらと同様に、蹄や爪、嘴や角もそうである。
καὶ γὰρ ταῦτα τῶν μὲν μελάνων γίνεται μέλανα, τῶν δὲ λευκῶν λευκά, διὰ τὸ καὶ τούτοις ἅπασι διὰ τοῦ δέρματος τὴν τροφὴν εἰς τὴν ἐκτὸς περιοχὴν διηθεῖσθαι.
実際、これらも黒い皮膚の動物では黒くなり、白いものでは白くなる。 それは、これらすべてについても、皮膚を通じて栄養分が外側の領域へと濾過されるためである。
§6.5Ὅτι δὲ τοῦτό ἐστιν αἴτιον, οὐ χαλεπὸν ἐκ πολλῶν συνιδεῖν.
これが原因であることは、多くのことから理解するのは困難ではない。
Τῶν τε γὰρ παιδίων ἁπάντων αἱ κεφαλαὶ κατ᾽ ἀρχὰς μὲν γίνονται πυρραὶ διὰ τὴν ὀλιγότητα τῆς τροφῆς.
実際、すべての子どもの頭は、最初は栄養分の少なさのために赤褐色になる。
Φανερὸν δὲ τοῦτό ἐστιν·
このことは明らかである。
καὶ γὰρ ἀσθενεῖς αἱ τρίχες καὶ ἀραιαὶ καὶ βραχεῖαι τὸ πρῶτον ἅπασιν ἐπιγίνονται τοῖς παιδίοις.
実際、すべての子どもに最初、毛は弱く、薄く、短く生えるからである。
§6.6Προϊούσης δὲ τῆς ἡλικίας μελαίνονται πάλιν χρωζομένοις αὐτοῖς διὰ τὸ πλῆθος τῆς ἐπιρρεούσης τροφῆς.
しかし年齢が進むと、流れ込む栄養分の多さによってそれらが着色されるにつれて、再び黒くなる。
Ὁμοίως δὲ καὶ περὶ τὴν ἥβην καὶ τὸ γένειον, ὅταν ἄρχωνται τὸ πρῶτον ἡβᾶν καὶ γενειᾶν, καὶ αὗται γίνονται κατ᾽ ἀρχὰς μὲν πυρραὶ ταχέως διὰ τὴν ὀλιγότητα τῆς ὑγρασίας ἐν αὐταῖς καταξηραινομένης, τῆς τροφῆς δὲ πλέον ἐπὶ τὸν τόπον ἐπιφερομένης μελαίνονται πάλιν.
陰部や顎の周りについても同様であり、最初に陰毛や髭が生え始めるとき、これらも最初は水分が少なくて急速に乾燥するために赤褐色になるが、栄養分がその場所により多く運ばれるようになると、再び黒くなる。
§6.7Αἱ δὲ ἐπὶ τοῦ σώματος πλεῖστον χρόνον πυρραὶ διαμένουσι διὰ τὴν ἔνδειαν τῆς τροφῆς, ἐπεὶ καθ᾽ ὃν ἂν χρόνον αὐξηθῶσι, καὶ ταύτας ὁμοίως συμβαίνει μελαίνεσθαι καθάπερ καὶ τὰς ἐπὶ τῆς ἥβης καὶ τῆς κεφαλῆς.
しかし身体の他の部分の毛は、栄養分の不足のために最も長い間赤褐色のままである。 しかし、それらが成長する時期になると、陰部や頭の毛と同様に、これらもやはり黒くなる。
Φανερὸν δ᾽ ἐστίν·
これは明らかである。
καὶ γὰρ ὅσα μῆκος ἔχει τῶν τριχωμάτων, ὡς τὸ πολύ ἐστι τὰ μὲν πρὸς τῷ σώματι μελάντερα, τὰ δὲ πρὸς τοῖς ἄκροις ξανθότερα.
実際、長さのある毛は、たいてい身体に近い部分はより黒く、先端に近い部分はより黄色いからである。
§6.8Καὶ αἱ μὲν τῶν προβάτων καὶ ἵππων καὶ ἀνθρώπων, διὰ τὸ τὴν τροφὴν ἐλαχίστην αὐτοῖς ἐπὶ τούτους φέρεσθαι τοὺς τόπους, καὶ καταξηραίνεσθαι ταχέως.
そして羊や馬や人間の毛も、栄養分がこれらの場所には極めてわずかしか運ばれず、急速に乾燥するためにそのようになる。
Γίνονται δὲ καὶ τὰ πτερώματα τῶν μελάνων ὀρνίθων τὰ μὲν πρὸς τῷ σώματι μελάντερα πάντων, τὰ δὲ πρὸς τοῖς ἄκροις ξανθότερα.
また、黒い鳥の羽毛も、身体に近い部分は最も黒く、先端に近い部分はより黄色くなる。

語釈・文法注

  1. 6.2φθάνει καταξηραινόμενα πρότερον ἢ ... μεταβάλλειν — 動詞 φθάνω +分詞(καταξηραινόμενα)の「〜するより早く〜する」「先んじて〜する」という構文に、さらに πρότερον ἤ(〜より前に)+不定詞(μεταβάλλειν)が重ねられており、水分が完全に黒色へと変化するプロセスを終える前に乾燥が起こるという時間的先行関係が強調されている。
  2. 6.6χρωζομένοις αὐτοῖς — 現在受動分詞の与格複数形 χρωζομένοις と代名詞 αὐτοῖς からなる。これは主節の主語(τρίχες 「毛」)に随伴する「彼ら(=子どもたち)」に一致する関係の与格、あるいは受動表現として「それら(毛)が(栄養分の多さによって)着色されるにつれて」という変化の主体に一致する与格として解釈される。
  3. 6.8Καὶ αἱ μὲν τῶν προβάτων καὶ ἵππων καὶ ἀνθρώπων — 名詞および動詞が省略された不完全な文構造。前節(§6.7)の ὅσα μῆκος ἔχει τῶν τριχωμάτων(長さのある毛)という文脈から、主語として αἱ [sc. τρίχες](羊や馬や人間の「毛」)が、述語部分として「(先端が)そのようになる(乾燥して黄色くなる)」という内容が補われて解釈される。

この箇所を引用する

アリストテレス, 色について §6.1-6.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg007.humanitext-grc1:6.1-6.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。