§5.24Ἐν ὅσοις δ᾽ ὑπάρχει τῶν φυτῶν ἓν χρῶμα μόνον, οἷον τὸ λευκὸν ἢ τὸ μέλαν ἢ τὸ φοινικοῦν ἢ τὸ ἁλουργές, τούτων δὲ πάντων οἱ καρποὶ διαμένουσιν ἀεὶ τὴν αὐτὴν ἔχοντες τοῦ χρώματος φύσιν, ὅταν ἅπαξ ἐκ τοῦ ποώδους εἰς ἄλλην χρόαν μεταβάλλωσιν.
在那些仅有一种颜色的植物中,例如白色、黑色、深红色或海紫色,一旦它们由草绿色转变为另一种颜色,其所有果实便始终保持着相同的颜色性质。
§5.25Τὰ δ᾽ ἄνθη τοῖς καρποῖς ἐπ᾽ ἐνίων μὲν ὁμόχροα συμβαίνει γίνεσθαι, καθάπερ ἔχει καὶ ἐπὶ τῆς ῥοιᾶς· καὶ γὰρ ὁ καρπὸς αὐτῆς γίνεται φοινικιοῦς καὶ τὸ ἄνθος·
在某些植物中,花与果实恰好呈现相同的颜色,正如石榴的情况一样;因为石榴的果实和花都变成深红色。
ἐπ᾽ ἐνίων δὲ πολὺ τῷ χρώματι διαφέρει, οἷον ἐπί τε τῆς δάφνης καὶ τοῦ κιττοῦ· τὸ μὲν γὰρ ἄνθος ἐστὶν αὐτῶν ἁπάντων ξανθόν, ὁ δὲ καρπὸς τῶν μὲν μέλας τῶν δὲ φοινικιοῦς.
但在另一些植物中,它们的颜色差异很大,例如月桂和常春藤;因为它们的花全都是黄色的,而果实有的呈黑色,有的呈深红色。
§5.26Ὁμοίως δ᾽ ἔχει καὶ ἐπὶ τῆς μηλέας· καὶ γὰρ ταύτης τὸ μὲν ἄνθος ἐστὶ λευκὸν ἐπιπορφυρίζον, ὁ δὲ καρπὸς ξανθός.
林檎的情况也相似;因为它的花是白中带紫的,而果实是黄色的。
Τῆς δὲ μήκωνος τὸ μὲν ἄνθος φοινικιοῦν, ὁ δὲ καρπὸς ὁ μὲν μέλας ὁ δὲ λευκός, παρὰ τὸ καὶ τὰς πέψεις τῶν ἐνυπαρχόντων ἐν αὐτοῖς χυλῶν κατ᾽ ἄλλους γίνεσθαι χρόνους.
罂粟的花是深红色的,而果实有的是黑色的,有的是白色的,这是因为它们之中存在的汁液的熟化也是在不同时期进行的。
§5.27Ῥᾴδιον δὲ τοῦτο ἐκ πολλῶν συνιδεῖν· καὶ γὰρ τῶν καρπῶν ἔνιοι, καθάπερ εἴρηται, πολλὰς διαφορὰς ἅμα τῇ πέψει λαμβάνουσιν.
这很容易从许多事物中看清;因为正如已经说过的,某些果实在熟化的同时也呈现出许多差异。
Διὸ καὶ τὰς ὀσμὰς καὶ τοὺς χυλοὺς πολὺ διαφόρους συμβαίνει τοῖς ἄνθεσι καὶ τοῖς καρποῖς συνακολουθεῖν.
因此,花和果实的香气和汁液也会伴随着巨大的差异。
§5.28Ἔτι δὲ μᾶλλον τοῦτό ἐστιν ἐπ᾽ αὐτῶν τῶν ἀνθῶν φανερόν· τοῦ γὰρ αὐτοῦ φύλλου τὸ μέν ἐστι μέλαν τὸ δὲ φοινικιοῦν, ἐνίων δὲ τὸ μέν τι λευκὸν τὸ δὲ πορφυροειδές.
而在花朵本身,这一点甚至更加明显;因为在同一片花瓣中,一部分是黑色的,另一部分是深红色的,在有些植物中,一部分是白色的,另一部分是紫色的。
Οὐχ ἥκιστα δὲ τοῦτο φανερόν ἐστιν ἐπὶ τῆς ἴριδος· πολλὰς γὰρ ἔχει καὶ τοῦτο τὸ ἄνθος ἐν αὑτῷ ποικιλίας παρὰ τὰς τῆς πέψεως διαφοράς, ὥσπερ καὶ τῶν βοτρύων, ὅταν ἤδη πεπαινόμενοι τυγχάνωσιν.
这在鸢尾花上表现得尤为明显;因为由于熟化的差异,这种花本身也含有许多斑驳,正如已经开始成熟的葡萄串一样。
§5.29Διὸ καὶ πάντων μάλιστα συμβαίνει πέττεσθαι τῶν ἀνθῶν τὰ ἄκρα, τὰ δὲ πρὸς ταῖς ἀρχαῖς ἀχρούστερα γίνεται πολλῷ.
因此,在所有的花中,最先成熟的恰好是其尖端,而靠近基部的部分颜色则要浅得多。
Σχεδὸν γὰρ ἐνίων ὥσπερ ἐκκάεται τὸ ὑγρὸν πρότερον ἢ λαβεῖν τὴν οἰκείαν πέψιν.
因为在某些植物中,水分在获得其特有的熟化之前,几乎就已经被烧干了。
§5.30Διὸ καὶ τὰ μὲν ἄνθη τῷ χρώματι διαμένει, οἱ δὲ καρποὶ πεττόμενοι μεταβάλλουσιν· τὰ μὲν γὰρ διὰ μικρότητα τῆς τροφῆς ταχέως ἐκπέττεται, οἱ δὲ καρποὶ διὰ τὸ πλῆθος τῆς ὑγρασίας εἰς πάσας ἅμα τῇ πέψει τὰς κατὰ φύσιν χρόας μεταβάλλουσιν.
因此,花保持其颜色,而果实在熟化过程中发生改变;因为花由于养分的匮乏而迅速熟化完毕,而果实则由于水分的充足,在熟化的同时也向所有符合天性的颜色转变。
Φανερὸν δὲ τοῦτο ἐστί, καθάπερ εἴρηται πρότερον, καὶ ἐπὶ τῶν βαπτομένων ἀνθῶν.
正如前面所说,这在被染色的纤维中也是显而易见的。
§5.31Τὰ μὲν γὰρ ἐξ ἀρχῆς, ὅταν βάπτοντες τὴν πορφύραν καθιῶσι τὰς αἱματίδας, ὄρφνιαι γίνονται καὶ μέλαιναι καὶ ἀεροειδεῖς· τοῦ δ᾽ ἄνθους συνεψηθέντος ἱκανῶς ἁλουργὲς γίνεται εὐανθὲς καὶ λαμπρόν.
因为起初,当染紫色的人浸入那些红色的织物时,它们会变成暗褐色、黑色和天空色;但当染料被充分共煮后,它就会变成华丽而明亮的海紫色。
§5.32Ὥστ’ ἀνάγκη καὶ τῶν ἀνθῶν ὁμοίως πολλὰ τοῖς χρώμασι τῶν καρπῶν διαλλάττειν, καὶ τὰ μὲν ὑπερβαίνειν τὰ δὲ ἀπολείπειν τῶν κατὰ φύσιν χρωμάτων, διὰ τὸ τῶν μὲν ἀτελῆ τῶν δὲ τελείαν γινέσθαι τὴν πέψιν.
因此,花在颜色上与果实有许多不同是必然的,有的超越了自然的颜色,有的则未达到,这是因为一些植物的熟化是不完全的,而另一些则是完全的。
§5.33Τὰ μὲν οὖν ἄνθη καὶ τοὺς καρποὺς διὰ ταύτας τὰς αἰτίας συμβαίνει τοῖς χρώμασιν ἀλλήλων διαφέρειν· τὰ δὲ φύλλα τῶν πλείστων δένδρων τὸ τελευταῖον γίνεται ξανθὰ διὰ τὸ τῆς τροφῆς ὑπολειπούσης φθάνειν αὐτὰ καταξηραινόμενα πρότερον ἢ μεταβάλλειν εἰς τὸ κατὰ φύσιν χρῶμα, ἐπεὶ καὶ τῶν ἀπορρεόντων καρπῶν ἔνιοι γίνονται τῷ χρώματι ξανθοὶ διὰ τὸ καὶ τούτων τῆς πέψεως πρότερον τὴν τροφὴν ὑπολείπειν.
因此,花和果实在颜色上相互不同是由于这些原因;但大多数树木的叶子最后会变黄,这是因为当养分不足时,它们在转变为天生的颜色之前就已经枯萎了。 因为甚至一些落果也因为在熟化之前养分不足而变成黄色。
§5.34Ἔτι δὲ ὅ τε σῖτος καὶ τὰ φυόμενα πάντα· καὶ γὰρ ταῦτα τὸ τελευταῖον γίνεται ξανθά.
此外,谷物和所有生长的植物也是如此;因为这些最后也会变黄。
Τὸ γὰρ ὑγρὸν ἐν αὐτοῖς οὐκέτι μελαινόμενον διὰ τὸ καταξηραίνεσθαι ταχέως ποιεῖ τὴν τοῦ χρώματος μεταβολήν.
因为它们之中的水分由于迅速枯干而不再变黑,从而引起了颜色的变化。
§5.35Μελαινόμενον γὰρ καὶ τῷ χλωρῷ κεραννύμενον γίνεται, καθάπερ εἴρηται, ποῶδες· ἀσθενεστέρου δὲ τοῦ μέλανος ἀεὶ γινομένου, πάλιν κατὰ μικρὸν εἰς τὸ χλωρὸν μεταβάλλει χρῶμα, καὶ τὸ τελευταῖον γίνεται ξανθόν, ἐπεὶ τά γε τῆς ἀπίου φύλλα καὶ τῆς ἀνδράχνης καί τινων ἄλλων πεττόμενα γίνεται φοινικιᾶ.
因为当它变黑并与淡绿色混合时,正如已经说过的,会变成草绿色;但随着黑色变得越来越弱,它又逐渐转变为淡绿色,最后变黄。 不过,梨树、草莓树以及其他一些植物的叶子在成熟时会变成深红色。
§5.36Πλὴν ὅσα καὶ τούτων καταξηραίνεται ταχέως, ταῦτα γίνεται ξανθὰ διὰ τὸ τούτων πρὸ τῆς πέψεως τὴν τροφὴν ὑπολείπειν.
除了其中那些迅速枯干的叶子之外,这些叶子由于在熟化前养分不足而变黄。
Τὰς μὲν οὖν τῶν φυτῶν διαφορὰς μάλιστα εὔλογον συμβαίνειν διὰ τὰς εἰρημένας αἰτίας.
因此,植物的这些差异最合理地被认为是由于上述原因造成的。