§5.24Ἐν ὅσοις δ᾽ ὑπάρχει τῶν φυτῶν ἓν χρῶμα μόνον, οἷον τὸ λευκὸν ἢ τὸ μέλαν ἢ τὸ φοινικοῦν ἢ τὸ ἁλουργές, τούτων δὲ πάντων οἱ καρποὶ διαμένουσιν ἀεὶ τὴν αὐτὴν ἔχοντες τοῦ χρώματος φύσιν, ὅταν ἅπαξ ἐκ τοῦ ποώδους εἰς ἄλλην χρόαν μεταβάλλωσιν.
植物のうちで、ただ一つの色彩だけが存在するもの、たとえば白や黒、深紅色や海紫色のようなものでは、それらのすべての果実は、一度草緑色から他の色彩へと変化すると、常に同じ色彩の性質を保ち続ける。
§5.25Τὰ δ᾽ ἄνθη τοῖς καρποῖς ἐπ᾽ ἐνίων μὲν ὁμόχροα συμβαίνει γίνεσθαι, καθάπερ ἔχει καὶ ἐπὶ τῆς ῥοιᾶς·
花は、あるものでは果実と同色になることがあり、ちょうど柘榴におけるのと同様である。
καὶ γὰρ ὁ καρπὸς αὐτῆς γίνεται φοινικιοῦς καὶ τὸ ἄνθος·
実際、その果実も花も深紅色になるからである。
ἐπ᾽ ἐνίων δὲ πολὺ τῷ χρώματι διαφέρει, οἷον ἐπί τε τῆς δάφνης καὶ τοῦ κιττοῦ·
しかし、別のあるものでは色彩が大きく異なっており、たとえば月桂樹やキヅタにおけるのと同様である。
τὸ μὲν γὰρ ἄνθος ἐστὶν αὐτῶν ἁπάντων ξανθόν, ὁ δὲ καρπὸς τῶν μὲν μέλας τῶν δὲ φοινικιοῦς.
なぜなら、それらの花はすべて黄色であるが、果実はあるものでは黒く、別のものでは深紅色になるからである。
§5.26Ὁμοίως δ᾽ ἔχει καὶ ἐπὶ τῆς μηλέας·
林檎についても同様である。
καὶ γὰρ ταύτης τὸ μὲν ἄνθος ἐστὶ λευκὸν ἐπιπορφυρίζον, ὁ δὲ καρπὸς ξανθός.
実際、これの花は赤みを帯びた白であり、果実は黄色である。
Τῆς δὲ μήκωνος τὸ μὲν ἄνθος φοινικιοῦν, ὁ δὲ καρπὸς ὁ μὲν μέλας ὁ δὲ λευκός, παρὰ τὸ καὶ τὰς πέψεις τῶν ἐνυπαρχόντων ἐν αὐτοῖς χυλῶν κατ᾽ ἄλλους γίνεσθαι χρόνους.
また芥子の花は深紅色であるが、果実はあるものは黒く、あるものは白い。 これは、それらの中に存在する汁の成熟もまた、異なる時期に起こるためである。
§5.27Ῥᾴδιον δὲ τοῦτο ἐκ πολλῶν συνιδεῖν·
このことは多くのことから容易に理解できる。
καὶ γὰρ τῶν καρπῶν ἔνιοι, καθάπερ εἴρηται, πολλὰς διαφορὰς ἅμα τῇ πέψει λαμβάνουσιν.
実際、果実の中には、すでに述べられたように、成熟と同時に多くの差異を帯びるものがある。
Διὸ καὶ τὰς ὀσμὰς καὶ τοὺς χυλοὺς πολὺ διαφόρους συμβαίνει τοῖς ἄνθεσι καὶ τοῖς καρποῖς συνακολουθεῖν.
それゆえ、香りや汁についても、花と果実において大きく異なるものが伴うことになるのである。
§5.28Ἔτι δὲ μᾶλλον τοῦτό ἐστιν ἐπ᾽ αὐτῶν τῶν ἀνθῶν φανερόν·
このことは、花それ自体においてさらにより顕著である。
τοῦ γὰρ αὐτοῦ φύλλου τὸ μέν ἐστι μέλαν τὸ δὲ φοινικιοῦν, ἐνίων δὲ τὸ μέν τι λευκὸν τὸ δὲ πορφυροειδές.
なぜなら、同一の花弁の一部分が黒く、別の一部分が深紅色であったり、あるものでは一部が白く、一部が紫色であったりするからである。
Οὐχ ἥκιστα δὲ τοῦτο φανερόν ἐστιν ἐπὶ τῆς ἴριδος·
このことはアイリスにおいて最も顕著である。
πολλὰς γὰρ ἔχει καὶ τοῦτο τὸ ἄνθος ἐν αὑτῷ ποικιλίας παρὰ τὰς τῆς πέψεως διαφοράς, ὥσπερ καὶ τῶν βοτρύων, ὅταν ἤδη πεπαινόμενοι τυγχάνωσιν.
というのも、この花も、ちょうど葡萄の房がすでに熟していくときにそうであるように、成熟の差異に応じて、それ自体の中に多くの多様性を持つからである。
§5.29Διὸ καὶ πάντων μάλιστα συμβαίνει πέττεσθαι τῶν ἀνθῶν τὰ ἄκρα, τὰ δὲ πρὸς ταῖς ἀρχαῖς ἀχρούστερα γίνεται πολλῷ.
それゆえ、すべての花において、先端部分が最もよく成熟する一方で、根元に近い部分ははるかに色が薄くなる。
Σχεδὸν γὰρ ἐνίων ὥσπερ ἐκκάεται τὸ ὑγρὸν πρότερον ἢ λαβεῖν τὴν οἰκείαν πέψιν.
なぜなら、あるものでは、独自の成熟を受ける前に、水分がほぼ干上がってしまうかのようだからである。
§5.30Διὸ καὶ τὰ μὲν ἄνθη τῷ χρώματι διαμένει, οἱ δὲ καρποὶ πεττόμενοι μεταβάλλουσιν·
それゆえ、花は色彩を維持する一方で、果実は成熟するにつれて変化する。
τὰ μὲν γὰρ διὰ μικρότητα τῆς τροφῆς ταχέως ἐκπέττεται, οἱ δὲ καρποὶ διὰ τὸ πλῆθος τῆς ὑγρασίας εἰς πάσας ἅμα τῇ πέψει τὰς κατὰ φύσιν χρόας μεταβάλλουσιν.
なぜなら、花は栄養分の少なさのために急速に成熟し尽くされるが、果実は水分の多さのために、成熟とともに、自然なあらゆる色彩へと同時に変化するからである。
Φανερὸν δὲ τοῦτο ἐστί, καθάπερ εἴρηται πρότερον, καὶ ἐπὶ τῶν βαπτομένων ἀνθῶν.
このことは、先に述べられたように、染色されるものにおいても明らかである。
§5.31Τὰ μὲν γὰρ ἐξ ἀρχῆς, ὅταν βάπτοντες τὴν πορφύραν καθιῶσι τὰς αἱματίδας, ὄρφνιαι γίνονται καὶ μέλαιναι καὶ ἀεροειδεῖς· τοῦ δ᾽ ἄνθους συνεψηθέντος ἱκανῶς ἁλουργὲς γίνεται εὐανθὲς καὶ λαμπρόν.
実際、最初は、染色を施す人々が貝紫のなかに赤い繊維を浸すとき、それらは暗褐色や黒色、あるいは空気色になるが、染料が十分に煮つめられると、華やかで輝かしい海紫色になる。
§5.32Ὥστ’ ἀνάγκη καὶ τῶν ἀνθῶν ὁμοίως πολλὰ τοῖς χρώμασι τῶν καρπῶν διαλλάττειν, καὶ τὰ μὲν ὑπερβαίνειν τὰ δὲ ἀπολείπειν τῶν κατὰ φύσιν χρωμάτων, διὰ τὸ τῶν μὲν ἀτελῆ τῶν δὲ τελείαν γινέσθαι τὴν πέψιν.
したがって、花も同様に、果実の色彩とは多くの点で異なることになり、あるものは自然な色彩を超越し、あるものはそれに達しないことになる。 これは、あるものでは成熟が不完全に、別の性質では完全に起こるからである。
§5.33Τὰ μὲν οὖν ἄνθη καὶ τοὺς καρποὺς διὰ ταύτας τὰς αἰτίας συμβαίνει τοῖς χρώμασιν ἀλλήλων διαφέρειν·
それゆえ、花と果実が互いに色彩において異なるのは、これらの原因によるのである。
τὰ δὲ φύλλα τῶν πλείστων δένδρων τὸ τελευταῖον γίνεται ξανθὰ διὰ τὸ τῆς τροφῆς ὑπολειπούσης φθάνειν αὐτὰ καταξηραινόμενα πρότερον ἢ μεταβάλλειν εἰς τὸ κατὰ φύσιν χρῶμα, ἐπεὶ καὶ τῶν ἀπορρεόντων καρπῶν ἔνιοι γίνονται τῷ χρώματι ξανθοὶ διὰ τὸ καὶ τούτων τῆς πέψεως πρότερον τὴν τροφὴν ὑπολείπειν.
一方、ほとんどの樹木の葉は、最後には黄色になるが、これは栄養分が不足するために、自然な色彩へと変化する前に乾燥してしまうからである。 実際、落下する果実の中にも、成熟する前に栄養分が不足するために色彩が黄色になるものがあるからである。
§5.34Ἔτι δὲ ὅ τε σῖτος καὶ τὰ φυόμενα πάντα·
さらに、穀物や生長するすべての植物も同様である。
καὶ γὰρ ταῦτα τὸ τελευταῖον γίνεται ξανθά.
実際、これらも最後には黄色になる。
Τὸ γὰρ ὑγρὸν ἐν αὐτοῖς οὐκέτι μελαινόμενον διὰ τὸ καταξηραίνεσθαι ταχέως ποιεῖ τὴν τοῦ χρώματος μεταβολήν.
なぜなら、それらの中の水分が急速に乾燥するために、もはや黒くならず、色彩の変化を引き起こすからである。
§5.35Μελαινόμενον γὰρ καὶ τῷ χλωρῷ κεραννύμενον γίνεται, καθάπερ εἴρηται, ποῶδες· ἀσθενεστέρου δὲ τοῦ μέλανος ἀεὶ γινομένου, πάλιν κατὰ μικρὸν εἰς τὸ χλωρὸν μεταβάλλει χρῶμα, καὶ τὸ τελευταῖον γίνεται ξανθόν, ἐπεὶ τά γε τῆς ἀπίου φύλλα καὶ τῆς ἀνδράχνης καί τινων ἄλλων πεττόμενα γίνεται φοινικιᾶ.
というのも、水分が黒くなり淡緑色と混ざり合うときには、すでに述べられたように、草緑色になるが、黒い部分が常に弱くなるにつれて、再び少しずつ淡緑色の色彩へと変化し、最後には黄色になるからである。 ただし、梨やイチゴノキ、あるいは他のいくつかの植物の葉は、成熟すると深紅色になる。
§5.36Πλὴν ὅσα καὶ τούτων καταξηραίνεται ταχέως, ταῦτα γίνεται ξανθὰ διὰ τὸ τούτων πρὸ τῆς πέψεως τὴν τροφὴν ὑπολείπειν.
ただし、これらのうちでも急速に乾燥するものは、成熟する前に栄養分が不足するために黄色になる。
Τὰς μὲν οὖν τῶν φυτῶν διαφορὰς μάλιστα εὔλογον συμβαίνειν διὰ τὰς εἰρημένας αἰτίας.
それゆえ、植物の差異が最も合理的に説明されるのは、上述された原因によるのである。