Humanitext Reader

亚里士多德 · 论颜色 §5.13-5.23

果实成熟中的色彩推移与贝紫染色

第 7 段,共 11 段 · 希腊语

内容简介

文章通过将果实成熟时的色彩变化比作贝紫染色的过程,解释了颜色转化的机制,并列举了具体果实(如葡萄、椰枣、石榴、罂粟等)以及环境现象中深红和黑色等色彩相继占主导地位的例子。

§5.13Καὶ τούτου συνεψομένου περὶ τὰς τῶν καρπῶν πέψεις ὑπό τε τοῦ ἡλίου καὶ τῆς τοῦ ἀέρος θερμότητος, ἕκαστα καθ᾽ ἑαυτὰ συνίσταται τῶν χρμάτων, τὰ μὲν θᾶττον τὰ δὲ βραδύτερον, καθάπερ συμβαίνει καὶ περὶ τὴν βαφὴν τὴν τῆς πορφύρας.
并且,在果实成熟期间,当这水分被太阳和空气的热量共同煮熟时,每一种颜色都各自形成,有的较快,有的较慢,正如在贝紫染色中所发生的那样。
§5.14Καὶ γὰρ ταύτην ὅταν κόψαντες ἅπασαν ἐξ αὐτῆς τὴν ὑγρασίαν ἐκκλύσωσι, καί ταύτην ἐγχέαντες ἕψωσιν ἐν ταῖς χύτραις, τὸ μὲν πρῶτον οὐδὲν ὅλως ἐν τῇ βαφῇ τῶν χρωμάτων φανερόν ἐστι διὰ τὸ κατὰ μικρὸν ἕκαστον αὐτῶν τοῦ ὑγροῦ συνεψομένου μᾶλλον καὶ τῶν ἔτι ὑπαρχόντων ἐν αὐτοῖς χρωμάτων μιγνυμένων ἀλλήλοις πολλὰς καὶ ποικίλας λαμβάνειν διαφοράς· καὶ γὰρ μέλαν καὶ λευκὸν καὶ ὄρφνιον καὶ ἀεροειδὲς καὶ τότε ἅπαν γίνεται συνεψηθέντων, ὥστε διὰ τὴν κρᾶσιν μηκέτι καθ᾽ αὑτὸ μηδὲν τῶν ἄλλων χρωμάτων φανερὸν εἶναι.
事实上,当人们将这捣碎并洗出其中所有的水分,将其倒入大锅中煮沸时,起初在染料中完全看不到任何颜色,因为随着水分进一步被共煮,其中的每一种颜色都逐渐与依然存在于其中的颜色相混合,从而呈现出许多而多样的差异;因为当它们被共煮时,当时一切都变成了黑色、白色、暗褐色和天空色,由于这种混合,其他颜色没有一种能再单独显现出来。
§5.15Τὸ δ᾽ αὐτὸ τοῦτο συμβαίνει καὶ ἐπὶ τῶν καρπῶν.
这种完全相同的情况也发生在果实上。
Ἐν πολλοῖς γὰρ διὰ τὸ μὴ πάσας ἅμα γίνεσθαι τὰς τῶν χρωμάτων πέψεις, ἀλλὰ τὰ μὲν αὐτῶν συνίστασθαι πρότερον τὰ δ᾽ ὕστερον, ἐξ ἑτέρων εἰς ἕτερα μεταβάλλουσιν, ὥσπερ καὶ οἱ βότρυες καὶ οἱ φοίνικες.
因为在许多果实中,由于色彩的熟化并非同时发生,而是其中一些先形成,另一些后形成,所以它们从一种颜色改变为另一种颜色,正如葡萄串和椰枣一样。
§5.16Καὶ γὰρ τούτων ἔνιοι τὸ μὲν πρῶτον γίνονται φοινικοῖ, τοῦ δὲ μέλανος ἐν αὐτῷ συνισταμένου μεταβάλλουσι πάλιν εἰς τὸ οἰνωπόν· τὸ δὲ τελευταῖον γίνονται κυανοειδεῖς, ὅταν ἤδη καὶ τὸ φοινικιοῦν πολλῷ καὶ ἀκράτῳ τῷ μέλανι μιχθῇ.
的确,在这些果实中,有的起初变成深红色,当黑色在其中形成时,它们又转变为葡萄酒色;最后,当深红色也与大量且纯净的黑色相混合时,它们就变成了暗蓝色。
§5.17Τὰ γὰρ ὕστερον ἐπιγινόμενα τῶν χρωμάτων, ὅταν κρατήσῃ, τὰς προτέρας χρόας ἐξαλλάττει, Μάλιστα δὲ τοῦτο ἐπὶ τῶν μελάνων καρπῶν φανερόν ἐστιν·
因为后来产生的颜色一旦占了上风,就会改变先前的颜色。
σχεδὸν γὰρ αὐτῶν οἱ πλεῖστοι, καθάπερ εἴρηται, κατ᾽ ἀρχὰς μὲν ἐκ τοῦ ποώδους μεταβάλλοντες μικρὸν ἐπιφοινικίζουσι καὶ γίνονται πυρροί, ταχὺ δὲ μεθίστανται πάλιν ἐκ τοῦ πυρροῦ καὶ ἀκράτου τοῦ μέλανος ἐν τοῖς τοιούτοις ἐνυπάρχοντος.
这在黑色果实中最为明显;因为它们之中的绝大多数,正如已经说过的那样,起初由草绿色转变为微带深红,变成火红色,但由于此类事物中存在着纯净的黑色,它们很快又从火红色转变。
§5.18Δηλοῖ δέ· καὶ γὰρ τὰ κλήματα καὶ τὰ ἔρια καὶ τὰ φύλλα πάντων ἐστὶ τῶν τοιούτων μέλανα διὰ τὸ πλείστην ἐν αὐτοῖς ὑπάρχειν τὴν τοιαύτην χρόαν, ἐπεὶ διότι γε τῶν καρπῶν οἱ μέλανες ἀμφοτέρων τῶν χρωμάτων μετέχουσι, φανερόν ἐστιν· πάντων γὰρ ὁ χυλὸς γίνεται τῶν τοιούτων οἰνωπός.
这显而易见;因为所有此类植物的嫩枝、根和叶子都是黑色的,因为在它们之中这种颜色存在得最多,而且显然黑色的果实兼有这两种颜色;因为所有此类果实的汁液都变成葡萄酒色。
Τὰ δὲ χρώματα ἐν τῇ γενέσει προτερεῖ τὰ φοινικιᾶ τῶν μελάνων.
在生成的过程中,深红色先于黑色。
§5.19Δηλοῖ δέ· καὶ γὰρ τὰ ὑπὸ τοὺς σταλαγμοὐς ἐδάφη, καὶ ὅλως ὅπου συμβαίνει γίνεσθαι μετρία ὑδάτων ἔκρυσις ἐν τόποις σκιεροῖς, ἅπαντα μεταβάλλει πρῶτον ἐκ τοῦ ποώδους εἰς τὸ φοινικιοῦν χρῶμα, καὶ γίνεται τὸ ἔδαφος ὡς ἂν αἵματος ἀρτίως ἐπεσφαγμένου κατὰ τὸν τόπον τοῦτον, καθ᾽ ὃν ἂν λάβῃ τὸ ποῶδες τῶν χρωμάτων τὴν πέψιν· τὸ δὲ τελευταῖον καὶ τοῦτο μέλαν ἰσχυρῶς γίνεται καὶ κυανοειδές.
这显而易见;因为在水滴落下的地面,以及一般在阴凉处发生适度积水流出的地方,一切起初都从草绿色转变为深红色,而在草绿色获得熟化的那个地方,地面变得就像刚被宰杀的鲜血一样;但最后,这也会变得非常黑并呈现暗蓝色。
§5.20Ὅπερ συμβαίνει καὶ ἐπὶ τῶν καρπῶν.
这同样发生在果实上。
Ὅτι δὲ χρωμάτων ὕστερον ἐπιγινομένων, ὅταν κρατῆται τὰ πρότερον, τὸ χρῶμα τῶν καρπῶν μεταβάλλει, καὶ διὰ τῶν τοιούτων ῥᾴδιον συνιδεῖν.
而当后来产生的颜色压倒先前的颜色时,果实的颜色就会改变,这从这些事物中也容易看清。
§5.21Καὶ γὰρ τῆς ῥοιᾶς ὁ καρπὸς καὶ τὰ τῶν ῥόδων φύλλα κατ᾽ ἀρχὰς μὲν γίνεται λευκά, τὸ δὲ τελευταῖον ἤδη χρωζομένων ἐν αὐτοῖς τῶν χυλῶν ὑπὸ τῆς πέψεως ἀποχραίνεται, καὶ μεταβάλλει πάλιν εἰς τὸ τοῦ ἁλουργοῦ χρῶμα καὶ τὸ φοινικιοῦν.
事实上,石榴的果实和玫瑰的花瓣起初变成白色,但最后,当它们之中的汁液因成熟而着色时,它们就被染色,并再次转变为海紫色和深红色。
§5.22Τὰ δὲ καὶ πλείους ἐπ᾽ αὐτοῖς ἔχει χρόας, καθάπερ καὶ ἐπὶ τῆς μήκωνος ὁ ὀπὸς καὶ τῆς ἐλαίας ὁ ἀμόργης· καὶ γὰρ οὗτος τὸ μὲν πρῶτον γίνεται λευκός, καθάπερ καὶ ὁ τῆς ῥοιᾶς καρπός, λευκανθεὶς δὲ πάλιν εἰς τὸ φοινικιοῦν μεταβάλλει χρῶμα, τὸ δὲ τελευταῖον πολλῷ τῷ μέλανι κραθεὶς γίνεται κυανοειδής.
有的事物甚至在其上具有更多的颜色,正如罂粟的乳汁和橄榄的油渣汁;因为这起初也变成白色,正如石榴的果实一样,变白之后又转变为深红色,最后由于与大量黑色相混合而变成暗蓝色。
§5.23Διὸ καὶ τὰ τῆς μήκωνος φύλλα τὰ μὲν ἄνω ἔχει φοινικιοῦντα παρὰ τὸ γίνεσθαι ταχεῖαν αὐτῶν τὴν ἔκπεψιν, τὰ δὲ πρὸς ταῖς ἀρχαῖς μέλανα, ἤδη τούτου τοῦ χρώματος ἐν αὐτοῖς ἐπικρατοῦντος, ὥσπερ καὶ ἐπὶ τοῦ καρποῦ· καὶ γὰρ τὸ τελευταῖον γίνεται μέλας.
因此,罂粟的花瓣上部由于熟化迅速而呈现深红色,而靠近基部的部分则是黑色的,因为这种颜色在其中已占上风,正如在果实的情况中一样;因为最后它也变成黑色。

词汇与语法注释

  1. §5.13τούτου συνεψομένου — 属格绝对结构,以指示前一节末尾 `ὑγρόν`(水分)的中性代名词 `τούτου` 作为分词的逻辑主语。
  2. §5.14συνεψηθέντων — 省略主语的属格绝对结构,指代前文中被混合和共煮的各种色彩要素(中性复数)。
  3. §5.18ἔρια — 字面意思是“羊毛”。由于此处的上下文关于植物,它可能指植物表面的毛状纤维,或者被认为是 `ἔρνη`(新芽、嫩枝)的抄写错误。
  4. §5.22λευκανθεῖσαι — 文本中的语法不一致之处;虽为阴性复数分词,但在性、数上无法与先行词 `ἀμόργης`(阳性)或 `ὀπός`(阳性)一致,暗示可能存在抄写错误(如应为 `λευκανθείς`)。

引用这一段

亚里士多德, 论颜色 §5.13-5.23. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg007.humanitext-grc1:5.13-5.23

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。