§5.1Τὰ δὲ τριχώματα καὶ τὰ πτερώματα καὶ τὰ ἄνθη καὶ οἱ καρποὶ καὶ τὰ φυτὰ πάντα ὅτι μὲν ἅμα τῇ πέψει πάσας τὰς τῶν χρωμάτων λαμβάνει μεταβολάς, φανερὸν ἐκ πολλῶν·
\n毛发、羽毛、花朵、果实以及所有植物随着成熟而获得色彩的所有变化,这从许多例子中是显而易见的。
τίνες δέ εἰσιν ἑκάστοις τῶν φυομένων ἀρχαὶ τῶν χρωμάτων, καὶ ποίας τὰς μεταβολὰς ἐκ ποίων λαμβάνουσι, καὶ δι᾽ ἂς αἰτίας ταῦτα πάσχει, κἂν εἴ τινας ἄλλας ἀπορίας αὐτοῖς συμβαίνει παρακολουθεῖν, περὶ πάντων τούτων ἐπισκεπτέον ἐκ τῶν τοιούτων.
然而,对于每一个生长的事物来说,色彩的本源是什么,它们从什么中获得怎样的变化,以及因为什么原因经历这些变化,如果还有其他相伴随的疑问,所有这些问题都必须从这些事实中加以考察。
§5.2Ἐν πᾶσι δὴ τοῖς φυτοῖς ἀρχὴ τὸ ποῶδές ἐστι τῶν χρωμάτων· καὶ γὰρ οἱ βλαστοὶ καὶ τὰ φύλλα καὶ οἱ καρποὶ γίνονται κατ᾽ ἀρχὰς ποώδεις.
\n\n的确,在所有植物中,颜色的起始是草绿色;因为新芽、叶子和果实最初都是草绿色的。
Ἴδοι δ᾽ ἄν τις τοῦτο καὶ ἐπὶ τῶν ὑομένων ὑδάτων· ὅπου ἂν πλείονα χρόνον συστῇ τὸ ὕδωρ, πάλιν ἀποξηραινόμενον γίνεται τῷ χρώματι ποῶδες.
人们也可以在雨水的情况中看到这一点;在水积聚较长时间的地方,当它再次干涸时,其颜色就会变成草绿色。
§5.3Κατὰ λόγον δὲ συμβαίνει καὶ τὸ πρῶτον ἐν πᾶσι τοῖς φυομένοις τοῦτο συνίστασθαι τῶν χρωμάτων.
\n\n而在所有生长的事物中,这种颜色最先形成也是符合常理的。
Τὰ γὰρ ὕδατα πάντα χρονιζόμενα κατ᾽ ἀρχὰς μὲν γίνεται χλωρά, κεραννύμενα ταῖς τοῦ ἡλίου αὐγαῖς, κατὰ μικρὸν δὲ μελαινόμενα, πάλιν μιγνύμενα τῷ χλωρῷ, γίνεται ποώδη.
因为所有的水在搁置较长时间时,起初由于与太阳的光线相混合而变成淡绿色,随后逐渐变黑,并再次与淡绿色混合,从而变成草绿色。
§5.4Τὸ γὰρ ὑγρόν, ὥσπερ εἴρηται, καθ᾽ ἑαυτὸ παλαιούμενον καὶ καταξηραινόμενον μελαίνεται, καθάπερ καὶ τὰ ἐν ταῖς δεξαμεναῖς κονιάματα· καὶ γὰρ τούτων ὅσα μέν ἐστιν ἀεὶ καθ᾽ ὕδατος, ταῦτα μὲν ἅπαντα γίγνεται μέλανα διὰ τὸ καθ᾽ αὑτὰ μὴ ξηραίνεσθαι διαψυχόμενον τὸ ὑγρόν, ὅσον δ᾽ ἀπαντλούμενον ἡλιοῦται, τὸ μὲν ποῶδες γίνεται διὰ τὸ τὸ ξανθὸν τῷ μέλανι κεράννυσθαι.
\n\n因为正如已经说过的那样,水分在自身老化和干涸时会变黑,正如蓄水池中的抹灰一样;因为在这些灰泥中,凡是始终处于水下的部分,都因为冷却的水分自身不干涸而全部变黑,而那些被排干并暴晒在阳光下的部分,则由于黄色与黑色相混合而变成草绿色。
§5.5Μᾶλλον μὲν οὖν τοῦ ὑγροῦ μελαινομένου τὸ ποῶδες γίνεται κατακορὲς ἰσχυρῶς καὶ πρασοειδές.
\n\n因此,随着水分更加变黑,草绿色会变得非常浓郁,呈现出韭菜绿色。
Διὸ καὶ πάντων οἱ παλαιοὶ βλαστοὶ πολὺ μᾶλλόν εἰσι τῶν νέων μέλανες· οἱ δὲ ξανθότεροι διὰ τὸ μήπω τὸ ὑγρὸν ἐν αὐτοῖς μελαίνεσθαι.
所以,所有植物的陈旧新芽都比嫩芽要黑得多;而嫩芽较黄,是因为它们之中的水分尚未变黑。
§5.6Τῆς γὰρ αὐξήσεως αὐτῶν βραδυτέρας γιγνομένης, καὶ τῆς ὑγρασίας πολὺν χρόνον ἐμμενούσης, διὰ τὸ ψυχόμενον ἰσχυρῶς μελαίνεσθαι τὸ ὑγρόν, γίνεται πρασοειδὲς ἀκράτῳ τῷ μέλανι κεραννύμενον.
\n\n因为由于它们的生长变慢,且水分存留了很长时间,冷却的水分剧烈变黑,与纯黑色相混合,便变成了韭菜绿色。
§5.7Ἐν ὅσοις δὲ τὸ ὑγρὸν μὴ μίγνυται ταῖς τοῦ ἡλίου αὐγαῖς, τούτων διαμένει τὸ χρῶμα λευκόν, ἐὰν μὴ χρονιζόμενον καὶ καταξηραινόμενον μελανθῇ πρότερον.
\n\n而在水分不与太阳光线相混合的事物中,它们的颜色保持为白色,除非因为搁置时间长且干涸而事先变黑。
Διὸ καὶ τὰ μὲν ὑπὲρ γῆς χλωρὰ πάντων τῶν φυομένων τὸ πρῶτόν ἐστι, τὰ δὲ κατὰ γῆς, καυλοὶ καὶ ῥίζαι λευκαί.
因此,所有生长事物的地上部分起初都是淡绿色的,而地下部分,如茎和根,则是白色的。
§5.8Καὶ οἱ βλαστοὶ κατὰ γῆς μὲν ὄντες εἰσὶ λευκοί, περιαιρεθείσης δὲ τῆς γῆς τὸ μὲν ἐξ ἀρχῆς, ὡς προείρηται, πάντες γίγνονται ποιώδεις διὰ τὸ καὶ τὴν ὑγρασίαν τὴν διὰ τῶν βλαστῶν εἰς αὐτοὺς διηθουμένην τοιαύτην ἔχειν τὴν τοῦ χρώματος φύσιν, καὶ ταχέως αὐτὴν εἰς τὴν αὔξησιν καταναλίσκεσθαι τὴν τῶν καρπῶν·
\n\n新芽在地下时也是白色的,但当泥土被移除时,起初如前所述,它们全部都变成草绿色,这是因为通过新芽过滤渗入其中的水分具有这种颜色的性质,并且迅速被消耗用于果实的生长。
ὅταν δὲ μηκέτι αὐξάνωνται διὰ τὸ μὴ κρατεῖν ἤδη τὸ θερμὸν τῆς ἐπιρρεούσης τροφῆς, ἀλλὰ καὶ τοὐναντίον ἀναλύηται τὸ ὑγρὸν ὑπὸ τῆς θερμότητος. §5.9Ὄταν δὲ πεπαίνωνται οἱ καρποὶ πάντες, καὶ τῆς ὑπαρχούσης ἐν αὐτοῖς ὑγρασίας συνεψομένης ὑπό τε τοῦ ἡλίου καὶ τῆς τοῦ ἀέρος θερμότητος ἕκαστοι ἀπολαμβάνουσι τὰς ἀπὸ τῶν φυτῶν χρόας, καθάπερ καὶ τὰ βαπτόμενα τῶν ἀνθῶν.
但是,当它们由于热量不再能战胜源源不断流入的营养而不再生长,反而相反地,水分被热量分解时,\n\n而当所有的果实成熟,且其中存在的水分被太阳和空气的热量共同煮熟时,它们每一个都获得了来自植物的颜色,正如被染色之物从花朵中获得颜色一样。
§5.10Διὸ κατὰ μικρὸν χρώζονται, καὶ μάλιστα αὐτῶν τὰ πρὸς τὸν ἥλιον ἐστραμμένα καὶ τὴν ἀλέαν.
\n\n因此,它们逐渐着色,尤其是其中面向太阳和温暖之处的部分。
Ὤστε καὶ τὰς χρόας αὐτῶν ἅμα ταῖς ὥραις ἁπάντων μεταβάλλειν.
结果,它们所有事物的颜色都随着季节而改变。
Φανερὸν δὲ τοῦτο ἐστίν· οἱ γὰρ τοῦ ποώδους χρώματος ἅπαντες ἤδη πεπαινόμενοι μεταβάλλουσιν εἰς τὸ κατὰ φύσιν χρῶμα.
这是显而易见的;因为所有呈草绿色的事物在成熟时,都改变为它们天然的颜色。
§5.11Καὶ γὰρ λευκοὶ καὶ μέλανες καὶ φαιοὶ καὶ ξανθοὶ καὶ μελανοειδεῖς καὶ σκιοειδεῖς καὶ φοινικιοῖ καὶ οἰνωποὶ καὶ κροκοειδεῖς καὶ σχεδὸν ἁπάσας ἔχοντες γίγνονται τὰς τῶν χρωμάτων διαφοράς.
\n\n因为它们会变成白色、黑色、灰色、黄色、黑褐色、阴影般的暗色、深红红色、葡萄酒色、藏红花黄色,并且几乎具有颜色的一切差异。
§5.12Ἐπεὶ δὲ τὰ πλεῖστα γίνεται τῶν χρωμάτων πλειόνων κεραννυμένων ἀλλήλοις, φανερὸν ὅτι καὶ τὰς ἐν τοῖς φυτοῖς χρόας ἀνάγκη τὰς αὐτὰς ἔχειν κράσεις· διὰ γὰρ τούτων τὸ ὑγρὸν διηθούμενον, καὶ μεθ᾽ ἑαυτοῦ συνεκκλύζον, ἁπάσας λαμβάνει τὰς τῶν χρωμάτων δυνάμεις.
\n\n由于大多数颜色是由多种颜色相互混合而成的,显而易见,植物中的颜色也必然具有同样的混合方式;因为水分在通过它们过滤并随自身一同冲刷出颜色时,便获得了颜色的一切效能。