§5.1Τὰ δὲ τριχώματα καὶ τὰ πτερώματα καὶ τὰ ἄνθη καὶ οἱ καρποὶ καὶ τὰ φυτὰ πάντα ὅτι μὲν ἅμα τῇ πέψει πάσας τὰς τῶν χρωμάτων λαμβάνει μεταβολάς, φανερὸν ἐκ πολλῶν·
\n毛や羽、花や果実、そしてすべての植物が、成熟とともに色彩のあらゆる変化を受け取ることは、多くの事例から明らかである。
τίνες δέ εἰσιν ἑκάστοις τῶν φυομένων ἀρχαὶ τῶν χρωμάτων, καὶ ποίας τὰς μεταβολὰς ἐκ ποίων λαμβάνουσι, καὶ δι᾽ ἂς αἰτίας ταῦτα πάσχει, κἂν εἴ τινας ἄλλας ἀπορίας αὐτοῖς συμβαίνει παρακολουθεῖν, περὶ πάντων τούτων ἐπισκεπτέον ἐκ τῶν τοιούτων.
しかし、生長する個々のものにおいて、色彩の始まりは何であるか、どのような変化をどのようなものから受け取るのか、いかなる原因によってこれらがそのような影響を被るのか、そして、もし他にそれらに伴う難問があるならば、これらすべてについて、そのような事柄から考察しなければならない。
§5.2Ἐν πᾶσι δὴ τοῖς φυτοῖς ἀρχὴ τὸ ποῶδές ἐστι τῶν χρωμάτων·
\n\nすべての植物において、色彩の始まりは草緑色である。
καὶ γὰρ οἱ βλαστοὶ καὶ τὰ φύλλα καὶ οἱ καρποὶ γίνονται κατ᾽ ἀρχὰς ποώδεις.
というのも、新芽も葉も果実も、初めは草緑色になるからである。
Ἴδοι δ᾽ ἄν τις τοῦτο καὶ ἐπὶ τῶν ὑομένων ὑδάτων·
このことは雨水を見てもわかるだろう。
ὅπου ἂν πλείονα χρόνον συστῇ τὸ ὕδωρ, πάλιν ἀποξηραινόμενον γίνεται τῷ χρώματι ποῶδες.
水がより長い間とどまり、再び乾燥していく場所では、その色は草緑色になるのである。
§5.3Κατὰ λόγον δὲ συμβαίνει καὶ τὸ πρῶτον ἐν πᾶσι τοῖς φυομένοις τοῦτο συνίστασθαι τῶν χρωμάτων.
\n\nまた、生長するすべてのものにおいて、この色彩が最初に生じるのは道理にかなっている。
Τὰ γὰρ ὕδατα πάντα χρονιζόμενα κατ᾽ ἀρχὰς μὲν γίνεται χλωρά, κεραννύμενα ταῖς τοῦ ἡλίου αὐγαῖς, κατὰ μικρὸν δὲ μελαινόμενα, πάλιν μιγνύμενα τῷ χλωρῷ, γίνεται ποώδη.
なぜなら、すべての水は、放置されて時間が経つと、初めは太陽の光線と混ざり合って淡緑色になり、徐々に黒ずんで、再び淡緑色と混ざり合うことで草緑色になるからである。
§5.4Τὸ γὰρ ὑγρόν, ὥσπερ εἴρηται, καθ᾽ ἑαυτὸ παλαιούμενον καὶ καταξηραινόμενον μελαίνεται, καθάπερ καὶ τὰ ἐν ταῖς δεξαμεναῖς κονιάματα·
\n\nなぜなら、水分は、すでに述べられたように、それ自体で古くなり乾燥すると黒くなるからであり、これは貯水槽の中の漆喰でも同様である。
καὶ γὰρ τούτων ὅσα μέν ἐστιν ἀεὶ καθ᾽ ὕδατος, ταῦτα μὲν ἅπαντα γίγνεται μέλανα διὰ τὸ καθ᾽ αὑτὰ μὴ ξηραίνεσθαι διαψυχόμενον τὸ ὑγρόν, ὅσον δ᾽ ἀπαντλούμενον ἡλιοῦται, τὸ μὲν ποῶδες γίνεται διὰ τὸ τὸ ξανθὸν τῷ μέλανι κεράννυσθαι.
実際、これらのうち常に水の下にある部分は、冷やされた水分がそれ自体で乾燥しないため、すべて黒くなるが、水が汲み出されて太陽光に晒される部分は、黄色が黒色と混ざり合うために草緑色になる。
§5.5Μᾶλλον μὲν οὖν τοῦ ὑγροῦ μελαινομένου τὸ ποῶδες γίνεται κατακορὲς ἰσχυρῶς καὶ πρασοειδές.
\n\nしたがって、水分がより黒ずむにつれて、草緑色は非常に濃くなり、ニラのような緑色になる。
Διὸ καὶ πάντων οἱ παλαιοὶ βλαστοὶ πολὺ μᾶλλόν εἰσι τῶν νέων μέλανες· οἱ δὲ ξανθότεροι διὰ τὸ μήπω τὸ ὑγρὸν ἐν αὐτοῖς μελαίνεσθαι.
それゆえ、すべての植物において、古い芽は新しい芽よりもはるかに黒っぽく、新しい芽がより黄色いのは、それらの中の水分がまだ黒ずんでいないからである。
§5.6Τῆς γὰρ αὐξήσεως αὐτῶν βραδυτέρας γιγνομένης, καὶ τῆς ὑγρασίας πολὺν χρόνον ἐμμενούσης, διὰ τὸ ψυχόμενον ἰσχυρῶς μελαίνεσθαι τὸ ὑγρόν, γίνεται πρασοειδὲς ἀκράτῳ τῷ μέλανι κεραννύμενον.
\n\nというのも、それらの成長が遅くなり、水分が長くとどまることで、冷やされた水分が強く黒ずむため、純粋な黒と混ざり合ってニラのような緑色になるからである。
§5.7Ἐν ὅσοις δὲ τὸ ὑγρὸν μὴ μίγνυται ταῖς τοῦ ἡλίου αὐγαῖς, τούτων διαμένει τὸ χρῶμα λευκόν, ἐὰν μὴ χρονιζόμενον καὶ καταξηραινόμενον μελανθῇ πρότερον.
\n\n他方、水分が太陽の光線と混ざり合わないものにおいては、時間が経って乾燥し先に黒くならない限り、それらの色は白いままである。
Διὸ καὶ τὰ μὲν ὑπὲρ γῆς χλωρὰ πάντων τῶν φυομένων τὸ πρῶτόν ἐστι, τὰ δὲ κατὰ γῆς, καυλοὶ καὶ ῥίζαι λευκαί.
それゆえ、生長するすべてのもののうち、地上にある部分は最初は淡緑色であり、地下にある茎や根は白いのである。
§5.8Καὶ οἱ βλαστοὶ κατὰ γῆς μὲν ὄντες εἰσὶ λευκοί, περιαιρεθείσης δὲ τῆς γῆς τὸ μὲν ἐξ ἀρχῆς, ὡς προείρηται, πάντες γίγνονται ποιώδεις διὰ τὸ καὶ τὴν ὑγρασίαν τὴν διὰ τῶν βλαστῶν εἰς αὐτοὺς διηθουμένην τοιαύτην ἔχειν τὴν τοῦ χρώματος φύσιν, καὶ ταχέως αὐτὴν εἰς τὴν αὔξησιν καταναλίσκεσθαι τὴν τῶν καρπῶν·
\n\nまた、新芽も地下にある間は白いが、土を取り除くと、前述のように最初はすべて草緑色になる。 それは、新芽を通じてそれらの中に濾過される水分がそのような色彩の性質を帯びており、またその水分が果実の成長のために急速に消費されるからである。
ὅταν δὲ μηκέτι αὐξάνωνται διὰ τὸ μὴ κρατεῖν ἤδη τὸ θερμὸν τῆς ἐπιρρεούσης τροφῆς, ἀλλὰ καὶ τοὐναντίον ἀναλύηται τὸ ὑγρὸν ὑπὸ τῆς θερμότητος.
しかし、流入する養分に対して熱がもはや優らなくなり、それらがもはや成長しなくなると、それどころか逆に、水分は熱によって分解されるようになる。
§5.9Ὄταν δὲ πεπαίνωνται οἱ καρποὶ πάντες, καὶ τῆς ὑπαρχούσης ἐν αὐτοῖς ὑγρασίας συνεψομένης ὑπό τε τοῦ ἡλίου καὶ τῆς τοῦ ἀέρος θερμότητος ἕκαστοι ἀπολαμβάνουσι τὰς ἀπὸ τῶν φυτῶν χρόας, καθάπερ καὶ τὰ βαπτόμενα τῶν ἀνθῶν.
\n\nそして、すべての果実が熟し、その中に存在する水分が太陽と空気の熱によってともに煮つめられるとき、ちょうど染められるものが花から色を受け取るように、個々の果実はそれぞれの植物に由来する色彩を獲得する。
§5.10Διὸ κατὰ μικρὸν χρώζονται, καὶ μάλιστα αὐτῶν τὰ πρὸς τὸν ἥλιον ἐστραμμένα καὶ τὴν ἀλέαν.
\n\nそれゆえ、それらは少しずつ色づいていき、特に太陽と温かさに面している部分が色づく。
Ὤστε καὶ τὰς χρόας αὐτῶν ἅμα ταῖς ὥραις ἁπάντων μεταβάλλειν.
その結果、それらすべての色彩は、季節の推移とともに変化する。
Φανερὸν δὲ τοῦτο ἐστίν·
このことは明らかである。
οἱ γὰρ τοῦ ποώδους χρώματος ἅπαντες ἤδη πεπαινόμενοι μεταβάλλουσιν εἰς τὸ κατὰ φύσιν χρῶμα.
というのも、草緑色であったものはすべて、熟すことによって、すでに本来の自然な色彩へと変化するからである。
§5.11Καὶ γὰρ λευκοὶ καὶ μέλανες καὶ φαιοὶ καὶ ξανθοὶ καὶ μελανοειδεῖς καὶ σκιοειδεῖς καὶ φοινικιοῖ καὶ οἰνωποὶ καὶ κροκοειδεῖς καὶ σχεδὸν ἁπάσας ἔχοντες γίγνονται τὰς τῶν χρωμάτων διαφοράς.
\n\nすなわち、白、黒、灰色、黄色、黒ずんだ色、影のような暗色、深紅、ワイン色、サフラン色になり、色彩のほとんどすべての差異を帯びるようになるのである。
§5.12Ἐπεὶ δὲ τὰ πλεῖστα γίνεται τῶν χρωμάτων πλειόνων κεραννυμένων ἀλλήλοις, φανερὸν ὅτι καὶ τὰς ἐν τοῖς φυτοῖς χρόας ἀνάγκη τὰς αὐτὰς ἔχειν κράσεις·
\n\n色の大部分は、複数の色が互いに混ざり合うことによって生じるのであるから、植物における色彩もまた、同様の混色を持たざるを得ないことは明らかである。
διὰ γὰρ τούτων τὸ ὑγρὸν διηθούμενον, καὶ μεθ᾽ ἑαυτοῦ συνεκκλύζον, ἁπάσας λαμβάνει τὰς τῶν χρωμάτων δυνάμεις.
なぜなら、水分が植物の各部を通じて濾過され、色を自らとともに洗い流すことによって、色彩のあらゆる能力を受け取るからである。