Humanitext Reader

亚里士多德 · 论颜色 §4.1-4.6

染料的种类与渗入孔隙的染色机制

第 5 段,共 11 段 · 希腊语

内容简介

文章列举了植物、泥土和动物分泌液等各种染料,并解释了染料进入被染色物孔隙的机制。通过黑色羊毛染色的例子,说明孔隙之间未染色的间隙如何影响颜色的视觉亮度和色调。

§4.1Τὰ δὲ βαπτόμενα πάντα τὰς χρόας ἀπὸ τῶν βαπτόντων λαμβάνει.
所有被染色的事物都从染料中获得其颜色。
Πολλὰ μὲν γὰρ τοῖς ἄνθεσι βάπτεται τοῖς φυομένοις, πολλὰ δὲ ῥίζαις, πολλὰ δὲ φλοιοῖς ἢ ξύλοις ἢ φύλλοις ἢ καρποῖς.
许多事物是用自然生长的花朵染色,许多是用根,许多是用树皮、木材、叶子或果实染色。
Ἔτι δὲ πολλὰ μὲν γῇ, πολλὰ δ᾽ ἀφρῷ, πολλὰ δὲ καὶ μελαντηρίᾳ.
此外,许多是用泥土染色,许多是用泡沫染色,许多也是用黑矾染色。
Τὰ δὲ καὶ τοῖς τῶν ζῴων χυλοῖς, καθάπερ καὶ τὸ ἁλουργὲς τῇ πορφύρᾳ.
还有一些是用动物的汁液染色,正如用紫色贝类染色的海紫衣一样。
§4.2Τὰ δὲ οἴνῳ, τὰ δὲ καπνῷ, τὰ δὲ κονίᾳ, τὰ δὲ θαλάττῃ, ὥσπερ τὰ τριχώματα τῶν θαλαττίων· καὶ γὰρ ταῦτα πάντα ὑπὸ τῆς θαλάττης γίγνονται πυρρά.
另一些是用葡萄酒染色,另一些是用烟,另一些是用灰汁,另一些是用海水染色,正如海洋生物的毛发一样;因为所有这些都会被海水变成红褐色。
Καὶ ὅλως ὅσα χρόας ἰδίας ἔχει.
总之,会被任何具有其自身特有颜色的事物染色。
§4.3Ἀεὶ γὰρ ἀπὸ πάντων αὐτῶν, ἅμα τῷ τε ὑγρῷ καὶ θερμῷ τῶν χρωμάτων συνεισιόντων εἰς τοὺς τῶν βαπτομένων πόρους, ὅταν ἀποξηρανθῇ, τὰς ἀπ᾽ ἐκείνων χρόας λαμβάνει.
因为总是由于所有这些事物,当颜色的物质随着水分和热量一同进入被染色事物的孔隙中,一旦干燥,它就会从这些物质中获得颜色。
Διὸ καὶ πολλάκις αὐτῶν ἐκπλύνεται, τῶν ἀνθῶν ἐκ τῶν πόρων ἐκρυέντων.
因此,当染料从孔隙中流出时,它们也常常会被洗掉。
§4.4Πολλὰς δὲ καὶ αἱ στύψεις ἐν τῇ βαφῇ ποιοῦσι διαφορὰς καὶ μίξεις, καὶ τὰ πάθη τῶν βαπτομένων, ὥσπερ καὶ ἐπὶ τῆς κράσεως εἴρηται πρότερον.
染色中的媒染剂以及被染色事物的状态也会产生许多差异和混合,正如先前关于颜色混合所说的那样。
Βάπτεται δὲ καὶ τὰ μέλανα τῶν ἐρίων, οὐ μὴν ὁμοίως γε τῷ χρώματι γίγνεται λαμπρά, διὰ τὸ βάπτεσθαι τοὺς πόρους αὐτῶν εἰς τοὺς τῶν ἀνθῶν εἰσιόντας, τὰ δὲ μεταξὺ διαστήματα τῆς τριχὸς μηδεμίαν λαμβάνειν βαφήν.
黑色羊毛也可以被染色,但其颜色确实不会变得同样鲜艳,因为虽然染料进入了它们的孔隙,但毛发之间的间隙却没有吸收任何染料。
§4.5Ταῦτα λευκὰ μὲν ὄντα, καὶ παρ᾽ ἄλληλα κείμενα τοῖς χρῶμασι, ποιεῖ πάντα φαίνεσθαι τὰ ἄνθη λαμπρότερα· τὰ μέλανα δὲ τοὐναντίον σκιερὰ καὶ ζοφώδη.
当这些间隙是白色时,它们与有色部分并排排列,使所有的染料显得更加鲜艳;但当它们是黑色时,相反,它们使染料显得阴暗和昏暗。
Διὸ καὶ τὸ καλούμενον ὄρφνιον εὐανθέστερον γίνεται τῶν μελάνων ἢ τῶν λευκῶν· οὕτω γὰρ ἀκρατέστερον αὐτῶν φαίνεται τὸ ἄνθος, κεραννύμενον ταῖς τοῦ μέλανος αὐγαῖς.
因此,所谓的暗褐色在黑色羊毛上比在白色上显得更鲜艳;因为以这种方式,染料与黑色的光线混合,显得更加柔和。
§4.6Καθ᾽ αὑτὸ μὲν γὰρ τὸ μεταξὺ διάστημα τῶν πόρων οὐχ ὁρᾶται διὰ σμικρότητα, καθάπερ οὐδὲ καττίτερος τῷ χαλκῷ κραθείς, οὐδὲ τῶν ἄλλων οὐθὲν τῶν τοιούτων.
因为孔隙之间的间隙因其微小而本身无法被看见,正如与青铜混合的锡无法被看见,其他此类事物也都一样。
Τῶν δὲ βαπτομένων τὰ χρώματα ἀλλοιοῦται διὰ τὰς εἰρημένας αἰτίας.
而被染色事物的颜色则由于上述原因而改变。

词汇与语法注释

  1. §4.3ἅμα τῷ τε ὑγρῷ καὶ θερμῷ τῶν χρωμάτων συνεισιόντων — ἅμα 是支配与格 τῷ τε ὑγρῷ καὶ θερμῷ(水分与热量)的前置词性副词,而 τῶν χρωμάτων συνεισιόντων 是属格独立结构,意为‘当颜色的物质进入时’。
  2. §4.4διὰ τὸ βάπτεσθαι τοὺς πόρους αὐτῶν εἰς τοὺς τῶν ἀνθῶν εἰσιόντας — 不定式 βάπτεσθαι 的逻辑主语是宾格 τοὺς πόρους αὐτῶν(它们的孔隙),而 εἰσιόντας 是修饰 τῶν ἀνθῶν(染料/花)的动词分词(宾格阳性复数),表示染料进入‘它们的[孔隙]’。
  3. §4.5ἀκρατέστερον — 或是 ἄκρατος(无混合的、纯粹的)的比较级,或是 ἀκρατής(无控制的、强烈的)的比较级。在此处与紧随其后的 κεραννύμενον(通过混合)相关联,表示与黑色背景混合后颜色‘显得更柔和’或‘纯度降低’。

引用这一段

亚里士多德, 论颜色 §4.1-4.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg007.humanitext-grc1:4.1-4.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。