§4.1Τὰ δὲ βαπτόμενα πάντα τὰς χρόας ἀπὸ τῶν βαπτόντων λαμβάνει.
染められるものはすべて、その色を染料から受け取る。
Πολλὰ μὲν γὰρ τοῖς ἄνθεσι βάπτεται τοῖς φυομένοις, πολλὰ δὲ ῥίζαις, πολλὰ δὲ φλοιοῖς ἢ ξύλοις ἢ φύλλοις ἢ καρποῖς.
多くのものは自生する花によって染められ、多くのものは根によって、また多くのものは樹皮や木、葉、果実によって染められる。
Ἔτι δὲ πολλὰ μὲν γῇ, πολλὰ δ᾽ ἀφρῷ, πολλὰ δὲ καὶ μελαντηρίᾳ.
さらに、多くのものは土によって、多くのものは泡によって、また多くのものは黒色色素によっても染められる。
Τὰ δὲ καὶ τοῖς τῶν ζῴων χυλοῖς, καθάπερ καὶ τὸ ἁλουργὲς τῇ πορφύρᾳ.
また、動物の分泌液によって染められるものもあり、たとえば貝紫で染められる紫衣がそうである。
§4.2Τὰ δὲ οἴνῳ, τὰ δὲ καπνῷ, τὰ δὲ κονίᾳ, τὰ δὲ θαλάττῃ, ὥσπερ τὰ τριχώματα τῶν θαλαττίων·
また、ワインによって染められるもの、煙によって、灰汁によって、あるいは海によって染められるものもある。
καὶ γὰρ ταῦτα πάντα ὑπὸ τῆς θαλάττης γίγνονται πυρρά.
たとえば海の生物の毛がそうであり、これらはすべて海によって赤褐色になる。
Καὶ ὅλως ὅσα χρόας ἰδίας ἔχει.
そして一般に、独自の色彩を持つあらゆるものによって染められる。
§4.3Ἀεὶ γὰρ ἀπὸ πάντων αὐτῶν, ἅμα τῷ τε ὑγρῷ καὶ θερμῷ τῶν χρωμάτων συνεισιόντων εἰς τοὺς τῶν βαπτομένων πόρους, ὅταν ἀποξηρανθῇ, τὰς ἀπ᾽ ἐκείνων χρόας λαμβάνει.
なぜなら、乾燥したときにそれらの色を受け取るのは、水分と熱が同時に、染料の色とともに被染色物の孔に入り込むからである。
Διὸ καὶ πολλάκις αὐτῶν ἐκπλύνεται, τῶν ἀνθῶν ἐκ τῶν πόρων ἐκρυέντων.
それゆえ、孔から染料が流れ出ると、色が洗い流されてしまうことも多い。
§4.4Πολλὰς δὲ καὶ αἱ στύψεις ἐν τῇ βαφῇ ποιοῦσι διαφορὰς καὶ μίξεις, καὶ τὰ πάθη τῶν βαπτομένων, ὥσπερ καὶ ἐπὶ τῆς κράσεως εἴρηται πρότερον.
また、染色における媒染剤や被染色物の状態も、多くの違いや混色を生み出す。 これは混色について以前に述べられた通りである。
Βάπτεται δὲ καὶ τὰ μέλανα τῶν ἐρίων, οὐ μὴν ὁμοίως γε τῷ χρώματι γίγνεται λαμπρά, διὰ τὸ βάπτεσθαι τοὺς πόρους αὐτῶν εἰς τοὺς τῶν ἀνθῶν εἰσιόντας, τὰ δὲ μεταξὺ διαστήματα τῆς τριχὸς μηδεμίαν λαμβάνειν βαφήν.
黒い羊毛も染められるが、しかし、染料がその孔に入り込むものの、毛の間の隙間は染料をまったく受け取らないため、その色彩において同様に鮮やかにはならない。
§4.5Ταῦτα λευκὰ μὲν ὄντα, καὶ παρ᾽ ἄλληλα κείμενα τοῖς χρῶμασι, ποιεῖ πάντα φαίνεσθαι τὰ ἄνθη λαμπρότερα· τὰ μέλανα δὲ τοὐναντίον σκιερὰ καὶ ζοφώδη.
これらが白い場合、異なる色彩が並び合うことによって、すべての染料をより鮮やかに見せるが、黒い場合は逆に、影のようで暗く見せる。
Διὸ καὶ τὸ καλούμενον ὄρφνιον εὐανθέστερον γίνεται τῶν μελάνων ἢ τῶν λευκῶν·
それゆえ、いわゆる暗褐色は、白いものからよりも黒いものからの方が、より鮮やかになる。
οὕτω γὰρ ἀκρατέστερον αὐτῶν φαίνεται τὸ ἄνθος, κεραννύμενον ταῖς τοῦ μέλανος αὐγαῖς.
なぜなら、このようにして色素が黒の光線と混ぜ合わされることで、より和らいで見えるからである。
§4.6Καθ᾽ αὑτὸ μὲν γὰρ τὸ μεταξὺ διάστημα τῶν πόρων οὐχ ὁρᾶται διὰ σμικρότητα, καθάπερ οὐδὲ καττίτερος τῷ χαλκῷ κραθείς, οὐδὲ τῶν ἄλλων οὐθὲν τῶν τοιούτων.
というのも、孔の間の個々の隙間は非常に小さいためにそれ自体としては見えず、銅に混ぜ合わされた錫が見えないのや、他のそのような性質のものがすべて見えないのと同じだからである。
Τῶν δὲ βαπτομένων τὰ χρώματα ἀλλοιοῦται διὰ τὰς εἰρημένας αἰτίας.
染色されたものの色は、上述の理由によって変化するのである。