§3.9Ἐπὶ δὲ τῶν ἄλλων ὅσα σκιώδεις ἔχει τὰς χρόαςκαὶ λειότητος μετέχει, ὥσπερ τὸ ὕδωρ καὶ τὰ νέφη καὶ τὰπτερώματα τῶν ὀρνίθων· καὶ γὰρ ταῦτα διά τε τὴν λειότητα καὶ τὰς προσπιπτούσας αὐγάς, ἄλλοτε ἄλλως κεραννυμένας, ποιεῖ διαφόρους τὰς χρόας, καθάπερ καὶ τὸ σκότος.
至于其他具有阴暗色彩并具有光滑表面的事物,例如水、云彩和鸟类的羽毛;因为这些事物也由于其光滑度以及照射在其上的光线在不同时间以不同方式混合,从而产生出不同的颜色,正如暗处一样。
§3.10Τῶν δὲ χρωμάτων οὐδὲν ὁρῶμεν εἰλικρινὲς οἷόν ἐστιν, ἀλλὰ πάντα κεκραμένα ἐν ἑτέροις· καὶ γὰρ ἄν μηδενὶ τῶν ἄλλων, ταῖς γε τοῦ φωτὸς αὐγαῖς καὶ ταῖς σκιαῖς κεραννύμενα ἀλλοῖα, καὶ οὐχ οἷά ἐστι, φαίνεται.
但我们所看到的颜色没有一种是其本来面目的纯粹状态,而是全部与其他事物混合在一起;因为即使不与其他任何事物混合,至少由于与光线及阴影混合,它们也会显得不同,而非其本来面目。
§3.11Διὸ καὶ τὰ ἐν σκιᾷ θεωρούμενα καὶ ἐν φωτὶ καὶ ἡλίῳ, καὶ σκληρᾷ αὐγῇ ἢ μαλακῇ, καὶ κατὰ τὰς ἐγκλίσεις οὕτως ἢ οὕτως ἕχοντι, καὶ κατὰ τὰς ἄλλας διαφοράς, ἀλλοῖα φαίνεται.
因此,在阴影中、在光线和太阳下、在强光或柔光中,以及根据倾斜度的如此或那般,以及根据其他差异所观察到的事物,都会显得不同。
Καὶ ταῖς πρὸς τῷ πυρὶ καὶ τῇ σελήνῃ, καὶ ταῖς τῶν λύχνων αὐγαῖς, διὸ καὶ τὸ φῶς ἑκάστου τούτων ἀλλοιοτέραν ἔχει χρόαν.
在火光、月光以及灯火的光线照射下也是如此;因此,这些光源中每一种的光也具有不同的颜色。
§3.12Καὶ τῇ πρὸς ἄλληλα δὲ μίξει τῶν χρωμάτων· δι᾽ ἀλλήλων γὰρ φερόμενα χρώζεται.
颜色之间的相互混合也是如此;因为当颜色穿过彼此传播时,它们就会被着色。
Τὸ γὰρ φῶς ὅταν προσπεσὸν ὑπό τινων χρωσθῇ, καὶ γένηται φοινικιοῦν ἢ ποῶδες, καὶ τὸ ἀνακλασθὲν προσπέσῃ πρὸς ἕτερόν τι χρῶμα, πάλιν ὑπ᾽ ἐκείνου κεραννύμενον ἄλλην τινὰ λαμβάνει τοῦ χρώματος κρᾶσιν.
因为当光线照射并被某些事物着色,变成深红或草绿色,而反射光又照射到其他某种颜色上时,它再次与之混合,便呈现出另一种颜色的调和。
§3.13Καὶ τοῦτο πάσχον συνεχῶς μὲν οὐκ αἰσθητῶς δὲ ἐνίοτε παραγίνεται πρὸς τὰς ὄψεις ἐκ πολλῶν μὲν κεκραμένον χρωμάτων, ἑνὸς δέ τινος τῶν μάλιστα ἐπικρατούντων ποιοῦν τὴν αἴσθησιν.
连续不断地受到这种影响,尽管有时无法察觉,但它以多种颜色混合的状态到达我们的视觉,并产生其中最占优势的一种颜色的感觉。
Διὸ καὶ καθ᾽ ὕδατος ὑδατοειδῆ μᾶλλον φαίνεται, καὶ τὰ ἐν τοῖς κατόπτροις ὁμοίας ἔχοντα χρόας ταῖς τῶν κατόπτρων.
因此,水中的事物显得更具有水的颜色,而镜中的事物则具有与镜子相似的颜色。
Ὂ καὶ περὶ τὸν ἀέρα οἰητέον συμβαίνειν.
我们必须认为,关于空气也发生同样的情况。
§3.14Ὤστε ἐκ τριῶν εἶναι τὰς χρόας ἁπάσας μεμιγμένας, τοῦ φωτός, καὶ δι᾽ ὦν φαίνεται τὸ φῶς, οἷον τοῦ τε ὕδατος καὶ τοῦ ἀέρος, καὶ τρίτου τῶν ὑποκειμένων χρωμάτων, ἀφ᾽ ὦν ἀνακλᾶσθαι συμβαίνει τὸ φῶς.
结果是,所有的颜色都是由三种事物混合而成的:光,光透其而显现的介质(例如水和空气),以及第三种,即光线由此反射出来的底层颜色。
§3.15Τὸ δὲ λευκὸν καὶ διαφανὲς ὅταν μὲν ἀραιὸν ᾖ σφόδρα, φαίνεται τῷ χρώματι ἀεροειδές· ἐπὶ δὲ τῶν πυκνῶν ἐπὶ πάντων ἐπιφαίνεταί τις ἀχλύς, καθάπερ ἐπὶ τοῦ ὕδατος καὶ ὑάλου καὶ τοῦ ἀέρος, ὅταν ᾖ παχύς.
而白色且透明的事物,当它极度稀薄时,在颜色上显得像空气;但在所有稠密的事物上,表面都会显现出某种雾气,正如在水、玻璃以及浓厚时的空气上一样。
Τῶν γὰρ αὐγῶν διὰ τὴν πυκνότητα πανταχόθεν ἐκλειπουσῶν, οὐ δυνάμεθα τὰ ἐντὸς αὐτῶν ἀκριβῶς διορᾶν.
因为由于其稠密性,光线从四面八方被阻挡,我们无法看清它们的内部。
§3.16Ὀ δ᾽ ἀὴρ ἐγγύθεν μὲν θεωρούμενος οὐδὲν ἔχειν φαίνεται χρῶμα (διὰ γὰρ τὴν ἀραιότητα ὑπὸ τῶν αὐγῶν κρατεῖται, χωριζόμενος ὑπ᾽ αὐτῶν πυκνοτέρων οὐσῶν καὶ διαφαινομένων δι᾽ αὐτοῦ), ἐν βάθει δὲ θεωρουμένου, ἐγγυτάτω φαίνεται τῷ χρώματι κυανοειδὴς διὰ τὴν ἀραιότητα.
而空气从近处观察时,显得没有任何颜色(因为由于其稀薄,它被光线所主导,由于光线更稠密并穿透空气显现,空气被光线所隔离),但从深处观察时,由于其稀薄,在颜色上显得最接近深蓝色。
§3.17῏Ηι γὰρ λείπει τὸ φῶς, ταύτῃ σκότῳ διειλημμένος φαίνεται κυανοειδής.
因为在缺乏光线的地方,空气被黑暗所分隔,显得呈深蓝色。
Ἐπιπυκνωθεὶς δέ, καθάπερ καὶ τὸ ὕδωρ, πάντων λευκότατόν ἐστιν.
但当它被凝聚时,正如水一样,它是所有事物中最白的。