Humanitext Reader

亚里士多德 · 论颜色 §3.1-3.8

颜色多样性的成因与物理变化

第 3 段,共 11 段 · 希腊语

内容简介

本段落指出了产生颜色多样性的原因(光影接受不均、混合数量与比例的差异),并解释了光泽的本质,以及在摩擦、染色、燃烧和熔化等物理过程中颜色的变化。

§3.1Δεῖ δὲ μὴ λανθάνειν τὸ πολυειδὲς καὶ τὸ ἄπειρον τῶν χρωμάτων, διὰ πόσα συμβαίνει γίνεσθαι.
我们不应当忽视颜色的多样性和无限性,以及它们是由多少种原因而产生的。
Εὑρήσομμεν γὰρ ἤτοι διὰ τὸ τῷ φωτὶ καὶ ταῖς σκιαῖς ἀνίσως καὶ ἀνωμάλως λαμβάνεσθαι· καὶ γὰρ αἱ σκιαὶ καὶ τὸ φῶς κατὰ τὸ μᾶλλον καὶ ἧττον πολὺ διαφέρουσιν αὑτῶν, ὥστε καὶ καθ᾽ αὑτὰς καὶ μετὰ τῶν χρωμάτων μιγνύμεναι ποιοῦσι μεταβολὰς χρωμάτων, ἢ τῷ τὰ κεραννύμενα τῷ πλήθει καὶ ταῖς δυνάμεσι διαφέρειν, ἢ τῷ λόγους ἔχειν μὴ τοὺς αὐτούς.
因为我们会发现,它们要么是因为被光线和阴影不均匀且不规则地接受(因为阴影和光线本身在多寡程度上就彼此有很大的不同,因此它们无论是单独存在还是与其他颜色混合,都会引起颜色的变化),要么是因为混合的成分在数量和效能上有所不同,要么是因为它们不具有相同的比例。
§3.2Πολλὰς γὰρ καὶ τὸ ἁλουργὲς ἔχει διαφορὰς καὶ τὸ φοινικιοῦν καὶ τὸ λευκὸν καὶ τῶν ἄλλων ἕκαστον καὶ κατὰ τὸ μᾶλλον καὶ ἧττον καὶ κατὰ τὴν πρὸς ἄλληλα μίξιν καὶ εἰλικρίνειαν αὐτῶν.
因为紫色、深红色、白色以及其他每种颜色,无论是在多寡程度上,还是在它们彼此的混合及纯度上,都有许多差异。
Ποιεῖ δὲ διαφορὰν καὶ τὸ λαμπρὸν ἢ στίλβον εἶναι τὸ μιγνύμενον ἢ τοὐναντίον αὐχμηρὸν καὶ ἀλαμπές.
此外,混合的成分是鲜明闪烁的,还是相反地干燥无光的,也会产生差异。
§3.3Ἔστι δὲ τὸ στίλβον οὐκ ἄλλο τι ἢ συνέχεια φωτὸς καὶ πυκνότης.
而光泽无非是光线的连续性和稠密性。
Τὸ γὰρ χρυσοειδὲς γίνεται, ὅταν τὸ ξανθὸν καὶ τὸ ἡλιῶδες πυκνωθὲν ἰσχυρῶς στίλβῃ.
因为黄金色是当黄色与如太阳般的光线强力凝聚并闪烁时产生的。
Διὸ καὶ οἱ τῶν περιστερῶν τράχηλοι καὶ τῶν ὑδάτων οἱ σταλαγμοὶ φαίνονται χρυσοειδεῖς τοῦ φωτὸς ἀνακλωμένου.
因此,当光线反射时,鸽子的颈部和水滴也显得呈黄金色。
§3.4Ἔστι δὲ ἃ λειούμενα τρίψει καὶ δυνάμεσί τισιν ἀλλοίας ἴσχει καὶ ποικίλας χρόας, ὥσπερ καὶ ὁ ἄργυρος παρατριβόμενος καὶ χρυσὸς καὶ χαλκὸς καὶ σίδηρος.
也有一些东西通过摩擦被磨平以及由于某些力量,会呈现出不同且多样的颜色,正如被摩擦的银、金、铜和铁一样。
§3.5Καί τινα γένη λίθων διαφόρους ποιεῖ χρόας, καθάπερ καὶ. . . μέλαιναι γὰρ οὖσαι λευκὰς γράφουσι γραμμάς, διὰ τὸ πάντων τῶν τοιούτων τὰς μὲν ἐξ ἀρχῆς συστάσεις ἐκ μικρῶν εἶναι μορίων καὶ πυκνῶν καὶ μελάνων, ὑπὸ δὲ τῆς ἐν τῇ γενέσει βαφῆς ἁπάντων τῶν πόρων κεχρωσμένων δι᾽ ὧν διελήλυθεν αὐτῶν ἡ βαφή, ἄλλην ἐσχηκέναι τὴν τοῦ χρώματος φαντασίαν.
某些种类的石头也产生不同的颜色,正如……一样;因为它们虽然是黑色的,却画出白色的线条,这是因为所有这类事物最初的构造就是由细小、稠密且黑色的微粒组成的,但由于它们生成过程中的染色,其染料所通过的所有孔隙都被着了色,从而使它们呈现出另一种颜色的表象。
§3.6Ὁ δ᾽ ἀποτριβόμενος ἀπ᾽ αὐτῶν οὐκέτι γίνεται χρυσοειδὴς οὐδὲ χαλκοειδὴς οὐδ᾽ ἄλλην οὐδεμίαν τοιαύτην ἔχων χροιάν, ἀλλὰ πάντως μέλας, διὰ τὸ τοὺς μὲν πόρους παρατριβομένων αὐτῶν ἀναρρήγνυσθαι, δι᾽ ὧν ἡ βαφὴ διελήλυθε, φύσει δὲ καὶ τῶν αὐτῶν εἶναι.
然而,从它们身上摩擦掉的粉末不再是黄金色或铜色,也不具有任何其他此类颜色,而是完全呈黑色,这是因为在摩擦它们时,染料曾通过的孔隙被破开了,而它们在自然本质上是由相同的物质组成的。
§3.7Τοῦ γὰρ προτέρου χρώματος οὐκέτι ὄντος ἡμῖν φανεροῦ παρὰ τὸ διασπᾶσθαι τὴν βαφήν, τὸ κατὰ φύσιν ὑπάρχον αὐτοῖς χρῶμα ὁρῶμεν· διὸ καὶ πάντα φαίνεται μέλανα.
因为由于染料被破坏,先前的颜色不再对我们显现,我们便看到了它们天然固有的颜色;因此,一切都显得呈黑色。
Ἐν δὲ τῷ παρατρίβεσθαι πρὸς ὁμαλὲς καὶ λεῖον ἕκαστον τούτων, καθάπερ καὶ πρὸς τὰς βασάνους, ἀποβάλλοντα ἀπολαμβάνει πάλιν τὴν χρόαν ἐν τῇ συνάψει καὶ συνεχείᾳ, τὸ τῆς βαφῆς διαφαινόμενον.
但是,当这些东西中的每一种在平坦而光滑的表面上摩擦时,正如在试金石上摩擦一样,它们在脱落粉末的同时,又在接触和连续性中重新获得其颜色,即透出来的染料颜色。
§3.8Ἐπὶ δὲ τῶν καυστῶν καὶ διαλυομένων καὶ τηκομένων ἐν τῷ πυρὶ ταῦτα πλείστας ἔχει χρόας, ὅσων ὁ καπνός ἐστι λεπτὸς καὶ ἀεροειδὴς καὶ τὰ χρώματα σκιώδη, ὥσπερ ὅ τε ἀπὸ τοῦ θείου καὶ τῶν ἰωμένων χαλκείων, καὶ ὅσα ἐστὶ πυκνὰ καὶ λεῖα, καθάπερ ὁ ἄργυρος.
而对于在火中易燃、易分解和易熔化的事物,凡是烟雾细微如空气且颜色阴暗的(例如来自硫黄和生锈铜器的烟雾),以及那些稠密且光滑的(如银),它们便拥有极多的颜色。

词汇与语法注释

  1. 793aἤτοι διὰ τὸ τῷ φωτὶ καὶ ταῖς σκιαῖς ἀνίσως καὶ ἀνωμάλως λαμβάνεσθαι — 这是相关结构 ἤτοι ... ἢ ... ἢ ...(要么……要么……要么……)中的第一个成分。在带冠词的不定式短语 διὰ τὸ ... λαμβάνεσθαι 中,被动不定式 λαμβάνεσθαι 的逻辑主语是前文提到的“颜色”(或其多样性)。
  2. 793aὑπὸ δὲ τῆς ἐν τῇ γενέσει βαφῆς ἁπάντων τῶν πόρων κεχρωσμένων — 该短语将表示施事的介词短语 ὑπὸ ... βαφῆς 与属格独立结构 ἁπάντων τῶν πόρων κεχρωσμένων 结合在一起。完成时态被动分词 κεχρωσμένων 与 τῶν πόρων 一致,描述了因果情境:“因为在生成过程中由于染色,所有的孔隙都被着了色”。
  3. 793bἀποβάλλοντα ἀπολαμβάνει πάλιν τὴν χρόαν — 虽然主动词 ἀπολαμβάνει(单数)的主语是中性单数的 ἕκαστον τούτων,但分词 ἀποβάλλοντα 却是中性复数。这显示了语法上的一种不一致(根据意义一致的修辞),因为 ἕκαστον 暗指有多个个体微粒脱落。

引用这一段

亚里士多德, 论颜色 §3.1-3.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg007.humanitext-grc1:3.1-3.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。