§8#3Ἐπ᾿ ἐνίων δὲ διὰ τὸ μὴ κεῖσθαι ταῖς ποιότησιν ὀνόματα οὐκ ἐνδέχεται παρωνύμως ἀπ᾿ αὐτῶν λέγεσθαι οἷον δρομικὸς ἢ πυκτικὸς ὁ κατὰ δύναμιν φυσικὴν λεγόμενος ἀπ᾿ οὐδεμιᾶς ποιότητος παρωνύμως λέγεται· οὐ γὰρ κεῖται ὀνόματα ταῖς δυνάμεσι καθ᾿ ἃς οὗτοι ποιοὶ λέγονται, ὥσπερ ταῖς ἐπιστήμαις καθ᾿ ἃς πυκτικοὶ ἢ παλαιστρικοὶ κατὰ διάθεσιν λέγονται·
然而在某些情况下,由于没有给性质确立名称,就不可能从它们中同源派生地说出。 例如,根据自然能力而被说成是“擅跑者”或“擅拳击者”的人,并不是从任何性质同源派生地说出的;因为这些人在其中被称为具有某种性质的那些能力并没有确立名称,不像那些学问,根据它们,人们因某种配置而被说成是“拳击手”或“摔跤手”那样。
πυκτικὴ γὰρ λέγεται ἐπιστήμη καὶ παλαιστρική, ποιοὶ δ᾿ ἀπὸ τούτων παρωνύμως οἱ διακείμενοι λέγονται.
因为拳击术和摔跤术被称为学问,而处于此种配置中的人则根据这些学问被同源派生地说成是具有某种性质的。
Ἐνίοτε δὲ καὶ ὀνόματος κειμένου οὐ λέγεται παρωνύμως τὸ κατ᾿ αὐτὴν ποιὸν λεγόμενον, οἷον ἀπὸ τῆς ἀρετῆς ὁ σπουδαῖος·
有时,即使确立了名称,根据该性质而被说成具有某种性质的事物也不是同源派生地被说出的,例如,根据“德行”而被说成“优秀的”人。
τῷ γὰρ ἀρετὴν ἔχειν σπουδαῖος λέγεται, ἀλλ᾿ οὐ παρωνύμως ἀπὸ τῆς ἀρετῆς.
因为他是由于具有德行而被说成优秀的,而不是从德行中同源派生地说出的。
Οὐκ ἐπὶ πολλῶν δὲ τὸ τοιοῦτόν ἐστιν.
这种情况并不见于很多事物。
Ποιὰ τοίνυν λέγεται τὰ παρωνύμως ἀπὸ τῶν εἰρημένων ποιοτήτων λεγόμενα ἢ ὁπωσοῦν ἄλλως ἀπ᾿ αὐτῶν.
因此,具有某种性质的事物,就是指那些根据上述性质而被同源派生地说出的事物,或者是从它们中以其他任何方式说出的事物。
Ὑπάρχει δὲ καὶ ἐναντιότης κατὰ τὸ ποιόν, οἷον δικαιοσύνη ἀδικίᾳ ἐναντίον καὶ λευκότης μελανίᾳ καὶ τἆλλα δὲ ὡσαύτως, καὶ τὰ κατ᾿ αὐτὰς ποιὰ λεγόμενα, οἷον τὸ ἄδικον τῷ δικαίῳ καὶ τὸ λευκὸν τῷ μέλανι.
在性质方面也存在着对立,例如正义对立于非正义,白性对立于黑性,其他情况也是如此;根据它们而被说成具有某种性质的事物也是如此,例如非正义的事物对立于正义的事物,白的事物对立于黑的事物。
Οὐκ ἐπὶ πάντων δὲ τὸ τοιοῦτο· τῷ γὰρ πυῤῥῷ ἢ ὠχρῷ ἢ ταῖς τοιαύταις χροιαῖς οὐδὲν ἐναντίον ποιοῖς οὖσιν.
但这种情况并非见于所有事物;因为对于红褐色、黄白色或诸如此类的颜色,尽管它们是具有某种性质的事物,却没有任何对立面。
Ἔτι δέ, ἐὰν τῶν ἐναντίων θάτερον ᾖ ποιόν, καὶ τὸ λοιπὸν ἔσται ποιόν.
此外,如果对立双方之中的一者是性质,那么剩下的一者也必然是性质。
Τοῦτο δὲ δῆλον προχειριζομένῳ τὰς ἄλλας κατηγορίας, οἷον εἰ ἔστιν ἡ δικαιοσύνη τῇ ἀδικίᾳ ἐναντίον, ποιὸν δὲ ἡ δικαιοσύνη, ποιὸν ἄρα καὶ ἡ ἀδικία·
这一点对于考察其他范畴的人来说是显而易见的。
οὐδεμία γὰρ τῶν ἄλλων κατηγοριῶν ἐφαρμόσει τῇ ἀδικίᾳ· οὔτε γὰρ τὸ ποσὸν οὔτε τὸ πρός τι οὔτε ποῦ οὔθ᾿ ὅλως τι τῶν τοιούτων οὐδέν, ἀλλ᾿ ἢ ποιόν.
例如,如果正义对立于非正义,而正义是性质,那么非正义也必定是性质;因为其他范畴没有一个能适用于非正义:它既不是数量,也不是关系,也不是场所,总而言之,绝不是此类事物中的任何一个,而只能是性质。
Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν κατὰ τὸ ποιὸν ἐναντίων.
对于在性质方面对立的其他事物也是如此。
Ἐπιδέχεται δὲ τὸ μᾶλλον καὶ τὸ ἦττον τὰ ποιά.
具有某种性质的事物也容许有“程度的加强”和“程度的减弱”。
Λευκὸν γὰρ μᾶλλον καὶ ἧττον ἕτερον ἑτέρου λέγεται, καὶ δίκαιον ἕτερον ἑτέρου μᾶλλον.
因为一个事物被说成比另一个事物更白或更不白,一个事物也比另一个事物更正义。
Καὶ αὐτὸ δὲ ἐπίδοσιν λαμβάνει· λευκὸν γὰρ ὂν ἔτι ἐνδέχεται λευκότερον γενέσθαι.
而且它自身也接受增加;因为已经是白的东西,还可能变得更白。
Οὐ πάντα δέ, ἀλλὰ τὰ πλεῖστα.
但并非所有事物都是如此,而是绝大多数。
Δικαιοσύνη γὰρ δικαιοσύνης εἰ λέγεται μᾶλλον καὶ ἦττον, ἀπορήσειεν ἄν τις· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων διαθέσεων.
因为,关于一种正义是否比另一种正义更有“程度的加强”或“程度的减弱”,有人可能会提出疑问;对于其他配置也是如此。
Ἔνιοι γὰρ διαμφισβητοῦσι περὶ τῶν τοιούτων· δικαιοσύνην μὲν γὰρ δικαιοσύνης οὐ πάνυ φασὶ δεῖν λέγεσθαι μᾶλλον καὶ ἧττον, οὐδὲ ὑγίειαν ὑγιείας, ἧττον μέντοι ἔχειν ἕτερον ἑτέρου ὑγίειαν, καὶ δικαιοσύνην ἕτερον ἑτέρου, ὡσαύτως δὲ καὶ γραμματικὴν καὶ τὰς ἄλλας διαθέσεις.
因为有些人对这类事情有争论:他们说不能说一种正义比另一种正义更强或更弱,也不能说一种健康比另一种健康更强或更弱,但他们确实说一个人比另一个人拥有较少的健康,或者比另一个人拥有较少的正义,对于文法和其他配置也是如此。
Ἀλλ᾿ οὖν τά γε κατὰ ταύτας λεγόμενα ἀναμφισβητήτως ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον· γραμματικώτερος γὰρ ἕτερος ἑτέρου λέγεται καὶ ὑγιεινότερος καὶ δικαιότερος, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως.
但无论如何,至少根据这些性质而被说出的事物,毫无疑问地容许程度的加强和减弱:因为一个人被说成比另一个人更精通文法、更健康、更正义,其他情况也是如此。
Τρίγωνον δὲ καὶ τετράγωνον οὐ δοκεῖ τὸ μᾶλλον ἐπιδέχεσθαι, οὐδὲ τῶν ἄλλων σχημάτων οὐδέν.
然而,三角形和四边形似乎并不容许有程度的不同,其他任何形状也是如此。
Τὰ μὲν γὰρ ἐπιδεχόμενα τὸν τοῦ τριγώνου λόγον ἢ τὸν τοῦ κύκλου πάνθ᾿ ὁμοίως τρίγωνα ἢ κύκλοι εἰσί, τῶν δὲ μὴ ἐπιδεχομένων οὐδὲν μᾶλλον ἕτερον ἑτέρου ῥηθήσεται· οὐδὲν γὰρ μᾶλλον τὸ τετράγωνον τοῦ ἑτερομήκους κύκλος ἐστίν·
因为凡是符合三角形定义或圆定义的事物,全都是同等程度地是三角形或圆;而对于那些不符合定义的事物,没有一个会被说成比另一个更像它:因为四方形并不比长方形更是圆,因为两者都不符合圆的定义。
οὐδέτερον γὰρ ἐπιδέχεται τὸν τοῦ κύκλου λόγον. Ἁπλῶς δέ, ἐὰν μὴ ἐπιδέχηται ἀμφότερα τὸν τοῦ προκειμένου λόγον, οὐ ῥηθήσεται τὸ ἕτερον τοῦ ἑτέρου μᾶλλον.
简而言之,除非两者都合乎所讨论之物的定义,否则一者不会被说成比另一者更像它。
Οὐ πάντα οὖν τὰ ποιὰ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον.
因此,并非所有具有某种性质的事物都容许程度的加强和减弱。
Τῶν μὲν οὖν εἰρημένων οὐδὲν ἴδιον ποιότητος, ὅμοια δὲ καὶ ἀνόμοια κατὰ μόνας τὰς ποιότητας λέγεται·
在上述特征中,没有一个是性质所独有的;然而,只有根据性质,事物才被称为相似或不相似。
ὅμοιον γὰρ ἕτερον ἑτέρῳ οὐκ ἔστι κατ᾿ ἄλλο οὐδὲν ἢ καθ᾿ ὃ ποιόν ἐστιν.
因为一个事物类似于另一个事物,不根据别的,而只根据它具有某种性质。
Ὥστε ἴδιον ἂν εἴη τῆς ποιότητος τὸ ὅμοιον καὶ ἀνόμοιον λέγεσθαι κατ᾿ αὐτήν.
因此,根据性质而被说成相似和不相似,是性质所独有的特征。
Οὐ δεῖ δὲ ταράττεσθαι, μή τις ἡμᾶς φήσῃ ὑπὲρ ποιότητος τὴν πρόθεσιν ποιησαμένους πολλὰ τῶν πρός τι συγκαταριθμεῖσθαι· τὰς γὰρ ἕξεις καὶ διαθέσεις τῶν πρός τι εἶναι ἐλέγομεν.
我们不必为此感到困惑,以免有人说我们虽然意在讨论性质,却把许多属于关系的东西也一同列入其中;因为我们曾说过,状态和配置是属于关系的。
Σχεδὸν γὰρ ἐπὶ πάντων τῶν τοιούτων τὰ γένη πρός τι λέγεται, τῶν δὲ καθ᾿ ἕκαστα οὐδέν.
因为在几乎所有此类事物中,它们属被说成是关系,而个别的事物则没有一个是关系。
Ἡ μὲν γὰρ ἐπιστήμη, γένος οὖσα, αὐτὸ ὅπερ ἐστὶν ἑτέρου λέγεται (τινὸς γὰρ ἐπιστήμη λέγεται), τῶν δὲ καθ᾿ ἕκαστα οὐδὲν αὐτὸ ὅπερ ἐστὶν ἑτέρου λέγεται, οἷον ἡ γραμματικὴ οὐ λέγεται τινὸς γραμματικὴ οὐδ᾿ ἡ μουσικὴ τινὸς μουσική.
因为学问作为属,它本身所是的东西就被说成是属于另一个事物的(因为它被称为“关于某事物的学问”),但个别的事物没有一个它本身所是的东西是被说成属于另一个事物的。 例如,文法不被称为“关于某事物的文法”,音乐也不被称为“关于某事物的音乐”。
Ἀλλ᾿ εἰ ἄρα, κατὰ τὸ γένος καὶ αὗται τῶν πρός τι λέγονται, οἶον ἡ γραμματικὴ λέγεται τινὸς ἐπιστήμη, οὐ τινὸς γραμματικὴ, καὶ ἡ μουσικὴ τινὸς ἐπιστήμη λέγεται, οὐ τινὸς μουσική.
但即使这些也被说成是关系,也是根据它们的属;例如,文法被称为“关于某事物的学问”,而不是“关于某事物的文法”,音乐被称为“关于某事物的学问”,而不是“关于某事物的音乐”。
Ὥστε αἱ καθ᾿ ἕκαστα οὐκ εἰσὶ τῶν πρός τι.
因此,个别的事物并不是关系。
Λεγόμεθα δὲ ποιοὶ ταῖς καθ᾿ ἕκαστα· ταύτας γὰρ καὶ ἔχομεν·
而我们是因为个别事物而被说成具有某种性质的;因为我们实际上占有着这些。
ἐπιστήμονες γὰρ λεγόμεθα τῷ ἔχειν τῶν καθ᾿ ἕκαστα ἐπιστημῶν τινά.
因为我们被称为“有学问的”,是由于占有了个别学问中的某一种。
Ὥστε αὗται ἂν καὶ ποιότητες εἴησαν, αἱ καθ᾿ ἕκαστα, καθ᾿ ἅς ποτε καὶ ποιοὶ λεγόμεθα· αὗται δὲ οὐκ εἰσὶ τῶν πρός τι.
因此,这些个别的事物,即根据它们我们才被称为具有某种性质的,就应当是性质;而这些并不是关系。
Ἔτι εἰ τυγχάνοι τὸ αὐτὸ πρός τι καὶ ποιὸν ὄν, οὐδὲν ἄτοπον ἐν ἀμφοτέροις τοῖς γένεσιν αὐτὸ καταριθμεῖσθαι.
此外,如果同一事物恰好既是关系又是性质,那么将它同时列入这两个属中并没有任何荒谬之处。