§8#2Τρίτον δὲ γένος ποιότητος παθητικαὶ ποιότητες καὶ πάθη.
\n第三类性质是被动的性质和波及(承受的性质与承受)。
Ἔστι δὲ τὰ τοιάδε οἶον γλυκύτης τε καὶ πικρότης καὶ στρυφνότης καὶ πάντα τὰ τούτοις συγγενῆ, ἔτι δὲ θερμότης καὶ ψυχρότης καὶ λευκότης καὶ μελανία.
此类事物如甜、苦、涩,以及所有与这些同类的事物,此外还有热、冷、白和黑。
Ὅτι μὲν οὖν αὗται ποιότητές εἰσι, φανερόν·
\n 因此,显而易见,这些是性质;因为接受了它们的事物本身,根据它们而被说成是具有某种性质的。
τὰ γὰρ δεδεγμένα αὐτὰ ποιὰ λέγεται κατ᾿ αὐτάς, οἷον τὸ μέλι τῷ γλυκύτητα δεδέχθαι γλυκὺ λέγεται καὶ τὸ σῶμα λευκὸν τῷ λευκότητα δεδέχθαι· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἔχει.
例如,蜂蜜因为接受了甜性而被说成是甜的,身体因为接受了白性而被说成是白的;其他情况也是如此。
Παθητικαὶ δὲ ποιότητες λέγονται οὐ τῷ αὐτὰ τὰ δεδεγμένα τὰς ποιότητας πεπονθέναι τι· οὔτε γὰρ τὸ μέλι τῷ πεπονθέναι τι λέγεται γλυκύ, οὔτε τῶν ἄλλων τῶν τοιούτων οὐδέν.
\n 它们被称为承受的性质,并不是因为接受了这些性质的事物本身受到了某种波及;因为蜂蜜并不是因为受到了某种波及而被说成是甜的,其他此类事物也无一如此。
Ὁμοίως δὲ τούτοις καὶ ἡ θερμότης καὶ ἡ ψυχρότης παθητικαὶ ποιότητες λέγονται οὐ τῷ αὐτὰ τὰ δεδεγμένα πεπονθέναι τι, τῷ δὲ κατὰ τὰς αἰσθήσεις ἑκάστην τῶν εἰρημένων ποιοτήτων πάθους εἶναι ποιητικὴν παθητικαὶ ποιότητες λέγονται· ἥ τε γὰρ γλυκύτης πάθος τι κατὰ τὴν γεῦσιν ἐμποιεῖ καὶ ἡ θερμότης κατὰ τὴν ἁφήν.
\n 与此相同,热和冷被称为承受的性质,也不是因为接受了它们的事物本身受到了某种波及,而是因为上述每一种性质都能在感觉中产生某种波及,所以被称为承受的性质;因为甜在味觉中产生某种波及,而热在触觉中产生某种波及。
Ὁμοίως δὲ καὶ αἱ ἄλλαι.
\n 其他色彩也是如此。
Λευκότης δὲ καὶ μελανία καὶ αἱ ἄλλαι χροιαὶ οὐ τὸν αὐτὸν τρόπον τοῖς εἰρημένοις παθητικαὶ ποιότητες λέγονται, ἀλλὰ τῷ αὐτὰς ἀπὸ πάθους γεγονέναι.
然而,白、黑以及其他颜色,并不像上述那样由于同一种方式而被说成是承受的性质,而是因为它们本身是由某种波及而产生的。
Ὅτι μὲν οὖν γίνονται διὰ πάθος πολλαὶ μεταβολαὶ χρωμάτων, δῆλον· αἰσχυνθεὶς γάρ τις ἐρυθρὸς ἐγένετο καὶ φοβηθεὶς ὠχρὸς καὶ ἕκαστον τῶν τοιούτων· ὥστε καὶ εἴ τις φύσει τῶν τοιούτων τι παθῶν πέπονθεν ἔκ τινων φυσικῶν συμπτωμάτων, τὴν ὁμοίαν χροιὰν εἰκός ἐστιν ἔχειν αὐτόν· ἥτις γὰρ νῦν ἐν τῷ αἰσχυνθῆναι διάθεσις τῶν περὶ τὸ σῶμα ἐγένετο, καὶ κατὰ φυσικὴν σύστασιν ἡ αὐτὴ γένοιτ᾿ ἄν, ὥστε φύσει καὶ τὴν χροιὰν ὁμοίαν γίγνεσθαι.
\n 因此,通过波及而发生许多颜色的改变,这是显而易见的;因为一个人因羞愧而变红,因害怕而变苍白,每一个此类情况都是如此;所以,即使有人因某些自然巧合而天然地承受了某种此类波及,他也很有可能具有类似的颜色;因为目前在羞愧时身体所产生的那些素质,在自然的构造中也可能会同样产生,从而使类似的颜色在天然上也能产生。
Ὅσα μὲν οὖν τῶν τοιούτων συμπτωμάτων ἀπό τινων παθῶν δυσκινήτων καὶ παραμονίμων τὴν ἀρχὴν εἴληφε, παθητικαὶ ποιότητες λέγονται.
\n 因此,在这些巧合中,凡是从某些难以改变且持久的波及中获得其起因的,就被称为承受的性质。
Εἴτε γὰρ ἐν τῇ κατὰ φύσιν συστάσει ὠχρότης ἢ μελανία γεγένηται, ποιότητες λέγονται (ποιοὶ γὰρ κατὰ ταύτας λεγόμεθα), εἴτε διὰ νόσον μακρὰν ἢ διὰ καῦμα τὸ αὐτὸ τοῦτο συμβέβηκεν ὠχρότης ἢ μελανία, καὶ μὴ ῥᾳδίως ἀποκαθίστανται ἢ καὶ διὰ βίου παραμένουσι, ποιότητες καὶ αὐταὶ λέγονται· ὁμοίως γὰρ ποιοὶ κατὰ ταύτας λεγόμεθα.
因为,无论是在自然的构造中产生了苍白或变黑,它们都被称为性质(因为根据它们,我们被称为具有某种性质的),还是由于长期的疾病或由于烈日暴晒而发生了这同一件事,即产生苍白或变黑,且它们不易恢复甚至终身保留,这些本身也同样被称为性质;因为我们同样根据它们而被说成是具有某种性质的。
Ὅσα δὲ ἀπὸ ῥᾳδίως διαλυομένων καὶ ταχὺ ἀποκαθισταμένων γίνεται, πάθη λέγεται, ποιότητες δὲ οὔ· οὐ γὰρ λέγονται ποιοί τινες κατὰ ταύτας.
\n 而凡是从容易消除且快速恢复的事物中产生出来的,就被称为波及,而不被称为性质;因为人们并不根据它们而被说成是具有某种性质的。
Οὔτε γὰρ ὁ ἐρυθριῶν διὰ τὸ αἰσχυνθῆναι ἐρυθρίας λέγεται, οὔτε ὁ ὠχριῶν διὰ τὸ φοβηθῆναι ὠχρίας, ἀλλὰ μᾶλλον πεπονθέναι τι.
因为既不把因羞愧而脸红的人称为红脸人,也不把因害怕而变苍白的人称为苍白人,而是说他受到了某种波及。
Ὥστε πάθη μὲν τὰ τοιαῦτα λέγεται, ποιότητες δὲ οὔ.
\n 因此,此类事物被称为波及,而不被称为性质。
Ὁμοίως δὲ τούτοις καὶ κατὰ τὴν ψυχὴν παθητικαὶ ποιότητες καὶ πάθη λέγεται.
与这些情况类似,在灵魂方面也有所谓的承受的性质和波及。
Ὅσα γὰρ ἐν τῇ γενέσει εὐθὺς ἀπό τινων παθῶν δυσκινήτων γεγένηται, ποιότητες λέγονται, οἷον ἥ τε μανικὴ ἔκστασις καὶ ἡ ὀργὴ καὶ τὰ τοιαῦτα· ποιοὶ γὰρ κατὰ ταύτας λέγονται, ὀργίλοι τε καὶ μανικοί.
\n 因为那些在出生时就直接从某些难以改变的波及中产生出来的,被称为性质,例如狂乱、愤怒以及此类事物;因为人们根据这些而被说成是具有某种性质的,即易怒的和疯狂的。
Ὁμοίως δὲ καὶ ὅσαι ἐκστάσεις μὴ φυσικαί, ἀλλ᾿ ἀπό τινων ἄλλων συμπτωμάτων γεγένηνται δυσαπάλλακτοι ἢ καὶ ὅλως ἀκίνητοι, ποιότητες καὶ τὰ τοιαῦτα· ποιοὶ γὰρ κατὰ ταύτας λέγονται.
\n 类似地,那些并非天然的、而是由其他某些巧合产生且难以摆脱、甚至完全不可改变的狂乱,也是性质以及此类事物;因为人们根据这些而被说成是具有某种性质的。
Ὅσα δὲ ἀπὸ ταχὺ ἀποκαθισταμένων γίνεται, πάθη λέγεται, οἷον εἰ λυπούμενός τις ὀργιλώτερός ἐστιν· οὐδὲ γὰρ λέγεται ὀργίλος ὁ ἐν τῷ τοιούτῳ πάθει ὀργιλώτερος ὤν, ἀλλὰ μᾶλλον πεπονθέναι τι.
\n 而那些由快速恢复的事物所产生出来的,则被称为波及,例如某人在悲伤时更容易发怒;因为在这样一种波及中更容易发怒的人,并不被称为易怒的人,而是说他受到了某种波及。
Ὥστε πάθη μὲν λέγεται τὰ τοιαῦτα, ποιότητες δ᾿ οὔ.
因此,此类事物被称为波及,而不被称为性质。
Τέταρτον δὲ γένος ποιότητος σχῆμά τε καὶ ἡ περὶ ἕκαστον ὑπάρχουσα μορφή, ἔτι δὲ πρὸς τούτοις εὐθύτης καὶ καμπυλότης, καὶ εἴ τι τούτοις ὅμοιόν ἐστιν.
\n 第四类性质是形状以及属于每一个事物的形态,此外还有直和弯,以及任何与这些相似的事物。
Καθ᾿ ἕκαστον γὰρ τούτων ποιόν τι λέγεται· τὸ γὰρ τρίγωνον ἢ τετράγωνον εἶναι ποιόν τι λέγεται, καὶ τὸ εὐθὺ ἢ καμπύλον.
因为根据这些中的每一个,事物都被说成是具有某种性质的;因为是三角形或四方形就被说成是具有某种性质,是直或弯也是如此。
Καὶ κατὰ τὴν μορφὴν δὲ ἕκαστον ποιόν τι λέγεται.
\n 而且,根据形态,每个事物也被说成是具有某种性质的。
Τὸ δὲ μανὸν καὶ τὸ πυκνὸν καὶ τὸ τραχὺ καὶ τὸ λεῖον δόξειε μὲν ἂν ποιόν τι σημαίνειν, ἔοικε δὲ ἀλλότρια τὰ τοιαῦτα εἶναι τῆς περὶ τὸ ποιὸν διαιρέσεως· θέσιν γὰρ μᾶλλόν τινα φαίνεται τῶν μορίων ἑκάτερον δηλοῦν.
然而,稀疏和稠密、粗糙和光滑,虽然似乎表示某种性质,但这等事物似乎与性质的划分无关;因为它们中的每一个,显然更是在表明其部分之间的某种位置关系。
Πυκνὸν μὲν γὰρ τῷ τὰ μόρια σύνεγγυς εἶναι ἀλλήλοις, μανὸν δὲ τῷ διεστάναι ἀπ᾿ ἀλλήλων· καὶ λεῖον μὲν τῷ ἐπ᾿ εὐθείας πως τὰ μόρια κεῖσθαι, τραχὺ δὲ τῷ τὸ μὲν ὑπερέχειν τὸ δὲ ἐλλείπειν.
\n 因为,稠密是指其部分彼此紧密相连,而稀疏是指其部分彼此分离;光滑是指其部分以某种方式排列在一条直线上,而粗糙是指其部分有的突出、有的凹陷。
Ἴσως μὲν οὖν καὶ ἄλλος ἄν τις φανείη τρόπος ποιότητος, ἀλλ᾿ οἵ γε μάλιστα λεγόμενοι σχεδὸν οὗτοί εἰσιν.
\n 因此,或许也会出现其他种类的性质,但最常被说起的,差不多就是这些了。
Ποιότητες μὲν οὖν εἰσὶν αἱ εἰρημέναι, ποιὰ δὲ τὰ κατὰ ταύτας παρωνύμως λεγόμενα ἢ ὁπωσοῦν ἄλλως ἀπ᾿ αὐτῶν.
\n 那么,性质就是上述这些,而具有某种性质的事物,则是根据这些而被同源派生地说出,或以其他任何方式从它们中说出的事物。
Ἐπὶ μὲν οὖν τῶν πλείστων καὶ σχεδὸν ἐπὶ πάντων παρωνύμως λέγεται, οἷον ἀπὸ τῆς λευκότητος λευκὸς καὶ ἀπὸ τῆς γραμματικῆς γραμματικὸς καὶ ἀπὸ τῆς δικαιοσύνης δίκαιος, ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
\n 因此,在大多数情况下,而且几乎在所有情况下,它们都是同源派生地说出的,例如从“白性”派生出“白的”,从“语法”派生出“精通语法的”,从“正义”派生出“正义的”,其他情况也是如此。