§9Ἐπιδέχεται δὲ καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν ἐναντιότητα καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον·
主动与被动也容许对立,以及程度的加强和减弱。
τὸ γὰρ θερμαίνειν τῷ ψύχειν ἐναντίον καὶ τὸ θερμαίνεσθαι τῷ ψύχεσθαι καὶ τὸ ἥδεσθαι τῷ λυπεῖσθαι, ὥστε ἐπιδέχεται ἐναντιότητα.
因为加热对立于冷却,被加热对立于被冷却,感到快乐对立于感到痛苦,因此它们容许对立。
Καὶ τὸ μᾶλλον δὲ καὶ ἧττον· θερμαίνειν γὰρ μᾶλλον καὶ ἧττον ἔστι, καὶ θερμαίνεσθαι μᾶλλον καὶ ἧττον.
它们也容许程度的加强和减弱;因为可以更强或更弱地加热,也可以更强或更弱地被加热。
Ἐπιδέχεται οὖν τὸ μᾶλλον καὶ τὸ ἧττον τὸ ποιεῖν καὶ τὸ πάσχειν.
因此,主动与被动容许程度的加强和减弱。
Ὑπὲρ μὲν οὗν τούτων τοσαῦτα λέγεται·
关于这些,就说这么多。
εἴρηται δὲ καὶ ὑπὲρ τοῦ κεῖσθαι ἐν τοῖς πρός τι, ὅτι παρωνύμως ἀπὸ τῶν θέσεων λέγεται.
至于“处于某种姿势”,在关系范畴中已经说过,它是从“姿势”同源派生地说出的。
Ὑπὲρ δὲ τῶν λοιπῶν, τοῦ τε ποτὲ καὶ τοῦ ποῦ καὶ τοῦ ἔχειν, διὰ τὸ προφανῆ εἶναι οὐδὲν ὑπὲρ αὐτῶν ἄλλο λέγεται ἢ ὅσα ἐν ἀρχῇ ἐρρέθη, ὅτι τὸ ἔχειν μὲν σημαίνει τὸ ὑποδεδέσθαι, τὸ ὡπλίσθαι, τὸ δὲ ποῦ οἷον ἐν Λυκείῳ, καὶ τὰ ἄλλα δὲ ὅσα ὑπὲρ αὐτῶν ἐρρέθη.
而关于其余的范畴,即“何时”、“何地”和“具有”,由于它们是显而易见的,所以关于它们不再多说什么,只重复开头所说过的那些,即:“具有”表示穿着鞋、武装起来,“何地”表示例如在吕克昂,以及关于它们所说过的其他那些。