Humanitext Reader

亚里士多德 · 范畴篇 §8#1

性质的定义与状态素质及能力分类

第 10 段,共 19 段 · 希腊语

内容简介

本章定义了性质这一范畴,区分了性质的第一种类型——“状态”(hexis)和“素质”(diathesis),并详细讨论了其第二种类型——“自然的能力与无能力”。

§8#1Ποιότητα δὲ λέγω καθ᾿ ἣν ποιοί τινες εἶναι λέγονται.
性质是指事物凭以被称为是有某种性质的。
Ἔστι δὲ ἡ ποιότης τῶν πλεοναχῶς λεγομένων.
性质是属于多义地被说出的事物。
Ἒν μὲν οὖν εἶδος ποιότητος ἕξις καὶ διάθεσις λεγέσθωσαν.
那么,性质的一个种可以称为状态和素质。
Διαφέρει δὲ ἕξις διαθέσεως τῷ πολὺ χρονιώτερον εἶναι καὶ μονιμώτερον.
状态与素质的不同之处在于,状态更为持久且更为稳定。
Τοιαῦται δὲ αἵ τε ἐπιστῆμαι καὶ αἱ ἀρεταί· ἥ τε γὰρ ἐπιστήμη δοκεῖ τῶν παραμονίμων εἶναι καὶ δυσκινήτων, ἐὰν καὶ μετρίως τις ἐπιστήμην λάβῃ, ἐάν περ μὴ μεγάλη μεταβολὴ γένηται ὑπὸ νόσου ἢ ἄλλου τινὸς τοιούτου· ὡσαύτως δὲ καὶ ἡ ἀρετή, οἷον ἡ δικαιοσύνη καὶ ἡ σωφροσύνη καὶ ἕκαστον τῶν τοιούτων, οὐκ εὐκίνητον δοκεῖ εἶναι οὐδ᾿ εὐμετάβολον.
各种知识和德性就是这样的事物;因为知识被认为是属于那些持久且难以改变的事物,即使一个人只是适度地获得了知识,只要没有因疾病或其他类似原因而发生重大改变;同样,德性也是如此,例如正义和节制,以及每一个此类事物,都不被认为是易动或易变的。
Διαθέσεις δὲ λέγονται ἅ ἐστιν εὐκίνητα καὶ ταχὺ μεταβάλλοντα, οἷον θερμότης καὶ κατάψυξις καὶ νόσος καὶ ὑγίεια καὶ ὅσα ἄλλα τοιαῦτα· διάκειται μὲν γάρ πως κατὰ ταύτας ὁ ἄνθρωπος, ταχὺ δὲ μεταβάλλει ἐκ θερμοῦ ψυχρὸς γενόμενος καὶ ἐκ τοῦ ὑγιαίνειν εἰς τὸ νοσεῖν, ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων, εἰ μή τις καὶ αὐτῶν τούτων τυγχάνοι διὰ χρόνου πλῆθος ἤδη πεφυσιωμένη καὶ ἀνίατος ἢ πάνυ δυσκίνητος οὖσα, ἣν ἄν τις ἴσως ἕξιν ἤδη προσαγορεύοι.
而那些易动且快速变化的事物则被称为素质,例如受热和受冷、疾病和健康,以及其他所有此类事物;因为人虽然会因这些而处于某种状态,但他会迅速变化,从热变冷,从健康变为生病,其他情况也是如此,除非这些事物本身由于历时已久,已经变成了第二本性且不可医治,或者变得极难改变,此时人们或许可以称之为状态。
Φανερὸν δὲ ὅτι ταῦτα βούλονται ἕξεις λέγειν, ἅ ἐστι πολυχρονιώτερα καὶ δυσκινητότερα· τοὺς γὰρ τῶν ἐπιστημῶν μὴ πάνυ κατέχοντας ἀλλ᾿ εὐκινήτους ὄντας οὔ φασιν ἕξιν ἔχειν, καίτοι διάκεινταί γέ πως κατὰ τὴν ἐπιστήμην ἢ χεῖρον ἢ βέλτιον.
显而易见,人们所希望称为状态的,是那些更为持久且更难改变的事物;因为对于那些没有完全掌握知识而容易改变的人,人们不说他们拥有某种状态,尽管他们因知识而以某种方式(或好或坏地)处于某种素质中。
Ὥστε διαφέρει ἕξις διαθέσεως τῷ τὴν μὲν εὐκίνητον εἶναι, τὴν δὲ πολυχρονιωτέραν τε καὶ δυσκινητοτέραν.
因此,状态与素质的不同之处在于,素质是易动的,而状态则是更为持久且更为难改的。
Εἰσὶ δὲ αἱ μὲν ἕξεις καὶ διαθέσεις, αἱ δὲ διαθέσεις οὐκ ἐξ ἀνάγκης ἕξεις· οἱ μὲν γὰρ ἕξεις ἔχοντες καὶ διάκεινταί γέ πως κατ᾿ αὐτάς, οἱ δὲ διακείμενοι οὐ πάντως καὶ ἕξιν ἔχουσιν.
所有状态也都是素质,但素质并不必然是状态;因为那些拥有状态的人也因这些状态而以某种方式处于某种素质中,但处于某种素质中的人并不全然也拥有状态。
Ἕτερον δὲ γένος ποιότητος καθ᾿ ὃ πυκτικοὺς ἢ δρομικοὺς ἢ ὑγιεινοὺς ἢ νοσώδεις λέγομεν, καὶ ἁπλῶς ὅσα κατὰ δύναμιν φυσικὴν ἢ ἀδυναμίαν λέγεται.
性质的另一类是,凭着这一类,我们说人们是擅长拳击的、擅长奔跑的、健康的、或多病的,简言之,即一切根据自然的能力或无能力而被说出的事物。
Οὐ γὰρ τῷ διακεῖσθαί γέ πως ἕκαστον τῶν τοιούτων ποιὸν λέγεται, ἀλλὰ τῷ δύναμιν ἔχειν φυσικὴν ἢ ἀδυναμίαν τοῦ ποιῆσαί τι ῥᾳδίως ἢ μηδὲν πάσχειν, οἷον πυκτικοὶ ἢ δρομικοὶ οὐ τῷ διακεῖσθαί πως λέγονται ἀλλὰ τῷ δύναμιν ἔχειν φυσικὴν τοῦ ποιῆσαί τι ῥᾳδίως, ὑγιεινοὶ δὲ λέγονται τῷ δύναμιν ἔχειν φυσικὴν τοῦ μηδὲν πάσχειν ὑπὸ τῶν τυχόντων ῥᾳδίως, νοσώδεις δὲ τῷ ἀδυναμίαν ἔχειν φυσικὴν τοῦ μηδὲν πάσχειν ῥᾳδίως ὑπὸ τῶν τυχόντων.
因为这类事物中的每一个被说成具有某种性质,并不是因为处于某种素质中,而是因为具有容易做某事或不受任何影响的自然能力或无能力;例如,人们被称为擅长拳击的或擅长奔跑的,并不是因为处于某种素质中,而是因为具有容易做某事的自然能力;健康的人被称为健康的,是因为具有不易受到偶然发生的事物影响的自然能力;多病的人被称为多病的,是因为具有不易受到偶然发生的事物影响的自然无能力。
Ὁμοίως δὲ τούτοις καὶ τὸ σκληρὸν καὶ τὸ μαλακὸν ἔχει· τὸ μὲν γὰρ σκληρὸν λέγεται τῷ δύναμιν ἔχειν τοῦ μὴ ῥᾳδίως διαιρεῖσθαι, τὸ δὲ μαλακὸν τῷ ἀδυναμίαν ἔχειν τοῦ αὐτοῦ τούτου.
坚硬的和柔软的也是类似于这些情况;因为硬是指具有不易被分割的能力,而软是指具有对这同一件事的无能力。

词汇与语法注释

  1. ¦1¦ἕξις καὶ διάθεσις — 亚里士多德根据时间持续性和稳定性的角度,对性质的第一种类型中的这两个概念进行了区分。状态(ἕξις)是稳定且难以改变的,而素质(διάθεσις)则是暂时的且易变的。此外,文中指出所有的状态也都是素质,确立了两者之间的包含关系。
  2. ¦3¦εἰ μή τις καὶ αὐτῶν τούτων τυγχάνοι... προσαγορεύοι — 这是一个带有希求语气的潜在条件句(εἰ + 希求法 ... ἄν + 希求法)。它假设性地描述了一种例外情况:原本易变且暂时的“素质”(διάθεσις),由于历时已久而固定下来,最终也可能被称为“状态”(ἕξις)。
  3. ¦6¦δύναμιν ἔχειν φυσικὴν ἢ ἀδυναμίαν — 关于性质的第二种类型,亚里士多德将其与被动的“处于某种素质中”(διακεῖσθαί πως)相区别。他解释说,这一类是由内在的“自然的能力或无能力”所规定的,指主动做某事的能力,或者不易(或容易)受外部影响的抵抗力。

引用这一段

亚里士多德, 范畴篇 §8#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg006.humanitext-grc1:8%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。