- 底本
- Aristotle. Aristotelis Opera, Volume 1. Bekker, Immanuel, editor (Academia Regia Borussica). Berlin: Reimer, 1831. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg006.humanitext-grc1:8#2
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
アリストテレスは性質の第三の類として、感覚に変化を及ぼす「受動的性質」(味や色など)と「受動」を挙げ、それが一時的なものか永続的なものかによって区分する。さらに第四の類として「図形」や「形態」を提示し、最後に性質から派生する「特定の性質のもの(有性質者)」について論じる。
Τρίτον δὲ γένος ποιότητος παθητικαὶ ποιότητες καὶ πάθη. ἔστι δὲ τὰ τοιάδε οἷον γλυκύτης τε καὶ πικρότης καὶ στρυφνότης καὶ πάντα τὰ τούτοις συγγενῆ, ἔτι δὲ θερμότης καὶ ψυχρότης καὶ λευκότης καὶ μελανία. ὅτι μὲν οὖν αὗται ποιότητές εἰσι, φανερόν· τὰ γὰρ δεδεγμένα αὐτὰ ποιὰ λέγεται κατ᾽ αὐτάς, οἷον τὸ μέλι τῷ γλυκύτητα δεδέχθαι γλυκὺ λέγεται καὶ τὸ σῶμα λευκὸν τῷ λευκότητα δεδέχθαι· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἔχει. παθητικαὶ δὲ ποιότητες λέγονται οὐ τῷ αὐτὰ τὰ δεδεγμένα τὰς ποιότητας πεπονθέναι τι·1 οὔτε γὰρ τὸ μέλι τῷ πεπονθέναι τι λέγεται γλυκύ, οὔτε τῶν ἄλλων τῶν τοιούτων οὐδέν. ὁμοίως δὲ τούτοις καὶ ἡ θερμότης καὶ ἡ ψυχρότης παθητικαὶ ποιότητες λέγονται οὐ τῷ αὐτὰ τὰ δεδεγμένα πεπονθέναι τι, τῷ δὲ κατὰ τὰς αἰσθήσεις ἑκάστην τῶν εἰρημένων ποιοτήτων πάθους εἶναι ποιητικὴν2 παθητικαὶ ποιότητες λέγονται· ἥ τε γὰρ γλυκύτης πάθος τι κατὰ τὴν γεῦσιν ἐμποιεῖ καὶ ἡ θερμότης κατὰ τὴν ἁφήν, ὁμοίως δὲ καὶ αἱ ἄλλαι. λευκότης δὲ καὶ μελανία καὶ αἱ ἄλλαι χροιαὶ οὐ τὸν αὐτὸν τρόπον τοῖς εἰρημένοις παθητικαὶ ποιότητες λέγονται, ἀλλὰ τῷ αὐτὰς ἀπὸ πάθους γεγονέναι. ὅτι μὲν οὖν γίνονται διὰ πάθος πολλαὶ μεταβολαὶ χρωμάτων, δῆλον· αἰσχυνθεὶς γάρ τις ἐρυθρὸς ἐγένετο καὶ φοβηθεὶς ὠχρὸς καὶ ἕκαστον τῶν τοιούτων· ὥστε καὶ εἴ τις φύσει τῶν τοιούτων τι παθῶν πέπονθεν ἔκ τινων φυσικῶν συμπτωμάτων, τὴν ὁμοίαν χροιὰν εἰκός ἐστιν ἔχειν αὐτόν· ἥτις γὰρ νῦν ἐν τῷ αἰσχυνθῆναι διάθεσις τῶν περὶ τὸ σῶμα ἐγένετο, καὶ κατὰ φυσικὴν σύστασιν ἡ αὐτὴ γένοιτ᾽ ἄν,3 ὥστε φύσει καὶ τὴν χροιὰν ὁμοίαν γίγνεσθαι. ὅσα μὲν οὖν τῶν τοιούτων συμπτωμάτων ἀπό τινων παθῶν δυσκινήτων καὶ παραμονίμων τὴν ἀρχὴν εἴληφε, παθητικαὶ ποιότητες λέγονται. εἴτε γὰρ ἐν τῇ κατὰ φύσιν συστάσει ὠχρότης ἢ μελανία γεγένηται, ποιότητες λέγονται (ποιοὶ γὰρ κατὰ ταύτας λεγόμεθα), εἴτε διὰ νόσον μακρὰν ἢ διὰ καῦμα τὸ αὐτὸ τοῦτο συμβέβηκεν ὠχρότης ἢ μελανία, καὶ μὴ ῥᾳδίως ἀποκαθίστανται ἢ καὶ διὰ βίου παραμένουσι, ποιότητες καὶ αὐταὶ λέγονται· ὁμοίως γὰρ ποιοὶ κατὰ ταύτας λεγόμεθα. ὅσα δὲ ἀπὸ ῥᾳδίως διαλυομένων καὶ ταχὺ ἀποκαθισταμένων γίνεται, πάθη λέγεται, ποιότητες δὲ οὔ· οὐ γὰρ λέγονται ποιοί τινες κατὰ ταύτας. οὔτε γὰρ ὁ ἐρυθριῶν διὰ τὸ αἰσχυνθῆναι ἐρυθρίας λέγεται, οὔτε ὁ ὠχριῶν διὰ τὸ φοβηθῆναι ὠχρίας, ἀλλὰ μᾶλλον πεπονθέναι τι. ὥστε πάθη μὲν τὰ τοιαῦτα λέγεται, ποιότητες δὲ οὔ. ὁμοίως δὲ τούτοις καὶ κατὰ τὴν ψυχὴν παθητικαὶ ποιότητες καὶ πάθη λέγεται. ὅσα γὰρ ἐν τῇ γενέσει εὐθὺς ἀπό τινων παθῶν δυσκινήτων γεγένηται, ποιότητες λέγονται, οἷον ἥ τε μανικὴ ἔκστασις καὶ ἡ ὀργὴ καὶ τὰ τοιαῦτα· ποιοὶ γὰρ κατὰ ταύτας λέγονται, ὀργίλοι τε καὶ μανικοί. ὁμοίως δὲ καὶ ὅσαι ἐκστάσεις μὴ φυσικαί, ἀλλ᾽ ἀπό τινων ἄλλων συμπτωμάτων γεγένηνται δυσαπάλλακτοι ἢ καὶ ὅλως ἀκίνητοι, ποιότητες καὶ τὰ τοιαῦτα· ποιοὶ γὰρ κατὰ ταύτας λέγονται. ὅσα δὲ ἀπὸ ταχὺ ἀποκαθισταμένων γίνεται, πάθη λέγεται, οἷον εἰ λυπούμενός τις ὀργιλώτερός ἐστιν· οὐδὲ γὰρ λέγεται ὀργίλος ὁ ἐν τῷ τοιούτῳ πάθει ὀργιλώτερος ὤν, ἀλλὰ μᾶλλον πεπονθέναι τι. ὥστε πάθη μὲν λέγεται τὰ τοιαῦτα, ποιότητες δ᾽ οὔ. Τέταρτον δὲ γένος ποιότητος σχῆμά τε καὶ ἡ περὶ ἕκαστον ὑπάρχουσα μορφή, ἔτι δὲ πρὸς τούτοις εὐθύτης καὶ καμπυλότης, καὶ εἴ τι τούτοις ὅμοιόν ἐστιν. καθ᾽ ἕκαστον γὰρ τούτων ποιόν τι λέγεται· τὸ γὰρ τρίγωνον ἢ τετράγωνον εἶναι ποιόν τι λέγεται, καὶ τὸ εὐθὺ ἢ καμπύλον. καὶ κατὰ τὴν μορφὴν δὲ ἕκαστον ποιόν τι λέγεται. τὸ δὲ μανὸν καὶ τὸ πυκνὸν καὶ τὸ τραχὺ καὶ τὸ λεῖον δόξειε μὲν ἂν ποιόν τι σημαίνειν, ἔοικε δὲ ἀλλότρια τὰ τοιαῦτα εἶναι τῆς περὶ τὸ ποιὸν διαιρέσεως·4 θέσιν γὰρ μᾶλλόν τινα φαίνεται τῶν μορίων ἑκάτερον δηλοῦν. πυκνὸν μὲν γὰρ τῷ τὰ μόρια σύνεγγυς εἶναι ἀλλήλοις, μανὸν δὲ τῷ διεστάναι ἀπ᾽ ἀλλήλων· καὶ λεῖον μὲν τῷ ἐπ᾽ εὐθείας πως τὰ μόρια κεῖσθαι, τραχὺ δὲ τῷ τὸ μὲν ὑπερέχειν τὸ δὲ ἐλλείπειν. Ἴσως μὲν οὖν καὶ ἄλλος ἄν τις φανείη τρόπος ποιότητος, ἀλλ᾽ οἵ γε μάλιστα λεγόμενοι σχεδὸν οὗτοί εἰσιν. Ποιότητες μὲν οὖν εἰσὶν αἱ εἰρημέναι, ποιὰ δὲ τὰ κατὰ ταύτας παρωνύμως λεγόμενα ἢ ὁπωσοῦν ἄλλως ἀπ᾽ αὐτῶν. ἐπὶ μὲν οὖν τῶν πλείστων καὶ σχεδὸν ἐπὶ πάντων παρωνύμως λέγεται, οἷον ἀπὸ τῆς λευκότητος λευκὸς καὶ ἀπὸ τῆς γραμματικῆς γραμματικὸς καὶ ἀπὸ τῆς δικαιοσύνης δίκαιος, ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
第三の性質の類は、受動的性質と受動である。このようなものとは、例えば甘さや苦さ、渋さ、およびこれらと同類のすべてのもの、さらに熱さや冷たさ、白さや黒さである。 したがって、これらが性質であることは明らかである。なぜなら、それらを受け入れているものそれ自体が、それらに基づいて特定の性質のものと言われるからである。例えば、蜂蜜は甘さを受け入れていることによって甘いと言われ、体は白さを受け入れていることによって白いと言われる。他のものについても同様である。 しかし、これらが受動的性質と呼ばれるのは、性質を受け入れているものそれ自体が何らかの被影響を被ったからではない。なぜなら、蜂蜜は何らかの被影響を被ったことによって甘いと言われるわけではなく、他のそのようなもののどれもそうではないからである。 これらと同様に、熱さや冷たさも、それらを受け入れているものそれ自体が何らかの被影響を被ったからではなく、言及された性質の各々が感覚において受動を生み出すものであるという理由から、受動的性質と呼ばれる。なぜなら、甘さは味覚においてある受動を生じさせ、熱さは触覚においてそれを生じさせるからである。 他のものも同様である。しかし、白さや黒さ、およびその他の色彩は、言及されたものと同じ仕方で受動的性質と呼ばれるのではなく、それら自体が受動から生じたものであることによってそう呼ばれる。 したがって、受動によって多くの色彩の変化が生じることは明らかである。なぜなら、ある人は恥ずかしがると赤くなり、恐れると青白くなる、などそのような各々の変化が起きるからである。それゆえ、もし誰かが本性上、何らかの自然な体質上の条件から、このような受動のいくつかを被っているなら、その人が同様の色彩をしているのはもっともなことである。なぜなら、現在、恥ずかしがるときに生じる体に関する配置は、自然な体質構造においても同一のものが生じうるのであり、その結果、本性上も同様の色彩が生じることになるからである。したがって、このような体質上の条件のうち、動きにくく長続きする何らかの受動に起源を持つものは、受動的性質と呼ばれる。なぜなら、自然な体質構造において青白さや黒さが生じた場合であれ、それらは性質と呼ばれる(なぜなら我々はこれらに基づいて特定の性質のものと言われるからである)、あるいは、長い病気や強い日焼けによって、まさにこれと同じ青白さや黒さが生じ、それらが容易には元に戻らないか、あるいは生涯にわたって留まる場合であれ、これらもまた性質と呼ばれるからである。なぜなら、同様に我々はこれらに基づいて特定の性質のものと言われるからである。 しかし、容易に解消され、速やかに元に戻るものから生じるものは、受動と呼ばれ、性質とは呼ばれない。なぜなら、人々はこれらに基づいて特定の性質のものとは言われないからである。というのも、恥ずかしがることによって赤くなっている人は赤ら顔の男とは呼ばれず、恐れることによって青白くなっている人も蒼白の男とは呼ばれず、むしろ何かを被ったと言われるからである。 したがって、そのようなものは受動と呼ばれ、性質とは呼ばれない。これらと同様に、魂に関しても、受動的性質と受動が言われる。 なぜなら、生まれるとすぐに、動きにくい何らかの受動から生じたものは、性質と呼ばれるからである。例えば、狂気の狂乱や、怒り、およびそのようなものである。なぜなら、人々はこれらに基づいて特定の性質のもの、すなわち怒りっぽい人や狂気の人と言われるからである。 同様に、本性(自然)によるものではなく、他の何らかの体質上の条件から生じて、取り除くことが困難であるか、あるいは全く動かないような狂乱も、そのようなものも性質である。なぜなら、人々はこれらに基づいて特定の性質のものと言われるからである。 しかし、速やかに元に戻るものから生じるものは、受動と呼ばれる。例えば、もし誰かが悲しんでいるときにより怒りっぽくなっている場合がそうである。なぜなら、そのような受動の状態にあってより怒りっぽくなっている人が、怒りっぽい人と呼ばれるわけではなく、むしろ何かを被ったと言われるからである。それゆえ、そのようなものは受動と呼ばれ、性質とは呼ばれない。 第四の性質の類は、図形と、個々のものに備わっている形態であり、さらにこれらに加えて、まっすぐであることや曲がっていること、および、これらに類似するすべてのものである。なぜなら、これらの各々に基づいて、ある特定の性質のものと言われるからである。三角形であることや四角形であることは、ある特定の性質のものと言われ、まっすぐであることや曲がっていることも同様である。 また、形態に基づいても、個々のものはある特定の性質のものと言われる。ところで、まばらであることや、稠密であること、粗いこと、滑らかであることは、ある特定の性質を意味するように思われるかもしれないが、このようなものは性質の区分にとっては異質なものであると思われる。なぜなら、それらの各々は、むしろ部分たちの何らかの配置を示しているように見えるからである。 なぜなら、稠密であるのは、部分たちが互いに極めて近くにあることによるのであり、まばらであるのは、互いに離れていることによるからである。また、滑らかであるのは、部分たちが何らかの仕方で直線上にあることによるのであり、粗いのは、ある部分が突出し、別の部分が凹んでいることによるからである。 それゆえ、おそらく性質の他のあり方も現れるかもしれないが、最もよく言及されるものは、ほぼこれらである。 さて、性質とは言及されたこれらのことであり、特定の性質のものとは、これらに基づいて派生名的に言われるか、あるいは他の何らかの仕方でこれらから言われるものである。 したがって、大部分において、またほとんどすべてにおいて、派生名的に言われる。例えば、白さから白いものが、文法学から文法学者が、正義から正しい人が言われるようにであり、他のものについても同様である。
- 9a35οὐ τῷ αὐτὰ τὰ δεδεγμένα τὰς ποιότητας πεπονθέναι τι
τῷ に続く不定詞句(対格主語 αὐτὰ τὰ δεδεγμένα を伴う完了不定詞 πεπονθέναι)は原因を表す与格である。受動的性質と呼ばれるのは、その性質を受け入れる主体そのものが受動(変化)を被るからではないという否定の論理を構成する。
- 9b5τῷ δὲ κατὰ τὰς αἰσθήσεις ἑκάστην τῶν εἰρημένων ποιοτήτων πάθους εἶναι ποιητικήν
原因を表す articular infinitive (τῷ ... εἶναι) の中に、対格主語 ἑκάστην τῶν εἰρημένων ποιοτήτων と、主格補語(対格不定詞の補語として対格化された)ποιητικήν、およびその目的語属格 πάθους が配置された複雑な構成である。各々の性質が感覚において受動を生み出すものであるという因果関係を示す。
- 9b15ἥτις γὰρ νῦν ἐν τῷ αἰσχυνθῆναι διάθεσις τῶν περὶ τὸ σῶμα ἐγένετο, καὶ κατὰ φυσικὴν σύστασιν ἡ αὐτὴ γένοιτ᾿ ἄν
関係代名詞 ἥτις が先行詞 διάθεσις を関係節内に取り込んでいる(attraction)。後続の主節において、その先行詞は代名詞 ἡ αὐτὴ として受けられ、可能性・潜在を表す ἄν + 希求法(γένοιτο ἄν)が用いられている。
- 10a15δόξειε μὲν ἂν ποιόν τι σημαίνειν, ἔοικε δὲ ἀλλότρια τὰ τοιαῦτα εἶναι τῆς περὶ τὸ ποιὸν διαιρέσεως
前半の δόξειε ἂν は希求法+ἄν,「〜と思われるかもしれない」という潜在・控えめな主張を表し、後半の ἔοικε は直説法完了(現在意味)で確信度の高い事実判断を示す対比。形容詞 ἀλλότρια(異質な)は、分離・対象外を表す属格 τῆς... διαιρέσεως を支配している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 2 件
