Humanitext Reader

亚里士多德 · 范畴篇 §7#3

实体及其部分是否属于关系者的问题

第 9 段,共 19 段 · 希腊语

内容简介

探讨了实体(特别是头、手等第二实体的部分)是否属于关系者的困难,并通过引入关系的第二种定义,得出任何实体都不属于关系者的结论。

§7#3Ἔχει δὲ ἀπορίαν πότερον οὐδεμία οὐσία τῶν πρός τι λέγεται, καθάπερ δοκεῖ, ἢ τοῦτο ἐνδέχεται κατά τινας τῶν δευτέρων οὐσιῶν.
这里存在一个困难,即是否真如人们所认为的那样,没有任何实体是作为关系者而被说出的,还是说这在某些第二实体中是可能的。
Ἐπὶ μὲν γὰρ τῶν πρώτων οὐσιῶν ἀληθές ἐστιν· οὔτε γὰρ τὰ ὅλα οὔτε τὰ μέρη πρός τι λέγεται.
对于第一实体而言,这确实是真的;因为无论是整体还是部分,都不作为关系者而被说出。
Ὁ γάρ τις ἄνθρωπος οὐ λέγεται τινός τις ἄνθρωπος, οὐδὲ ὁ τὶς βοῦς τινός τις βοῦς.
因为某个特定的人不被称为某人的某个特定的人,某个特定的牛也不被称为某人的某个特定的牛。
Ὡσαύτως δὲ καὶ τὰ μέρη· ἡ γάρ τις χεὶρ οὐ λέγεται τινός τις χεὶρ ἀλλά τινος χείρ, καὶ ἡ τὶς κεφαλὴ οὐ λέγεται τινός τις κεφαλὴ ἀλλά τινος κεφαλή.
部分的情况也同样如此;因为某个特定的手不被称为某人的某个特定的手,而是被称为某人的手,某个特定的头部不被称为某人的某个特定的头部,而是被称为某人的头部。
Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν δευτέρων οὐσιῶν, ἐπί γε τῶν πλείστων, οἷον ὁ ἄνθρωπος οὐ λέγεται τινὸς ἄνθρωπος, οὐδὲ ὁ βοῦς τινὸς βοῦς, οὐδὲ τὸ ξύλον τινὸς ξύλον, ἀλλά τινος κτῆμα λέγεται.
同样,在第二实体中,至少在大多数情况下也是如此;例如,人并不被称为某人的人,牛不被称为某人的牛,木材不被称为某人的木材,而是被称为某人的财产。
Ἐπὶ μὲν οὖν τῶν τοιούτων φανερὸν ὅτι οὐκ ἔστι τῶν πρός τι· ἐπ᾿ ἐνίων δὲ τῶν δευτέρων οὐσιῶν ἔχει ἀμφισβήτησιν, οἶον ἡ κεφαλὴ τινὸς λέγεται κεφαλὴ καὶ ἡ χεὶρ τινὸς λέγεται χεὶρ καὶ ἕκαστον τῶν τοιούτων, ὥστε ταῦτα τῶν πρός τι δόξειεν ἂν εἶναι.
因此,在这些情况下,显而易见它们不属于关系者;但在某些第二实体中则存在争议,例如,头部被称为某人的头部,手被称为某人的手,此类事物中的每一个都是如此,因此这些似乎可能属于关系者。
Εἰ μὲν οὖν ἱκανῶς ὁ τῶν πρός τι ὁρισμὸς ἀποδέδοται, ἢ τῶν πάνυ χαλεπῶν ἢ τῶν ἀδυνάτων ἐστὶ τὸ δεῖξαι ὡς οὐδεμία οὐσία τῶν πρός τι λέγεται·
如果关系者的定义已经给得足够充分,那么要证明没有任何实体属于关系者,要么是极难的事情,要么是不可能的事情。
εἰ δὲ μὴ ἱκανῶς, ἀλλ᾿ ἔστι τὰ πρός τι οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν, ἴσως ἂν ῥηθείη τι πρὸς αὐτά.
但是,如果定义不够充分,而关系者是指那些其存在等同于以某种方式与某物相关联的事物,那么或许可以对它们做出某种解答。
Ὁ δὲ πρότερος ὁρισμὸς παρακολουθεῖ μὲν πᾶσι τοῖς πρός τι, οὐ μὴν ταὐτόν γέ ἐστι τῷ πρός τι αὐτοῖς εἶναι τὸ αὐτὰ ἅπερ ἐστὶν ἑτέρων λέγεσθαι.
前一个定义虽然伴随所有的关系者,但对于关系者而言,它们的存在并不等同于它们本身所是的东西是作为属于他物而被说出的。
Ἐκ δὲ τούτων δῆλόν ἐστιν ὅτι ἐάν τις εἰδῇ τι ὡρισμένως τῶν πρός τι, κἀκεῖνο πρὸς ὃ λέγεται ὡρισμένως εἴσεται.
由此显然,如果有人确定地知道关系者中的任何一个,他也就确定地知道该关系者所相对于其被说出的那个对象。
Φανερὸν μὲν οὖν καὶ ἐξ αὐτῶν ἐστίν.
这从事物本身也是显而易见。
Εἰ γὰρ οἶδέ τις τόδε τι ὅτι ἔστι τῶν πρός τι, ἔστι δὲ τὸ εἶναι τοῖς πρός τι ταὐτὸν τῷ πρός τί πως ἔχειν, κἀκεῖνο οἶδε πρὸς ὃ τοῦτό πως ἔχει· εἰ γὰρ οὐκ οἶδεν ὅλως πρὸς ὃ τοῦτό πως ἔχει, οὐδ᾿ εἰ πρός τί πως ἔχει εἴσεται.
因为如果有人知道这个特定事物属于关系者,而对关系者来说,存在等同于以某种方式与某物相关联,那么他也知道这个事物是以何种方式与什么相联系的;因为如果他根本不知道这个事物是以何种方式与什么相联系的,他也就不会知道它是否以某种方式与某物相联系。
Καὶ ἐπὶ τῶν καθ᾿ ἕκαστα δὲ δῆλον τὸ τοιοῦτον, οἷον τόδε τι εἰ οἶδε ἀφωρισμένως ὅτι ἔστι διπλάσιον, καὶ ὅτου διπλάσιόν ἐστιν εὐθὺς ἀφωρισμένως οἶδεν· εἰ γὰρ μηδενὸς τῶν ἀφωρισμένων οἶδεν αὐτὸ διπλάσιον, οὐδ᾿ εἰ διπλάσιόν ἐστιν ὅλως οἶδεν.
在具体个案中,这种情况也是显而易见的,例如,如果有人确定地知道这个特定事物是两倍,他立刻也就确定地知道它是谁的两倍;因为如果他不知道它是任何确定事物的两倍,他也就根本不知道它是否是两倍。
Ὡσαύτως δὲ καὶ τόδε τι εἰ οἶδεν ὅτι κάλλιόν ἐστι, καὶ ὅτου κάλλιόν ἐστιν εὐθὺς ἀφωρισμένως ἀναγκαῖον εἰδέναι διὰ ταῦτα.
同样,如果他知道这个特定事物更美丽,由于这些原因,他显然也必须立刻确定地知道它比什么更美丽。
Οὐκ ἀορίστως δὲ εἴσεται ὅτι τοῦτό ἐστι χείρονος κάλλιον· ὑπόληψις γὰρ τὸ τοιοῦτο γίνεται, οὐκ ἐπιστήμη· οὐ γὰρ ἔτι ἀκριβῶς εἴσεται ὅτι ἐστὶ χείρονος κάλλιον.
他不会不确定地知道这是比某个更差的东西更美丽;因为这样的事情成了信念,而不是知识;因为他不再准确地知道它是比更差的东西更美丽。
Εἰ γὰρ οὕτως ἔτυχεν, οὐδέν ἐστι χεῖρον αὐτοῦ.
因为如果是这样偶然发生的,也许根本没有比它更差的东西。
Ὥστε φανερὸν ὅτι ἀναγκαῖόν ἐστιν, ὃ ἂν εἰδῇ τις τῶν πρός τι ἀφωρισμένως, κἀκεῖνο πρὸς ὃ λέγεται ἀφωρισμένως εἰδέναι.
因此,显然只要有人确定地知道关系者中的任何一个,就必须确定地知道它所相对于其被说出的那个对象。
Τὴν δέ γε κεφαλὴν καὶ τὴν χεῖρα καὶ ἕκαστον τῶν τοιούτων, ἅ εἰσιν οὐσίαι, αὐτὸ μὲν ὅπερ ἐστὶν ὡρισμένως ἔστιν εἰδέναι, πρὸς ὃ δὲ λέγεται, οὐκ ἀναγκαῖον.
但是,对于头部、手以及每一个此类属于实体的部分,虽然可以确定地知道它们本身是什么,但并不必须知道它们所相对于其被说出的那个对象。
Τίνος γὰρ αὕτη ἡ κεφαλὴ ἢ τίνος ἡ χείρ, οὐκ ἔστιν εἰδέναι ὡρισμένως.
因为这颗头部是谁的,或者这只手是谁的,是无法确定地知道的。
Ὥστε οὐκ ἂν εἴη ταῦτα τῶν πρός τι.
因此,这些不属于关系者。
Εἰ δὲ μή ἐστι ταῦτα τῶν πρός τι, ἀληθὲς ἂν εἴη λέγειν ὅτι οὐδεμία οὐσία τῶν πρός τί ἐστιν.
如果这些不属于关系者,那么说没有任何实体属于关系者就是真实的。
Ἴσως δὲ χαλεπὸν ὑπὲρ τῶν τοιούτων σφοδρῶς ἀποφαίνεσθαι μὴ πολλάκις ἐπεσκεμμένον· τὸ μέντοι διηπορηκέναι ἐφ᾿ ἑκάστου αὐτῶν οὐκ ἄχρηστόν ἐστιν.
然而,在没有经过多次考察之前,要在这些问题上做出强硬的断言或许是困难的;但是,对其中的每一个提出质疑绝非没有用处。

词汇与语法注释

  1. 27ἡ γάρ τις χεὶρ οὐ λέγεται τινός τις χεὶρ ἀλλά τινος χείρ — 此处对比了带有特定指示代词 τις 的实体名词短语与不带 τις 的属格支配结构。之所以不使用 τινός τις χεὶρ(某人的某个特定的手),是因为作为个体的第一实体不能通过它与他物的相对关系来定义。相反,被称为“某人的手”(τινος χείρ)仅表示部分与整体或所有关系的属格联系,而非关系范畴下的定义。
  2. 30εἰ δὲ μὴ ἱκανῶς, ἀλλ᾿ ἔστι τὰ πρός τι οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν — 亚里士多德在此提出了关系的第二个定义,即“其存在(to einai)等同于以某种方式与某物相关联(pros ti pos echein)的事物”。前一章给出的第一个定义(“其自身所是的东西是作为属于他物而被说出,或者以某种方式相对于他物而被说出的事物”)会导致实体的部分(如头或手)被归入关系范畴。为了避免这一困难,他从本质的“存在”角度重新定义了关系。
  3. 33οὐκ ἀορίστως δὲ εἴσεται ὅτι τοῦτό ἐστι χείρονος κάλλιον — 副词短语 οὐκ ἀορίστως(非不确定地,即确定地)意味着,为了真正认识一个关系者,必须具体且确定地知道与之相比的对象(比什么更美丽)。如果仅仅模糊地认为“比某种更差的东西更美丽”,这只属于主观的“信念/设想(ὑπόληψις)”,而不能被称为客观的“知识(ἐπιστήμη)”。

引用这一段

亚里士多德, 范畴篇 §7#3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg006.humanitext-grc1:7%233

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。