§8#1Ποιότητα δὲ λέγω καθ᾿ ἣν ποιοί τινες εἶναι λέγονται.
性質とは、それによって人々がある特定の性質のものと言われるところのものである。
Ἔστι δὲ ἡ ποιότης τῶν πλεοναχῶς λεγομένων.
性質は、多義的に言われるものの一つである。
Ἒν μὲν οὖν εἶδος ποιότητος ἕξις καὶ διάθεσις λεγέσθωσαν.
さて、性質の一つの種を状態と素質と呼ぶことにしよう。
Διαφέρει δὲ ἕξις διαθέσεως τῷ πολὺ χρονιώτερον εἶναι καὶ μονιμώτερον.
状態は、はるかに長く続き、より安定的であるという点において、素質と異なる。
Τοιαῦται δὲ αἵ τε ἐπιστῆμαι καὶ αἱ ἀρεταί·
様々な知識や様々な徳はこのようなものである。
ἥ τε γὰρ ἐπιστήμη δοκεῖ τῶν παραμονίμων εἶναι καὶ δυσκινήτων, ἐὰν καὶ μετρίως τις ἐπιστήμην λάβῃ, ἐάν περ μὴ μεγάλη μεταβολὴ γένηται ὑπὸ νόσου ἢ ἄλλου τινὸς τοιούτου·
なぜなら、知識は、たとえ誰かがそれをほどほどに獲得しただけであっても、病気や他のそのようなことによって大きな変化が生じない限り、安定して留まり、動きにくいものの一つと思われるからである。
ὡσαύτως δὲ καὶ ἡ ἀρετή, οἷον ἡ δικαιοσύνη καὶ ἡ σωφροσύνη καὶ ἕκαστον τῶν τοιούτων, οὐκ εὐκίνητον δοκεῖ εἶναι οὐδ᾿ εὐμετάβολον.
同様に徳も、例えば正義や節制、またそのようなものの各々も、動きやすくも変わりやすくもないと思われる。
Διαθέσεις δὲ λέγονται ἅ ἐστιν εὐκίνητα καὶ ταχὺ μεταβάλλοντα, οἷον θερμότης καὶ κατάψυξις καὶ νόσος καὶ ὑγίεια καὶ ὅσα ἄλλα τοιαῦτα·
これに対して、動きやすく、速やかに変化するものが素質と呼ばれる。 例えば、熱さや冷たさ、病気や健康、その他そのようなすべてのことである。
διάκειται μὲν γάρ πως κατὰ ταύτας ὁ ἄνθρωπος, ταχὺ δὲ μεταβάλλει ἐκ θερμοῦ ψυχρὸς γενόμενος καὶ ἐκ τοῦ ὑγιαίνειν εἰς τὸ νοσεῖν, ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων, εἰ μή τις καὶ αὐτῶν τούτων τυγχάνοι διὰ χρόνου πλῆθος ἤδη πεφυσιωμένη καὶ ἀνίατος ἢ πάνυ δυσκίνητος οὖσα, ἣν ἄν τις ἴσως ἕξιν ἤδη προσαγορεύοι.
なぜなら、人間はこれらによって何らかの仕方で状態づけられているが、熱い状態から冷たくなり、健康な状態から病気になることで速やかに変化するからであり、他のことについても同様である。 ただし、これら自体が長い時間の経過によってすでに本性となってしまい、治療不可能であるか、あるいは極めて動きにくくなっている場合は別であり、その場合には、おそらく状態と呼ぶことができるかもしれない。
Φανερὸν δὲ ὅτι ταῦτα βούλονται ἕξεις λέγειν, ἅ ἐστι πολυχρονιώτερα καὶ δυσκινητότερα·
人々が状態と呼びたがっているのは、より長く続き、より動きにくいものであることは明らかである。
τοὺς γὰρ τῶν ἐπιστημῶν μὴ πάνυ κατέχοντας ἀλλ᾿ εὐκινήτους ὄντας οὔ φασιν ἕξιν ἔχειν, καίτοι διάκεινταί γέ πως κατὰ τὴν ἐπιστήμην ἢ χεῖρον ἢ βέλτιον.
というのも、諸知識を十分に把握しておらず、変わりやすい人々については、彼らが知識に関して何らかの仕方で(劣って、あるいは勝って)状態づけられているとはいえ、状態を有しているとは言わないからである。
Ὥστε διαφέρει ἕξις διαθέσεως τῷ τὴν μὲν εὐκίνητον εἶναι, τὴν δὲ πολυχρονιωτέραν τε καὶ δυσκινητοτέραν.
それゆえ、状態は素質と異なっており、後者(素質)は動きやすいものであるのに対し、前者(状態)はより長く続き、より動きにくいものである。
Εἰσὶ δὲ αἱ μὲν ἕξεις καὶ διαθέσεις, αἱ δὲ διαθέσεις οὐκ ἐξ ἀνάγκης ἕξεις·
そして、すべての状態は素質でもあるが、すべての素質が必然的に状態であるわけではない。
οἱ μὲν γὰρ ἕξεις ἔχοντες καὶ διάκεινταί γέ πως κατ᾿ αὐτάς, οἱ δὲ διακείμενοι οὐ πάντως καὶ ἕξιν ἔχουσιν.
なぜなら、状態を有する人々はそれらによって何らかの仕方で状態づけられてもいるが、何らかの仕方で状態づけられている人々が必ずしも状態を有しているわけではないからである。
Ἕτερον δὲ γένος ποιότητος καθ᾿ ὃ πυκτικοὺς ἢ δρομικοὺς ἢ ὑγιεινοὺς ἢ νοσώδεις λέγομεν, καὶ ἁπλῶς ὅσα κατὰ δύναμιν φυσικὴν ἢ ἀδυναμίαν λέγεται.
性質のもう一つの類は、それによって我々が拳闘が得意であるとか、走るのが得意であるとか、健康であるとか、病弱であるとか言うものであり、端的に言って、自然な能力や無能力に基づいて言われるすべてのものを含む。
Οὐ γὰρ τῷ διακεῖσθαί γέ πως ἕκαστον τῶν τοιούτων ποιὸν λέγεται, ἀλλὰ τῷ δύναμιν ἔχειν φυσικὴν ἢ ἀδυναμίαν τοῦ ποιῆσαί τι ῥᾳδίως ἢ μηδὲν πάσχειν, οἷον πυκτικοὶ ἢ δρομικοὶ οὐ τῷ διακεῖσθαί πως λέγονται ἀλλὰ τῷ δύναμιν ἔχειν φυσικὴν τοῦ ποιῆσαί τι ῥᾳδίως, ὑγιεινοὶ δὲ λέγονται τῷ δύναμιν ἔχειν φυσικὴν τοῦ μηδὲν πάσχειν ὑπὸ τῶν τυχόντων ῥᾳδίως, νοσώδεις δὲ τῷ ἀδυναμίαν ἔχειν φυσικὴν τοῦ μηδὲν πάσχειν ῥᾳδίως ὑπὸ τῶν τυχόντων.
なぜなら、そうしたものの各々は、何らかの仕方で状態づけられていることによってその性質のものと言われるのではなく、何かを容易に行う、あるいは何も被らないという自然な能力や無能力を有していることによってそう言われるからである。 例えば、拳闘が得意であるとか、走るのが得意であると言われるのは、何らかの仕方で状態づけられているからではなく、何かを容易に行う自然な能力を有しているからである。 また、健康であると言われるのは、偶然に出会うものによって容易には何の影響も受けないという自然な能力を有しているからであり、病弱であると言われるのは、偶然に出会うものから容易には何の影響も受けないでいることができないという自然な無能力を有しているからである。
Ὁμοίως δὲ τούτοις καὶ τὸ σκληρὸν καὶ τὸ μαλακὸν ἔχει·
これらと同様に、硬いものや柔らかいものもある。
τὸ μὲν γὰρ σκληρὸν λέγεται τῷ δύναμιν ἔχειν τοῦ μὴ ῥᾳδίως διαιρεῖσθαι, τὸ δὲ μαλακὸν τῷ ἀδυναμίαν ἔχειν τοῦ αὐτοῦ τούτου.
すなわち、硬いものは容易に分割されない能力を有していることによってそう言われ、柔らかいものはこれと同じことに対する無能力を有していることによってそう言われるからである。