Humanitext Reader

亚里士多德 · 范畴篇 §7#2

关系的恰当转换与同时共在的例外

第 8 段,共 19 段 · 希腊语

内容简介

论证了只要进行妥当的归属(即使需要造词),所有关系者都能相互转换,并探讨了关系者的共在性,指出可知和可感对象在时间上先于知识和感觉这一例外。

§7#2Οὕτω δὲ ῥᾷστα ἂν ἴσως τις λάβοι οἷς μὴ κεῖται ὀνόματα, εἰ ἀπὸ τῶν πρώτων καὶ τοῖς πρὸς αὐτὰ ἀντιστρέφουσι τιθείη τὰ ὀνόματα, ὥσπερ ἐπὶ τῶν προειρημένων ἀπὸ τοῦ πτεροῦ τὸ πτερωτὸν καὶ ἀπὸ τοῦ πηδαλίου τὸ πηδαλιωτόν.
同样地,对于那些没有现成名称的事物,如果有人根据最初的事物,向着那些与它们相互转换的事物赋予名称,或许最容易获得名称,正如上述从“翅膀”得到“有翅膀者”,从“舵”得到“有舵者”一样。
Πάντα οὖν τὰ πρός τι, ἐάν περ οἰκείως ἀποδιδῶται, πρὸς ἀντιστρέφοντα λέγεται, ἐπεὶ ἐάν γε πρὸς τὸ τυχὸν ἀποδιδῶται καὶ μὴ πρὸς αὐτὸ ὃ λέγεται, οὐκ ἀντιστρέφει.
因此,所有的关系者如果归属妥当,都是相对于相互转换者而被说出的;因为如果归属于偶然的事物,而不是相对于它自身所说出的那个对象,它就不能相互转换。
Λέγω δὲ ὅτι οὐδὲ τῶν ὁμολογουμένως πρὸς ἀντιστρέφοντα λεγομένων, καὶ ὀνομάτων αὐτοῖς κειμένων, οὐδὲν ἀντιστρέφει, ἐὰν πρός τι τῶν συμβεβηκότων ἀποδιδῶται καὶ μὴ πρὸς αὐτὸ ὃ λέγεται, οἷον ὁ δοῦλος ἐὰν μὴ δεσπότου ἀποδοθῇ ἀλλ᾿ ἀνθρώπου ἢ δίποδος ἢ ὁτουοῦν τῶν τοιούτων, οὐκ ἀντιστρέφει· οὐ γὰρ οἰκεία ἡ ἀπόδοσίς ἐστιν.
我的意思是,即使是那些公认是相对于相互转换者而被说出、且已有现成名称的事物,如果归属于其偶性之一,而不是相对于它自身所说出的对象,也完全不能相互转换。 例如,如果“奴隶”不归属于“主人”,而是归属于“人”或“两足动物”或任何其他此类事物,它就不能相互转换;因为这种归属是不妥当的。
Ἔτι δ᾿ ἐὰν μέν τι οἰκείως ἀποδεδομένον ᾖ πρὸς ὃ λέγεται, πάντων περιαιρουμένων τῶν ἄλλων ὅσα συμβεβηκότα ἐστί, καταλειπομένου δὲ μόνου τούτου πρὸς ὃ ἀπεδόθη οἰκείως, ἀεὶ πρὸς αὐτὸ ῥηθήσεται, οἶον ὁ δοῦλος ἐὰν πρὸς δεσπότην λέγηται, περιαιρουμένων τῶν ἄλλων ἁπάντων ὅσα συμβεβηκότα ἐστὶ τῷ δεσπότῃ, οἶον τὸ δίποδι εἶναι καὶ τὸ ἐπιστήμης δεκτικῷ καὶ τὸ ἀνθρώπῳ, καταλειπομένου δὲ μόνου τοῦ δεσπότην εἶναι, ἀεὶ ὁ δοῦλος πρὸς αὐτὸ ῥηθήσεται· ὁ γὰρ δοῦλος δεσπότου δοῦλος λέγεται.
此外,如果某物对它所说出的对象作了妥当的归属,那么在剥离了所有其他作为偶性的事物,而仅留下这个作了妥当归属的对象时,它将始终相对于该对象而被说出。 例如,如果奴隶是相对于“主人”而被说出的,且剥离了主人身上所有其他作为偶性的事物(如“是两足动物”、“能接受知识”以及“是人”),而仅留下“是主人”这一属性,那么奴隶就始终相对于它而被说出;因为奴隶被说成是主人的奴隶。
Ἐὰν δέ γε μὴ οἰκείως ἀποδοθῇ πρὸς ὅ ποτε λέγεται, περιαιρουμένων μὲν τῶν ἄλλων, καταλειπομένου δὲ μόνου τοῦ πρὸς ὃ ἀπεδόθη, οὐ ῥηθήσεται πρὸς αὐτό.
但是,如果它没有对它所说出的对象作妥当归属,那么在剥离了其他事物而仅留下归属的对象时,它就不会相对于它而被说出。
Ἀποδεδόσθω γὰρ ὁ δοῦλος ἀνθρώπου καὶ τὸ πτερὸν ὄρνιθος, καὶ περιῃρήσθω τοῦ ἀνθρώπου τὸ δεσπότην αὐτὸν εἶναι· οὐ γὰρ ἔτι ὁ δοῦλος πρὸς ἄνθρωπον ῥηθήσεται· μὴ γὰρ ὄντος δεσπότου οὐδὲ δοῦλός ἐστιν.
例如,让“奴隶”归属于“人”,“翅膀”归属于“鸟”,并从人身上剥离“他自身是主人”这一属性;那么奴隶就不能再相对于“人”而被说出;因为没有主人,奴隶也就不存在。
Ὡσαύτως καὶ τοῦ ὄρνιθος περιῃρήσθω τὸ πτερωτῷ εἶναι· οὐ γὰρ ἔτι ἔσται τὸ πτερὸν τῶν πρός τι· μὴ γὰρ ὄντος πτερωτοῦ οὐδὲ πτερὸν ἔσται τινός.
同样地,从鸟身上剥离“具有翅膀”这一属性;那么翅膀就将不再属于关系者;因为没有有翅膀者,也就不会有任何东西的翅膀。
Ὥστε δεῖ μὲν ἀποδιδόναι πρὸς ὅ ποτε οἰκείως λέγεται.
因此,必须对它所妥当说出的那个对象进行归属。
Κἂν μὲν ὄνομα ᾖ κείμενον, ῥᾳδία ἡ ἀπόδοσις γίνεται· μὴ ὄντος δὲ ἀναγκαῖον ἴσως ὀνοματοποιεῖν.
如果存在现成的名称,归属就很容易;如果没有,或许就有必要制造名称。
Οὕτω δὲ ἀποδιδομένων φανερὸν ὅτι πάντα τὰ πρός τι πρὸς ἀντιστρέφοντα λέγεται.
在这样归属时,显然所有的关系者都是相对于相互转换者而被说出的。
Δοκεῖ δὲ τὰ πρός τι ἅμα τῇ φύσει εἶναι, καὶ ἐπὶ μὲν τῶν πλείστων ἀληθές ἐστιν.
关系者似乎也在自然上共在,并且在大多数情况下这是真实的。
Ἄμα γὰρ διπλάσιόν τέ ἐστι καὶ ἥμισυ, καὶ ἡμίσεος ὄντος διπλάσιόν ἐστι· καὶ δεσπότου ὄντος δοῦλός ἐστι, καὶ δούλου ὄντος δεσπότης ἐστίν· ὁμοίως δὲ τούτοις καὶ τὰ ἄλλα.
因为“两倍者”与“一半”是共在的,当有一半时就有两倍,当有主人时就有奴隶,当有奴隶时就有主人;其他事物也同样如此。
Καὶ συναναιρεῖ δὲ ταῦτα ἄλληλα· μὴ γὰρ ὄντος διπλασίου οὐκ ἔστιν ἥμισυ, καὶ ἡμίσεος μὴ ὄντος οὐκ ἔστι διπλάσιον· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων ὅσα τοιαῦτα.
而且,这些事物也会共同毁灭;因为如果没有两倍者,也就没有一半,如果没有一半,也就没有两倍者;在其他此类事物中也同样如此。
Οὐκ ἐπὶ πάντων δὲ τῶν πρός τι ἀληθὲς δοκεῖ τὸ ἅμα τῇ φύσει εἶναι· τὸ γὰρ ἐπιστητὸν πρότερον ἂν δόξειε τῆς ἐπιστήμης εἶναι.
但在所有的关系者中,在自然上共在似乎并不总是真实的;因为“可知者”似乎先于“知识”而存在。
Ὡς γὰρ ἐπὶ τὸ πολὺ προϋπαρχόντων τῶν πραγμάτων τὰς ἐπιστήμας λαμβάνομεν· ἐπ᾿ ὀλίγων γὰρ ἂν ἢ ἐπ᾿ οὐδενὸς ἴδοι τις ἂν ἅμα τῷ ἐπιστητῷ τὴν ἐπιστήμην γινομένην.
因为在大多数情况下,我们是在事物预先存在之后才获得关于它们的知识的;因为几乎在极少数或完全没有情况下,人们会看到知识与可知者同时产生。
Ἔτι τὸ μὲν ἐπιστητὸν ἀναιρεθὲν συναναιρεῖ τὴν ἐπιστήμην, ἡ δὲ ἐπιστήμη τὸ ἐπιστητὸν οὐ συναναιρεῖ·
此外,可知者若被毁灭,也会共同毁灭知识,但知识却不共同毁灭可知者。
ἐπιστητοῦ μὲν γὰρ μὴ ὄντος οὐκ ἔστιν ἐπιστήμη (οὐδενὸς γὰρ ἔσται ἐπιστήμη), ἐπιστήμης δὲ μὴ οὔσης οὐδὲν κωλύει ἐπιστητὸν εἶναι, οἷον καὶ ὁ τοῦ κύκλου τετραγωνισμὸς εἴγε ἔστιν ἐπιστητόν, ἐπιστήμη μὲν αὐτοῦ οὐκ ἔστιν οὐδέπω, αὐτὸς δὲ ἐπιστητόν ἐστιν.
因为如果没有可知者,就没有知识(因为那将是关于无物的知识),但如果没有知识,却不妨碍可知者的存在,例如“圆化方”如果确实是可知者,虽然目前还没有关于它的知识,但它本身仍然是可知者。
Ἔτι ζῴου μὲν ἀναιρεθέντος οὐκ ἔσται ἐπιστήμη, τῶν δ᾿ ἐπιστητῶν πολλὰ ἐνδέχεται εἶναι.
此外,若动物被毁灭,知识也将不存在,但可知者却可能有很多存在。
Ὁμοίως δὲ τούτοις καὶ τὰ ἐπὶ τῆς αἰσθήσεως ἔχει.
关于感觉的情况也与此相似。
Τὸ γὰρ αἰσθητὸν πρότερον· τῆς αἰσθήσεως δοκεῖ εἶναι.
因为“可感者”似乎先于“感觉”而存在。
Τὸ μὲν γὰρ αἰσθητὸν ἀναιρεθὲν συναναιρεῖ τὴν αἴσθησιν, ἡ δὲ αἴσθησις τὸ αἰσθητὸν οὐ συναναιρεῖ.
因为可感者若被毁灭,也会共同毁灭感觉,但感觉却不共同毁灭可感者。
Αἱ γὰρ αἰσθήσεις περὶ σῶμα καὶ ἐν σώματί εἰσιν, αἰσθητοῦ δὲ ἀναιρεθέντος ἀναιρεῖται καὶ τὸ σῶμα (τῶν γὰρ αἰσθητῶν τὸ σῶμα), σώματος δὲ μὴ ὄντος ἀναιρεῖται καὶ ἡ αἴσθησις, ὥστε συναναιρεῖ τὸ αἰσθητὸν τὴν αἴσθησιν.
因为感觉与身体相关且存在于身体中,可感者若被毁灭,身体也就被毁灭(因为身体属于可感者),而如果没有身体,感觉也就被毁灭了;因此,可感者会共同毁灭感觉。
Ἡ δέ γε αἴσθησις τὸ αἰσθητὸν οὐ συναναιρεῖ· ζῴου γὰρ ἀναιρεθέντος αἴσθησις μὲν ἀναιρεῖται, αἰσθητὸν δὲ ἔσται, οἶον σῶμα, θερμόν, γλυκύ, πικρόν, και τἆλλα πάντα ὅσα ἐστὶν αἰσθητά.
但是,感觉并不共同毁灭可感者;因为若动物被毁灭,感觉虽然被毁灭,但可感者依然存在,例如身体、热、甜、苦,以及所有其他属于可感者的事物。
Ἔτι ἡ μὲν αἴσθησις ἅμα τῷ αἰσθητικῷ γίνεται· ἅμα γὰρ τῷ ζῴῳ γίνεται καὶ αἴσθησις· τὸ δέ γε αἴσθητόν ἐστι καὶ πρὸ τοῦ ζῷον ἢ αἴσθησιν εἶναι· πῦρ γὰρ καὶ ὕδωρ καὶ τὰ τοιαῦτα, ἐξ ὧν καὶ τὸ ζῷον συνίσταται, ἔστι καὶ πρὸ τοῦ ζῷον ὅλως εἶναι ἢ αἴσθησιν, ὥστε πρότερον ἂν τῆς αἰσθήσεως τὸ αἰσθητὸν εἶναι δόξειεν.
此外,感觉与具感觉能力者是同时产生的;因为感觉与动物是同时产生的;但可感者甚至在动物或感觉存在之前就已存在;因为火、水以及此类组成动物的元素,甚至在动物完全存在或感觉存在之前就已存在;因此,可感者似乎先于感觉而存在。

词汇与语法注释

  1. ¦13¦οἷς μὴ κεῖται ὀνόματα — 关系代词与格 οἷς 用作间接宾语,表示尚无现成名称(κεῖται)的事物。
  2. ¦15¦οὐδὲ τῶν ὁμολογουμένως πρὸς ἀντιστρέφοντα λεγομένων — 属格 τῶν ... λεγομένων 是部分属格,修饰其后主句的主语 οὐδέν(没有任何一个),与 οὐδέ ... οὐδέν 构成强调的双重否定结构。
  3. ¦16¦περιαιρουμένων τῶν ἄλλων ἁπάντων — 由现在时分词中间语态 περιαιρουμένων 与名词短语 τῶν ἄλλων ἁπάντων 构成的属格独立结构,表示条件(“如果其他所有事物都被剥离”)。
  4. ¦25¦πρὸ τοῦ ζῴον ὅλως εἶναι — 由介词 πρὸ 与带冠词不定式 τοῦ εἶναι 构成的结构。ζῷον 是不定式的主格(对格形式的主语),整体构成表示时间的状语短语,意为“在动物完全存在之前”。

引用这一段

亚里士多德, 范畴篇 §7#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg006.humanitext-grc1:7%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。