Humanitext Reader

亚里士多德 · 范畴篇 §7#1

关系者的定义及其相反性与相互转换性

第 7 段,共 19 段 · 希腊语

内容简介

本章定义了关系者,并讨论了它们的基本特征,包括相反性、程度的差异(更甚与更不甚)以及相互转换性,并强调了妥当归属的重要性。

§7#1Πρός τι δὲ τὰ τοιαῦτα λέγεται, ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται, ἢ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον, οἷον τὸ μεῖζον τοῦθ᾿ ὅπερ ἐστὶν ἑτέρου λέγεται· τινὸς γὰρ λέγεται μεῖζον·
所谓关系者,是指那些因其自身所是而被说成属于他者,或者以任何其他方式与他者相联系的所有事物。 例如,“较大者”因其自身所是而被说成属于他者;因为它是被说成“比某物”较大。
καὶ τὸ διπλάσιον τοῦθ᾿ ὅπερ ἐστὶν ἑτέρου λέγεται· τινὸς γὰρ διπλάσιον λέγεται.
又如,“两倍者”因其自身所是而被说成属于他者;因为它是被说成“某物的”两倍。
Ὡσαύτως δὲ καὶ ὅσα ἄλλα τοιαῦτα.
其他此类事物也同样如此。
Ἔστι δὲ καὶ τὰ τοιαῦτα τῶν πρός τι οἷον ἕξις, διάθεσις, αἴσθησις, ἐπιστήμη, θέσις.
此外,像具有、状态、感觉、知识、位置等事物也属于关系者。
Πάντα γὰρ τὰ εἰρημένα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται καὶ οὐκ ἄλλο τι· ἡ γὰρ ἕξις τινὸς ἕξις λέγεται καὶ ἡ ἐπιστήμη τινὸς ἐπιστήμη καὶ ἡ θέσις τινὸς θέσις, καὶ τὰ ἄλλα δὲ ὡσαύτως.
因为所有上述事物因其自身所是而被说成属于他者,而不是别的任何事物;例如,具有被说成是“某物的”具有,知识被说成是“某物的”知识,位置被说成是“某物的”位置,其他事物也同样如此。
Πρός τι οὖν ἐστὶν ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται, ἢ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον, οἷον ὄρος μέγα λέγεται πρὸς ἕτερον· πρός τι γὰρ μέγα λέγεται τὸ ὄρος· καὶ τὸ ὅμοιον τινὶ ὅμοιον λέγεται, καὶ τὰ ἄλλα δὲ τὰ τοιαῦτα ὡσαύτως πρός τι λέγεται.
因此,那些因其自身所是而被说成属于他者,或者以任何其他方式与他者相联系的事物,就是关系者,例如一座山相对于他者而被说成是“大的”(因为山是被说成相对于某物是大的),“相似者”被说成是“与某物”相似,其他此类事物也同样被说成是关系者。
Ἔτι δὲ καὶ ἡ ἀνάκλισις καὶ ἡ στάσις καὶ ἡ καθέδρα θέσεις τινές, ἡ δὲ θέσις τῶν πρός τι.
此外,倚靠、站立、坐都是某种位置,而位置属于关系者。
Τὸ δὲ ἀνακεῖσθαι ἢ ἑστάναι ἢ καθῆσθαι αὐτὰ μὲν οὐκ εἰσὶ θέσεις, παρωνύμως δὲ ἀπὸ τῶν εἰρημένων θέσεων λέγεται.
然而,倚靠着、站立着、坐着它们本身并不是位置,而是由上述位置通过同源词而说出的。
Ὑπάρχει δὲ καὶ ἐναντιότης ἐν τοῖς πρός τι, οἷον ἀρετὴ κακίᾳ ἐναντίον, ἑκάτερον ὂν τῶν πρός τι, καὶ ἐπιστήμη ἀγνοίᾳ.
关系者中也存在相反性,例如“德行”与“邪恶”相反(其中每一个都是关系者),“知识”与“无知”相反。
Οὐ πᾶσι δὲ τοῖς πρός τι ὑπάρχει τὸ ἐναντίον· τῷ γὰρ διπλασίῳ οὐδέν ἐστιν ἐναντίον, οὐδὲ τῷ τριπλασίῳ, οὐδὲ τῶν τοιούτων οὐδενί.
但并非所有的关系者都存在相反者;因为“两倍者”没有相反者,“三倍者”以及任何此类事物也同样没有相反者。
Δοκεῖ δὲ καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδέχεσθαι τὰ πρός τι· ὅμοιον γὰρ καὶ ἀνόμοιον μᾶλλον καὶ ἧττον λέγεται, καὶ ἴσον καὶ ἄνισον μᾶλλον καὶ ἧττον λέγεται, ἑκάτερον αὐτῶν πρός τι ὄν· τό τε γὰρ ὅμοιον τινὶ ὅμοιον λέγεται καὶ τὸ ἀνόμοιον τινὶ ἀνόμοιον.
关系者似乎也容纳程度的更甚和更不甚;因为“相似者”和“不相似者”被说成更甚和更不甚,“相等者”和“不相等者”也被说成更甚和更不甚,它们中的每一个都是关系者;因为相似者被说成是“与某物”相似,不相似者被说成是“与某物”不相似。
Οὐ πάντα δὲ τὰ πρός τι ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον· τὸ γὰρ διπλάσιον οὐ λέγεται μᾶλλον καὶ ἧττον διπλάσιον, οὐδὲ τῶν τοιούτων οὐδέν.
但并非所有的关系者都容纳程度的更甚和更不甚;因为“两倍者”不被说成是更甚或更不甚的两倍,任何此类事物也不被说成是如此。
Πάντα δὲ τὰ πρός τι πρὸς ἀντιστρέφοντα λέγεται, οἷον ὁ δοῦλος δεσπότου δοῦλος λέγεται καὶ ὁ δεσπότης δούλου δεσπότης, καὶ τὸ διπλάσιον ἡμίσεος διπλάσιον καὶ τὸ ἥμισυ διπλασίου ἥμισυ, καὶ τὸ μεῖζον ἐλάττονος μεῖζον καὶ τὸ ἔλαττον μείζονος ἔλαττον.
所有的关系者都是相对于相互转换者而被说出的,例如“奴隶”被说成是“主人的”奴隶,“主人”被说成是“奴隶的”主人;“两倍者”是“一半的”两倍,“一半”是“两倍者的”一半;“较大者”是“较小者的”较大者,“较小者”是“较大者的”较小者。
Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων, πλὴν τῇ πτώσει ἐνίοτε διοίσει κατὰ τὴν λέξιν, οἷον ἡ ἐπιστήμη ἐπιστητοῦ λέγεται ἐπιστήμη καὶ τὸ ἐπιστητὸν ἐπιστήμῃ ἐπιστητόν, καὶ ἡ αἴσθησις αἰσθητοῦ αἴσθησις καὶ τὸ αἰσθητὸν αἰσθήσει αἰσθητόν.
在其他事物中也同样如此,只是有时在表达中会因为格的变化而有所不同,例如“知识”被说成是“可知者的”知识,而“可知者”是通过“知识”而被知道的;“感觉”被说成是“可感者的”感觉,而“可感者”是通过“感觉”而被感知的。
Οὐ μὴν ἀλλ᾿ ἐνίοτε οὐ δόξει ἀντιστρέφειν, ἐὰν μὴ οἰκείως πρὸς ὃ λέγεται ἀποδοθῇ, ἀλλὰ διαμάρτῃ ὁ ἀποδιδούς, οἷον τὸ πτερὸν ἐὰν ἀποδοθῇ ὄρνιθος, οὐκ ἀντιστρέφει ὄρνις πτεροῦ.
然而,有时如果不妥当地向它所被说出的对象归属,而归属者犯了错误,就会显得不能相互转换。 例如,如果将“翅膀”归属于“鸟”,鸟就不能转换成“翅膀的”鸟。
Οὐ γὰρ οἰκείως τὸ πρῶτον ἀποδέδοται πτερὸν ὄρνιθος· οὐ γὰρ ᾗ ὄρνις, ταύτῃ τὸ πτερὸν αὐτοῦ λέγεται, ἀλλ᾿ ᾗ πτερωτόν ἐστι· πολλῶν γὰρ καὶ ἄλλων πτερά ἐστιν, ἃ οὐκ εἰσὶν ὄρνιθες.
因为最初将翅膀归属于“鸟”是不妥当的;因为并不是作为鸟,它的翅膀才被说出的,而是作为有翅膀者;因为许多其他不是鸟的事物也有翅膀。
Ὥστε ἐὰν ἀποδοθῇ οἰκείως, καὶ ἀντιστρέφει, οἷον τὸ πτερὸν πτερωτοῦ πτερὸν καὶ τὸ πτερωτὸν πτερῷ πτερωτόν.
因此,如果进行妥当的归属,就会相互转换,例如“翅膀”是“有翅膀者的”翅膀,而“有翅膀者”是通过“翅膀”而成为有翅膀的。
Ἐνίοτε δὲ καὶ ὀνοματοποιεῖν ἴσως ἀναγκαῖον, ἐὰν μὴ κείμενον ᾖ ὄνομα πρὸς ὃ οἰκείως ἂν ἀποδοθείη, οἷον τὸ πηδάλιον τοῦ πλοίου ἐὰν ἀποδοθῇ, οὐκ οἰκεία ἡ ἀπόδοσις γίνεται·
有时,如果没有一个现成的名称以便可以进行妥当的归属,或许也有必要造词。
οὐ γὰρ ᾗ πλοῖον, ταύτῃ αὐτοῦ τὸ πηδάλιον λέγεται· ἔστι γὰρ πλοῖα ὧν οὐκ ἔστι πηδάλια.
例如,如果将“舵”归属于“船”,这种归属就变得不妥当;因为并不是作为船,它的舵才被说出的;因为有些船是没有舵的。
Διὸ οὐκ ἀντιστρέφει· τὸ γὰρ πλοῖον οὐ λέγεται πηδαλίου πλοῖον.
因此它不能相互转换;因为船不被说成是“舵的”船。
Ἀλλ᾿ ἴσως οἰκειοτέρα ἂν ἡ ἀπόδοσις εἴη, εἰ οὕτω πως ἀποδοθείη, τὸ πηδάλιον πηδαλιωτοῦ πηδάλιον, ἢ ὁπωσοῦν ἄλλως· ὄνομα γὰρ οὐ κεῖται.
但是,如果像这样归属,或许会更妥当,即“舵”是“有舵者的”舵,或者以任何其他方式归属;因为现成的名称是不存在的。
Καὶ ἀντιστρέφει γε, ἐὰν οἰκείως ἀποδοθῇ· τὸ γὰρ πηδαλιωτὸν πηδαλίῳ πηδαλιωτόν.
并且,如果进行妥当的归属,它确实可以相互转换;因为“有舵者”是通过“舵”而成为有舵的。
Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων, οἶον ἡ κεφαλὴ οἰκειοτέρως ἂν ἀποδοθείη κεφαλωτοῦ ἢ ζῴου ἀποδιδομένη· οὐ γὰρ ᾗ ζῷον, κεφαλὴν ἔχει· πολλὰ γὰρ τῶν ζῴων κεφαλὴν οὐκ ἔχει.
在其他事物中也同样如此,例如“头”如果被归属于“有头者”,要比归属于“动物”更为妥当;因为并非作为动物它才拥有头;因为许多动物是没有头的。

词汇与语法注释

  1. ¦1¦αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται — 主语从句 αὐτὰ ἅπερ ἐστ起 意为“它们自身所是的那些东西”,指明关系范畴的本质定义。属格 ἑτέρων 表示关系或所属(“属于他者”)。
  2. ¦3¦αὐτὰ μὲν οὐκ εἰσὶ θέσεις — 尽管主语是不定式(ἀνακεῖσθαι ἢ ἑστάναι ἢ καθῆσθαι),但它们被中性复数代词 αὐτὰ 所指代,并使用复数动词 εἰσὶ。
  3. ¦7¦τῇ πτώσει ἐνίοτε διοίσει κατὰ τὴν λέξιν — 与格 τῇ πτώσει 意为“在语法格的变化上”。它指的是在表达相互关联时所使用的语法格的差异(例如,属格 ἐπιστητοῦ 与与格 ἐπιστήμῃ 的对比)。
  4. ¦11¦πηδαλιωτοῦ — 亚里士多德创造的新词。由于不存在与舵(πηδάλιον)相对应的现成关联词,他使用派生后缀 -ωτός 人工创造了一个意为“备有舵之物”的词。

引用这一段

亚里士多德, 范畴篇 §7#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg006.humanitext-grc1:7%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。