Humanitext Reader

亚里士多德 · 范畴篇 §6#2

量的无相反性与相等和不相等性

第 6 段,共 19 段 · 希腊语

内容简介

论述了量本身没有相反者,也不容纳程度的更甚或更不甚,而其最显著的特有属性是被说成相等或不相等。

§6#2Ἔτι τῷ ποσῷ οὐδέν ἐστιν ἐναντίον.
此外,量没有相反者。
Ἐπὶ μὲν γὰρ τῶν ἀφωρισμένων φανερὸν ὅτι οὐδέν ἐστιν ἐναντίον, οἷον τῷ διπήχει ἢ τριπήχει ἢ τῇ ἐπιφανείᾳ ἢ τῶν τοιούτων τινί· οὐδὲν γάρ ἐστιν αὐτοῖς ἐναντίον, εἰ μὴ ἄρα τὸ πολὺ τῷ ὀλίγῳ φαίη τις εἶναι ἐναντίον ἢ τὸ μέγα τῷ μικρῷ.
在确定的量之中,显而易见是没有相反者的,例如“两尺长”或“三尺长”,或者“面”,以及任何此类的事物;因为它们没有相反者,除非有人说“多”与“少”相反,或者“大”与“小”相反。
Τούτων δὲ οὐδέν ἐστι ποσὸν ἀλλὰ τῶν πρός τι· οὐδὲν γὰρ αὐτὸ καθ᾿ αὑτὸ μέγα λέγεται ἢ μικρόν, ἀλλὰ τῷ πρὸς ἕτερον ἀναφέρεσθαι, οἷον ὄρος μὲν μικρὸν λέγεται, κέγχρος δὲ μεγάλη τῷ τὴν μὲν τῶν ὁμογενῶν μείζονα εἶναι, τὸ δὲ ἔλαττον τῶν ὁμογενῶν.
但这些都不是量,而是属于关系者;因为没有任何东西因其自身而被说成是大或小,而是由于与他者相联系。 例如,一座山被说成是小的,而一粒粟粒被说成是大的,是因为前者比同类事物中较小的还要小,而后者比同类事物中较大的还要大。
Οὐκοῦν πρὸς ἕτερον ἡ ἀναφορά, ἐπεὶ εἴγε καθ᾿ αὑτὸ μικρὸν ἢ μέγα ἐλέγετο, οὐκ ἄν ποτε τὸ μὲν ὄρος μικρὸν ἐλέγετο, ἡ δὲ κέγχρος μεγάλη.
因此,这种指称是相对于他者的;因为如果它们因其自身而被说成是小或大,那么山就绝不会被说成是小的,粟粒也绝不会被说成是大的。
Πάλιν ἐν μὲν τῇ κώμῃ φαμὲν πολλοὺς ἀνθρώπους εἶναι, ἐν Ἀθήναις δὲ ὀλίγους πολλαπλασίους αὐτῶν ὄντας, καὶ ἐν μὲν τῇ οἰκίᾳ πολλούς, ἐν δὲ τῷ θεάτρῳ ὀλίγους πολλῷ πλείους ὄντας.
其次,我们说在村子里有很多人,但在雅典人却很少,尽管雅典的人数是村里人数的许多倍;我们也说在家里有很多人,但在剧场里人却很少,尽管剧场里的人数要多得多。
Ἔτι τὸ μὲν δίπηχυ καὶ τρίπηχυ καὶ ἕκαστον τῶν τοιούτων ποσὸν σημαίνει, τὸ δὲ μέγα ἢ μικρὸν οὐ σημαίνει ποσὸν ἀλλὰ μᾶλλον πρός τι· πρὸς γὰρ ἕτερον θεωρεῖται τὸ μέγα καὶ τὸ μικρόν.
此外,“两尺长”和“三尺长”以及每一个此类事物都表示量,但“大”或“小”并不表示量,而是表示关系;因为大和小是相对于他者而被观察的。
Ὥστε φανερὸν ὅτι ταῦτα τῶν πρός τί ἐστιν.
因此,显而易见这些是属于关系者的。
Ἔτι ἐάν τε τιθῇ τις ταῦτα ποσὰ εἶναι ἐάν τε μὴ τιθῇ, οὐκ ἔστιν αὐτοῖς ἐναντίον οὐδέν· ὃ γὰρ μή ἐστιν αὐτὸ καθ᾿ αὑτὸ λαβεῖν ἀλλὰ πρὸς ἕτερον ἀναφέρεται, πῶς ἂν φαίη τις τούτῳ τι ἐναντίον;
此外,无论有人假定这些是量,还是不假定,它们都没有相反者;因为对于不能因其自身而被把握而只能相对于他者来指称的事物,人们怎么能说有什么与之相反呢?
ἔτι δὲ εἰ ἔσται τὸ μέγα καὶ τὸ μικρὸν ἐναντία, συμβήσεται τὸ αὐτὸ ἅμα τὰ ἐναντία ἐπιδέχεσθαι καὶ αὐτὰ ἑαυτοῖς εἶναι ἐναντία.
而且,如果“大”和“小”是相反者,就会产生同一样东西同时容纳相反者,并且它们自身与自身相反的荒谬结果。
Συμβαίνει γάρ ποτε ἅμα τὸ αὐτὸ μέγα τε καὶ μικρὸν εἶναι· ἔστι γὰρ πρὸς μὲν τοῦτο μικρόν, πρὸς ἕτερον δὲ τὸ αὐτὸ τοῦτο μέγα.
因为有时同一样东西会同时既大又小;因为相对于这个东西它是小的,而这同一样东西相对于另一个东西又是大的。
Ὥστε τὸ αὐτὸ καὶ μέγα καὶ μικρὸν κατὰ τὸν αὐτὸν χρόνον εἶναι συμβαίνει· ὥστε ἅμα τὰ ἐναντία ἐπιδέχεσθαι.
因此,同一样东西在同一时间既大又小,其结果就是它同时容纳了相反者。
Ἀλλ᾿ οὐδὲν δοκεῖ ἅμα τὰ ἐναντία ἐπιδέχεσθαι, οἷον ἐπὶ τῆς οὐσίας· δεκτικὴ μὲν τῶν ἐναντίων δοκεῖ εἶναι, ἀλλ᾿ οὔτι γε ἅμα νοσεῖ καὶ ὑγιαίνει.
然而,似乎没有任何事物能同时容纳相反者,例如在实体的情况下;实体虽然被认为能够容纳相反者,但决不会同时生病又健康。
Ἀλλ᾿ οὐδὲ λευκὸν καὶ μέλαν ἐστὶν ἅμα.
一个东西也不会同时是白又是黑。
Ἀλλ᾿ οὐδὲ τῶν ἄλλων οὐδέν ἐστιν ὃ ἅμα τὰ ἐναντία ἐπιδέχεται.
在其他事物中,也没有任何一个能同时容纳相反者。
Καὶ αὐτὰ δ᾿ ἑαυτοῖς συμβαίνει ἐναντία εἶναι.
而且,它们自身也会成为自身相反者。
Εἰ γάρ ἐστι τὸ μέγα τῷ μικρῷ ἐναντίον, τὸ δ᾿ αὐτό ἐστιν ἅμα μέγα καὶ μικρόν, αὐτὸ ἑαυτῷ εἴη ἂν ἐναντίον.
因为如果“大”与“小”相反,而同一样东西同时既大又小,它就会与自身相反。
Ἀλλὰ τῶν ἀδυνάτων ἐστὶν αὐτὸ ἑαυτῷ εἶναί τι ἐναντίον.
但是,任何事物与自身相反是不可能的。
Οὐκ ἔστιν ἄρα τὸ μέγα τῷ μικρῷ ἐναντίον, οὐδὲ τὸ πολὺ τῷ ὀλίγῳ.
因此,“大”不与“小”相反,“多”也不与“少”相反。
Ὥστε εἰ καὶ μὴ τῶν πρός τι ταῦτά τις ἐρεῖ ἀλλὰ τοῦ ποσοῦ, οὐδὲν ἐναντίον ἕξει.
所以,即使有人不把这些说成是属于关系者而是属于量,它们也不会有相反者。
Μάλιστα δὲ ἡ ἐναντιότης τοῦ ποσοῦ περὶ τὸν τόπον δοκεῖ ὑπάρχειν.
量的相反性似乎最主要存在于空间。
Τὸ γὰρ ἄνω τῷ κάτω ἐναντίον τιθέασι, τὴν πρὸς τὸ μέσον χώραν κάτω λέγοντες διὰ τὸ πλείστην τῷ μέσῳ διάστασιν πρὸς τὰ πέρατα τοῦ κόσμου εἶναι.
因为人们将“上”与“下”对立,将朝向中心的地方称为“下”,这是因为中心到宇宙边界的距离是最大的。
Ἐοίκασι δὲ καὶ τὸν τῶν ἄλλων ἐναντίων ὁρισμὸν ἀπὸ τούτων ἐπιφέρειν· τὰ γὰρ πλεῖστον ἀλλήλων διεστηκότα τῶν ἐν τῷ αὐτῷ γένει ἐναντία ὁρίζονται.
他们似乎还从这些事物中引申出其他相反者的定义;因为在同一个属中,彼此相距最远的那些事物被定义为相反者。
Οὐ δοκεῖ δὲ τὸ ποσὸν ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον, οἷον τὸ δίπηχυ· οὐ γάρ ἐστιν ἕτερον ἑτέρου μᾶλλον δίπηχυ.
量似乎也不容纳程度的更甚和更不甚(更强和更弱),例如“两尺长”;因为一个东西并不比另一个东西更具有“两尺长”。
Οὐδ᾿ ἐπὶ τοῦ ἀριθμοῦ, οἷον τὰ τρία τῶν πέντε οὐδὲν μᾶλλον τὰ τρία, οὐδὲ τὰ πέντε τῶν τριῶν.
数的情况也不是这样,例如三并不比五更具有“三”,五也不比三更具有“五”。
Οὐδὲ χρόνος ἕτερος ἑτέρου μᾶλλον χρόνος εἶναι λέγεται.
一个时间也不比另一个时间更被称为是“时间”。
Οὐδ᾿ ἐπὶ τῶν εἰρημένων ὅλως οὐδενὸς τὸ μᾶλλον καὶ τὸ ἧττον λέγεται.
总之,在所说的一切事物中,完全没有程度的更甚和更不甚。
Ὥστε καὶ τὸ ποσὸν οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον.
因此,量也不容纳程度的更甚和更不甚。
Ἴδιον δὲ μάλιστα τοῦ ποσοῦ τὸ ἴσον τε καὶ ἄνισον λέγεσθαι.
而量最显著的特有属性是被说成相等和不相等。
Ἕκαστον γὰρ τῶν εἰρημένων ποσῶν ἴσον τε καὶ ἄνισον λέγεται, οἷον σῶμα καὶ ἴσον καὶ ἄνισον λέγεται, καὶ χρόνος καὶ ἴσος καὶ ἄνισος.
因为所说的每一个量都被说成相等和不相等,例如体被说成相等和不相等,时间也被说成相等和不相等。
Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν ῥηθέντων ἕκαστον ἴσον τε καὶ ἄνισον λέγεται.
同样,在所说的其他每一个量的情况下,也都被说成相等和不相等。
Τῶν δὲ λοιπῶν ὅσα μή ἐστι ποσά, οὐ πάνυ ἂν δόξαι ἴσα τε καὶ ἄνισα λέγεσθαι, οἷον ἡ διάθεσις οὐ πάνυ ἴση τε καὶ ἄνισος λέγεται, ἀλλὰ μᾶλλον ὁμοία, καὶ τὸ λευκὸν ἴσον τε καὶ ἄνισον οὐ πάνυ, ἀλλ᾿ ὅμοιον.
至于其余那些不是量的事物,则完全不被看作是说成相等和不相等的。 例如,状态完全不被说成相等和不相等,而是说成相似;白也完全不被说成相等和不相等,而是相似。
Ὥστε τοῦ ποσοῦ μάλιστα ἂν εἴη ἴδιον τὸ ἴσον τε καὶ ἄνισον λέγεσθαι.
因此,被说成相等和不相等,应是量最显著的特有属性。

词汇与语法注释

  1. 13τῷ τὴν μὲν τῶν ὁμογενῶν μείζονα εἶναι, τὸ δὲ ἔλαττον τῶν ὁμογενῶν — 这是一个由带介词冠词的与格 `τῷ` 引导的带定格的不定式短语,表示原因(“由于……”)。其中阴性单数冠词 `τὴν μὲν` 和中性单数冠词 `τὸ δὲ` 具有代词功能,分别指代前文出现的阴性名词 `κέγχρος`(粟粒)和中性名词 `ὄρος`(山)。
  2. 16συμβήσεται τὸ αὐτὸ ἅμα τὰ ἐναντία ἐπιδέχεσθαι καὶ αὐτὰ ἑαυτοῖς εἶναι ἐναντία — 两个带定格的不定式短语 `τὸ αὐτὸ ἅμα τὰ ἐναντία ἐπιδέχεσθαι`(同一样东西同时容纳相反者)和 `αὐτὰ ἑαυτοῖς εἶναι ἐναντία`(它们自身与自身相反)由 `καί` 连接,共同作无人称动词 `συμβήσεται`(将发生、将导致)的主语。
  3. 21διὰ τὸ πλείστην τῷ μέσῳ διάστασιν πρὸς τὰ πέρατα τοῦ κόσμου εἶναι — 由介词 `διά` 和带冠词单数对格 `τὸ` 引导的不定式短语。不定式 `εἶναι` 的逻辑主语是对格名词 `διάστασιν`(距离),而与格 `τῷ μέσῳ`(对中心)和介词短语 `πρὸς τὰ πέρατα τοῦ κόσμου`(朝向宇宙的边界)对其进行修饰。

引用这一段

亚里士多德, 范畴篇 §6#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg006.humanitext-grc1:6%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。