← アリストテレス

カテゴリー論

§6#2

反対の不在と量に固有な等・不等

量には本来的な反対が存在しないこと、多少の度合い(程度)を受け入れないこと、そして「等・不等」と言われることこそが量に最も固有の特性であることを論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§6#2

Ἔτι τῷ ποσῷ οὐδέν ἐστιν ἐναντίον. ἐπὶ μὲν γὰρ τῶν ἀφωρισμένων φανερὸν ὅτι οὐδέν ἐστιν ἐναντίον, οἷον τῷ διπήχει ἢ τριπήχει ἢ τῇ ἐπιφανείᾳ ἢ τῶν τοιούτων τινί· οὐδὲν γάρ ἐστιν αὐτοῖς ἐναντίον, εἰ μὴ ἄρα τὸ πολὺ τῷ ὀλίγῳ φαίη τις εἶναι ἐναντίον ἢ τὸ μέγα τῷ μικρῷ. τούτων δὲ οὐδέν ἐστι ποσὸν ἀλλὰ τῶν πρός τι· οὐδὲν γὰρ αὐτὸ καθ᾽ αὑτὸ μέγα λέγεται ἢ μικρόν, ἀλλὰ τῷ πρὸς ἕτερον ἀναφέρεσθαι, οἷον ὄρος μὲν μικρὸν λέγεται, κέγχρος δὲ μεγάλη τῷ τὴν μὲν τῶν ὁμογενῶν1 μείζονα εἶναι, τὸ δὲ ἔλαττον τῶν ὁμογενῶν. οὐκοῦν πρὸς ἕτερον ἡ ἀναφορά, ἐπεὶ εἴγε καθ᾽ αὑτὸ μικρὸν ἢ μέγα ἐλέγετο, οὐκ ἄν ποτε τὸ μὲν ὄρος μικρὸν ἐλέγετο, ἡ δὲ κέγχρος μεγάλη. πάλιν ἐν μὲν τῇ κώμῃ φαμὲν πολλοὺς ἀνθρώπους εἶναι, ἐν Ἀθήναις δὲ ὀλίγους πολλαπλασίους αὐτῶν ὄντας, καὶ ἐν μὲν τῇ οἰκίᾳ πολλούς, ἐν δὲ τῷ θεάτρῳ ὀλίγους πολλῷ πλείους ὄντας. ἔτι τὸ μὲν δίπηχυ καὶ τρίπηχυ καὶ ἕκαστον τῶν τοιούτων ποσὸν σημαίνει, τὸ δὲ μέγα ἢ μικρὸν οὐ σημαίνει ποσὸν ἀλλὰ μᾶλλον πρός τι· πρὸς γὰρ ἕτερον θεωρεῖται τὸ μέγα καὶ τὸ μικρόν. ὥστε φανερὸν ὅτι ταῦτα τῶν πρός τί ἐστιν. ἔτι ἐάν τε τιθῇ τις ταῦτα ποσὰ εἶναι ἐάν τε μὴ τιθῇ, οὐκ ἔστιν αὐτοῖς ἐναντίον οὐδέν· ὃ γὰρ μή ἐστιν αὐτὸ καθ᾽ αὑτὸ λαβεῖν ἀλλὰ πρὸς ἕτερον ἀναφέρεται, πῶς ἂν φαίη τις τούτῳ τι ἐναντίον; ἔτι δὲ εἰ ἔσται τὸ μέγα καὶ τὸ μικρὸν ἐναντία, συμβήσεται τὸ αὐτὸ ἅμα τὰ ἐναντία ἐπιδέχεσθαι καὶ αὐτὰ ἑαυτοῖς εἶναι ἐναντία.2 συμβαίνει γάρ ποτε ἅμα τὸ αὐτὸ μέγα τε καὶ μικρὸν εἶναι· ἔστι γὰρ πρὸς μὲν τοῦτο μικρόν, πρὸς ἕτερον δὲ τὸ αὐτὸ τοῦτο μέγα. ὥστε τὸ αὐτὸ καὶ μέγα καὶ μικρὸν κατὰ τὸν αὐτὸν χρόνον εἶναι συμβαίνει· ὥστε ἅμα τὰ ἐναντία ἐπιδέχεσθαι. ἀλλ᾽ οὐδὲν δοκεῖ ἅμα τὰ ἐναντία ἐπιδέχεσθαι, οἷον ἐπὶ τῆς οὐσίας· δεκτικὴ μὲν τῶν ἐναντίων δοκεῖ εἶναι, ἀλλ' οὔτι γε ἅμα νοσεῖ καὶ ὑγιαίνει. ἀλλ' οὐδὲ λευκὸν καὶ μέλαν ἐστὶν ἅμα. ἀλλ' οὐδὲ τῶν ἄλλων οὐδέν ἐστιν ὃ ἅμα τὰ ἐναντία ἐπιδέχεται. καὶ αὐτὰ δ' ἑαυτοῖς συμβαίνει ἐναντία εἶναι. εἰ γάρ ἐστι τὸ μέγα τῷ μικρῷ ἐναντίον, τὸ δ' αὐτό ἐστιν ἅμα μέγα καὶ μικρόν, αὐτὸ ἑαυτῷ εἴη ἂν ἐναντίον. ἀλλὰ τῶν ἀδυνάτων ἐστὶν αὐτὸ ἑαυτῷ εἶναί τι ἐναντίον. οὐκ ἔστιν ἄρα τὸ μέγα τῷ μικρῷ ἐναντίον, οὐδὲ τὸ πολὺ τῷ ὀλίγῳ. ὥστε εἰ καὶ μὴ τῶν πρός τι ταῦτά τις ἐρεῖ ἀλλὰ τοῦ ποσοῦ, οὐδὲν ἐναντίον ἕξει. Μάλιστα δὲ ἡ ἐναντιότης τοῦ ποσοῦ περὶ τὸν τόπον δοκεῖ ὑπάρχειν. τὸ γὰρ ἄνω τῷ κάτω ἐναντίον τιθέασι, τὴν πρὸς τὸ μέσον χώραν κάτω λέγοντες διὰ τὸ πλείστην τῷ μέσῳ διάστασιν πρὸς τὰ πέρατα τοῦ κόσμου εἶναι.3 ἐοίκασι δὲ καὶ τὸν τῶν ἄλλων ἐναντίων ὁρισμὸν ἀπὸ τούτων ἐπιφέρειν· τὰ γὰρ πλεῖστον ἀλλήλων διεστηκότα τῶν ἐν τῷ αὐτῷ γένει ἐναντία ὁρίζονται. Οὐ δοκεῖ δὲ τὸ ποσὸν ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον, οἷον τὸ δίπηχυ· οὐ γάρ ἐστιν ἕτερον ἑτέρου μᾶλλον δίπηχυ. οὐδ' ἐπὶ τοῦ ἀριθμοῦ, οἷον τὰ τρία τῶν πέντε οὐδὲν μᾶλλον τὰ τρία, οὐδὲ τὰ πέντε τῶν τριῶν. οὐδὲ χρόνος ἕτερος ἑτέρου μᾶλλον χρόνος εἶναι λέγεται. οὐδ' ἐπὶ τῶν εἰρημένων ὅλως οὐδενὸς τὸ μᾶλλον καὶ τὸ ἧττον λέγεται. ὥστε καὶ τὸ ποσὸν οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον. Ἴδιον δὲ μάλιστα τοῦ ποσοῦ τὸ ἴσον τε καὶ ἄνισον λέγεσθαι. ἕκαστον γὰρ τῶν εἰρημένων ποσῶν ἴσον τε καὶ ἄνισον λέγεται, οἷον σῶμα καὶ ἴσον καὶ ἄνισον λέγεται, καὶ χρόνος καὶ ἴσος καὶ ἄνισος. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν ῥηθέντων ἕκαστον ἴσον τε καὶ ἄνισον λέγεται. τῶν δὲ λοιπῶν ὅσα μή ἐστι ποσά, οὐ πάνυ ἂν δόξαι ἴσα τε καὶ ἄνισα λέγεσθαι, οἷον ἡ διάθεσις οὐ πάνυ ἴση τε καὶ ἄνισος λέγεται, ἀλλὰ μᾶλλον ὁμοία, καὶ τὸ λευκὸν ἴσον τε καὶ ἄνισον οὐ πάνυ, ἀλλ' ὅμοιον. ὥστε τοῦ ποσοῦ μάλιστα ἂν εἴη ἴδιον τὸ ἴσον τε καὶ ἄνισον λέγεσθαι.

さらに、量には反対のものは何もない。規定された量については、反対のものは何もないことは明らかである。たとえば、「二尺」や「三尺」、あるいは「面」、またこうしたもののいずれについてもそうである。これらには反対のものは何もないからである。ただし、もしある人が「多い」は「少ない」に、「大きい」は「小さい」に反対であると言うなら話は別だが。しかし、これらはいずれも量ではなく、関係に属するものである。なぜなら、いかなるものもそれ自体として大きいとか小さいと言われるのではなく、他との関連において言及されるからである。たとえば、山が「小さい」と言われ、キビの粒が「大きい」と言われるのは、後者が同種のものの中でより大きく、前者が同種のものの中でより小さいということによる。したがって、その言及は他者に対するものである。なぜなら、もしそれ自体として小さいとか大きいと言われるのであれば、山が小さいと言われ、キビの粒が大きいと言われるようなことは決してないはずだからである。さらに、私たちは、ある村には多くの人々がいると言い、アテナイには、その何倍もの人々がいるにもかかわらず、少ない人々がいると言う。また、家の中には多くの人々がいると言い、劇場には、それよりもはるかに多くの人々がいるにもかかわらず、少ない人々がいると言う。さらに、二尺や三尺、およびこうしたものの各々は量を意味しているが、「大きい」や「小さい」は量を意味しておらず、むしろ関係を意味している。なぜなら、大きいということと小さいということは、他との関係において観察されるからである。したがって、これらが関係に属するものであることは明らかである。さらに、これらが量であると認めるにせよ、認めないにせよ、これらに反対するものは何もない。それ自体として捉えることができず、他との関係において言及されるものについて、どうしてそれに反対する何かがあると言えようか。さらに、もし「大きい」と「小さい」が反対のものであるとすれば、同じものが同時に反対のものを受け入れ、かつ、それら自身がそれら自身にとって反対のものであるという不都合が生じるだろう。なぜなら、同じものが同時に大きいかつ小さいということが時に生じるからである。すなわち、これに比しては小さく、他方に比しては同じこれが大きいということがある。したがって、同じものが同一の時において大きくてかつ小さいということになり、その結果、同時に反対のものを受け入れることになる。しかし、いかなるものも同時に反対のものを受け入れるとは思われない。たとえば、実体について見ると、それは反対のものを受け入れることができると思われるが、同時に病気でありかつ健康であるなどということは決してない。また、同時に白くかつ黒いということもない。他のもののどれについても、同時に反対のものを受け入れるものは何もない。また、それら自身がそれら自身に反対のものであるということも生じる。なぜなら、もし「大きい」が「小さい」に反対であり、かつ、同じものが同時に大きくて小さいとすれば、それ自体がそれ自体に対して反対のものであることになるからである。しかし、何かがそれ自体に対して反対のものであるということは不可能である。したがって、「大きい」は「小さい」に反対ではなく、「多い」も「少ない」に反対ではない。それゆえ、もしある人がこれらを関係に属するものと言わず、量に属するものと言うとしても、それらは何ら反対のものを持たないであろう。 しかし、量における反対性は、最も強く場所に関して存在するように思われる。人々は「上」を「下」に反対のものとしており、中心に向かう領域を「下」と呼んでいる。なぜなら、中心から世界の果てへの距離は最大だからである。彼らはまた、他の反対のものの定義をここから引き出しているようである。というのも、同一の属に属し、互いから最も離れて隔たっているものが、反対のものであると定義されるからである。 また、量はより多くやより少なくを受け入れないと思われる。たとえば「二尺」がそうであり、ある二尺が他の二尺よりもより多く二尺であることはないからである。数についても同様であり、たとえば「三」が「五」よりもより多く「三」であるということはなく、「五」が「三」よりもより多く「五」であることもない。また、ある時間が他の時間よりもより多く時間であると言われることもない。およそ言及されたもののうち、どれについてもより多くやより少なくは言われない。したがって、量もまたより多くやより少なくを受け入れないのである。 そして、量に最も特有なことは、等しいとか等しくないと言われることである。なぜなら、言及された量の各々は等しいとも等しくないとも言われるからであり、たとえば体も等しいとか等しくないと言われ、時間も等しいとか等しくないと言われる。同様に、言及された他のものの各々についても、等しいとも等しくないとも言われる。他のもので量でないものは、等しいとか等しくないと言われることはほとんどないと思われる。たとえば「状態」は等しいとも等しくないともほとんど言われず、むしろ類似していると言われ、「白いもの」も等しいとか等しくないとはほとんど言われず、類似していると言われる。したがって、等しい、あるいは等しくないと言われることは、量に最も特有なことであろう。

構文注3 件
  1. 5b13τῷ τὴν μὲν τῶν ὁμογενῶν μείζονα εἶναι, τὸ δὲ ἔλαττον τῶν ὁμογενῶν

    不定詞 εἶναι に導かれる対格不定詞句であり、名詞的用法の与格 τῷ によって「〜ということによって」という理由・原因を表す。女性単数対格の冠詞 τὴν μὲν と中性単数対格の冠詞 τὸ δὲ は、直前の文脈における女性名詞 κέγχρος(キビの粒)と中性名詞 ὄρος(山)をそれぞれ指示している。

  2. 5b30συμβήσεται τὸ αὐτὸ ἅμα τὰ ἐναντία ἐπιδέχεσθαι καὶ αὐτὰ ἑαυτοῖς εἶναι ἐναντία

    非人称未来動詞 συμβήσεται(~ということが生じるだろう、結果となるだろう)の主語として、2つの対格不定詞句 τὸ αὐτὸ ἅμα τὰ ἐναντία ἐπιδέχεσθαι(同じものが同時に反対のものを受け入れること)および αὐτὰ ἑαυτοῖς εἶναι ἐναντία(それら自身がそれら自身にとって反対のものとなること)が並列されている。

  3. 6a10διὰ τὸ πλείστην τῷ μέσῳ διάστασιν πρὸς τὰ πέρατα τοῦ κόσμου εἶναι

    前置詞 διά と中性単数対格冠詞 τὸ が導く不定詞句。不定詞 εἶναι の意味上の主語は対格の διάστασιν(距離)であり、τῷ μέσῳ(中心に、与格)および πρὸς τὰ πέρατα τοῦ κόσμου(世界の果てに向かって)がこれを修飾している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 1 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0086.tlg006.humanitext-grc1:6#2