Humanitext Reader

亚里士多德 · 范畴篇 §6#1

量的区分:连续量与分离量

第 5 段,共 19 段 · 希腊语

内容简介

在第6章的开头部分,亚里士多德将“量”划分为分离的量(数、言语)与连续的量(线、面、体、时间、空间),并进一步将其区分为其部分具有相对位置的和不具有位置的(仅具有顺序的)。最后,他论证了除这些之外的其他所有事物都只是由于偶性才被称为量的。

§6#1Τοῦ δὲ ποσοῦ τὸ μέν ἐστι διωρισμένον, τὸ δὲ συνεχές, καὶ τὸ μὲν ἐκ θέσιν ἐχόντων πρὸς ἄλληλα τῶν ἐν αὑτοῖς μορίων συνέστηκε, τὸ δὲ οὐκ ἐξ ἐχόντων θέσιν.
在量之中,有些是分离的,有些是连续的;有些是由其自身内部互有位置的部分所组成的,有些则不是由具有位置的部分所组成的。
Ἔστι δὲ διωρισμένον μὲν οἷον ἀριθμὸς καὶ λόγος, συνεχὲς δὲ οἷον γραμμή, ἐπιφάνεια, σῶμα, ἔτι δὲ παρὰ ταῦτα χρόνος καὶ τόπος.
分离的量例如数和言语;连续的量例如线、面、体,此外还有时间、空间。
Τῶν μὲν γὰρ τοῦ ἀριθμοῦ μορίων οὐδείς ἐστι κοινὸς ὅρος, πρὸς ὃν συνάπτει τὰ μόρια αὐτοῦ, οἷον τὰ πέντε εἰ ἔστι τῶν δέκα μόριον, πρὸς οὐδένα κοινὸν ὅρον συνάπτει τὰ πέντε καὶ τὰ πέντε, ἀλλὰ διώρισται·
因为对于数的各部分,并不存在一个使它的各部分得以结合起来的共同界限;例如,如果五是十的一部分,那么这两个五并不在任何共同的界限上结合,而是分离的。
καὶ τὰ τρία γε καὶ τὰ ἑπτὰ πρὸς οὐδένα κοινὸν ὅρον συνάπτει· οὐδ᾿ ὅλως ἂν ἔχοις ἐπ᾿ ἀριθμοῦ κοινὸν ὅρον λαβεῖν τῶν μορίων, ἀλλ᾿ ἀεὶ διώρισται· ὥστε ὁ μὲν ἀριθμὸς τῶν διωρισμένων ἐστίν.
而且三和七也不在任何共同界限上结合;在数之中你完全无法找到其部分的共同界限,而它们总是分离的;所以数属于分离的量。
Ὡσαύτως δὲ καὶ ὁ λόγος τῶν διωρισμένων ἐστίν.
同样,言语也属于分离的量。
Ὅτι μὲν γὰρ ποσόν ἐστιν ὁ λόγος, φανερόν· καταμετρεῖται γὰρ συλλαβῇ βραχείᾳ καὶ μακρᾷ.
言语是量,这是显而易见的,因为它是用长短音节来度量的。
Λέγω δὲ αὐτὸν τὸν μετὰ φωνῆς λόγον γιγνόμενον.
我在这里所指的是伴随着声音产生的言语本身。
Πρὸς οὐδένα γὰρ κοινὸν ὅρον αὐτοῦ τὰ μόρια συνάπτει· οὐ γὰρ ἔστι κοινὸς ὅρος πρὸς ὃν αἱ συλλαβαὶ συνάπτουσιν, ἀλλ᾿ ἑκάστη διώρισται αὐτὴ καθ᾿ αὑτήν.
因为它的各个部分并不在任何共同界限上结合;并不存在一个使音节得以结合的共同界限,而是每个音节其自身都是相互分离的。
Ἡ δὲ γραμμὴ συνεχής ἐστιν· ἔστι γὰρ λαβεῖν κοινὸν ὅρον πρὸς ὃν τὰ μόρια αὐτῆς συνάπτει, στιγμήν, καὶ τῆς ἐπιφανείας γραμμήν· τὰ γὰρ τοῦ ἐπιπέδου μόρια πρός τινα κοινὸν ὅρον συνάπτει.
线是连续的;因为可以找到一个使其部分得以结合的共同界限,即点;对于面,则是线;因为平面的各部分在某个共同界限上结合。
Ὡσαύτως δὲ καὶ ἐπὶ τοῦ σώματος ἔχοις ἂν λαβεῖν κοινὸν ὅρον, γραμμὴν ἢ ἐπιφάνειαν, πρὸς ἃ τὰ τοῦ σώματος μόρια συνάπτει.
同样,对于体,也可以找到一个共同界限,即线或面,体的部分在其上结合。
Ἔστι δὲ καὶ ὁ χρόνος καὶ ὁ τόπος τῶν τοιούτων· ὁ γὰρ νῦν χρόνος συνάπτει πρὸς τὸν παρεληλυθότα καὶ τὸν μέλλοντα.
而时间和空间也属于这类事物;因为现在的时间与过去和未来的时间相接。
Πάλιν ὁ τόπος τῶν συνεχῶν ἐστί· τόπον γάρ τινα τὰ τοῦ σώματος μόρια κατέχει, ἃ πρός τινα κοινὸν ὅρον συνάπτει· οὐκοῦν καὶ τὰ τοῦ τόπου μόρια, ἃ κατέχει ἕκαστον τῶν τοῦ σώματος μορίων, πρὸς τὸν αὐτὸν ὅρον συνάπτει πρὸς ὃν καὶ τὰ τοῦ σώματος μόρια.
其次,空间也是连续的;因为体的各部分占有某个空间,这些部分在某个共同界限上结合;因此,每个体之部分所占有的空间的各部分,也结合在体之部分所结合的同一个界限上。
Ὥστε συνεχὴς ἂν εἴη καὶ ὁ τόπος· πρὸς γὰρ ἕνα κοινὸν ὅρον αὐτοῦ τὰ μόρια συνάπτει.
所以空间也是连续的;因为其各部分在一个共同界限上结合。
Ἔτι δὲ τὰ μὲν ἐκ θέσιν ἐχόντων πρὸς ἄλληλα τῶν ἐν αὑτοῖς μορίων συνέστηκε, τὰ δὲ οὐκ ἐξ ἐχόντων θέσιν, οἷον τὰ μὲν τῆς γραμμῆς μόρια θέσιν ἔχει πρὸς ἄλληλα·
此外,有些是由其自身内部互有位置的部分所组成的,有些则不是由具有位置的部分所组成的。
ἕκαστον γὰρ αὐτῶν κεῖταί που, καὶ ἔχοις ἂν διαλαβεῖν καὶ ἀποδοῦναι ὅπου ἕκαστον κεῖται ἐν τῷ ἐπιπέδῳ καὶ πρὸς ποῖον μόριον τῶν λοιπῶν συνάπτει.
例如,线的各部分互有位置;因为它们中的每一个都位于某处,你能够区分并指出每一个在平面上的位置,以及它与其余部分的哪一部分相结合。
Ὡσαύτως δὲ καὶ τὰ τοῦ ἐπιπέδου μόρια θέσιν ἔχει τινά· ὁμοίως γὰρ ἂν ἀποδοθείη ἕκαστον οὗ κεῖται, καὶ ποῖα συνάπτει πρὸς ἄλληλα.
同样,面的各部分也有某种位置;因为同样也可以指出每一个位于何处,以及哪些部分是相互结合的。
καὶ τὰ τοῦ στερεοῦ δὲ ὡσαύτως, καὶ τὰ τοῦ τοποῦ.
立体(体)的各个部分也是如此,空间的部分也是如此。
Ἐπὶ δέ γε τοῦ ἀριθμοῦ οὐκ ἂν ἔχοι τις ἐπιδεῖξαι ὡς τὰ μόρια αὐτοῦ θέσιν τινὰ ἔχει πρὸς ἄλληλα ἢ κεῖταί που, ἢ ποῖά γε πρὸς ἄλληλα συνάπτει τῶν μορίων.
但是,对于数,人们无法表明其各部分互有某种位置或位于某处,也无法表明部分的哪些是相互结合的。
Οὐδὲ τὰ τοῦ χρόνου· ὑπομένει γὰρ οὐδὲν τῶν τοῦ χρόνου μορίων· ὃ δὲ μή ἐστιν ὑπομένον, πῶς ἂν τοῦτο θέσιν τινὰ ἔχοι;
时间的部分同样如此;因为时间的部分没有一个是常存的;而对于非常存的东西,这又怎么会有某种位置呢?
ἀλλὰ μᾶλλον τάξιν τινὰ εἴποις ἂν ἔχειν τῷ τὸ μὲν πρότερον εἶναι τοῦ χρόνου τὸ δ᾿ ὕστερον.
相反,你可能更倾向于说它具有某种顺序,因为时间有先有后。
Καὶ ἐπὶ τοῦ ἀριθμοῦ δὲ ὡσαύτως τῷ τὸ ἓν πρότερον ἀριθμεῖσθαι τῶν δύο καὶ τὰ δύο τῶν τριῶν· καὶ οὕτω τάξιν τινὰ ἂν ἔχοι, θέσιν δὲ οὐ πάνυ λάβοις ἄν.
对于数也是如此,因为一的计数在二之前,二的计数在三之前;这样它会具有某种顺序,但你绝不能由此得到位置。
Καὶ ὁ λόγος δὲ ὡσαύτως· οὐδὲν γὰρ ὑπομένει τῶν μορίων αὐτοῦ, ἀλλ᾿ εἴρηταί τε καὶ οὐκ ἔστιν ἔτι τοῦτο λαβεῖν, ὥστε οὐκ ἂν εἴη θέσις τῶν μορίων αὐτοῦ, εἴγε μηδὲν ὑπομένει.
言语同样如此;因为它的部分没有一个是常存的,而是被说出之后就再也无法抓住了,所以,既然没有任何部分常存,它的部分也就不会有位置。
Τὰ μὲν οὖν ἐκ θέσιν ἐχόντων τῶν μορίων συνέστηκε, τὰ δὲ οὐκ ἐξ ἐχόντων θέσιν.
因此,有些量是由具有位置的部分所组成的,有些则不是。
Κυρίως δὲ ποσὰ ταῦτα μόνα λέγεται τὰ εἰρημένα, τὰ δὲ ἄλλα πάντα κατὰ συμβεβηκός·
严格意义上说,只有上述这些被称为量,而其他所有事物都是由于偶性而被这样称呼的;因为我们是参照这些才把其他事物也称为量的。
εἰς ταῦτα γὰρ ἀποβλέποντες καὶ τἆλλα ποσὰ λέγομεν, οἷον πολὺ τὸ λευκὸν λέγεται τῷ τὴν ἐπιφάνειαν πολλὴν εἶναι, καὶ ἡ πρᾶξις μακρὰ τῷ γε τὸν χρόνον πολὺν εἶναι, καὶ ἡ κίνησις πολλή.
例如,白被说成是多的,是因为面是多的;行动被说成是长的,是因为时间是多的,运动是多的也是如此。
Οὐ γὰρ καθ᾿ αὑτὸ ἕκαστον τούτων ποσὸν λέγεται.
因为这些事物中的每一个都不是因其自身而被称为量的。
Οἷον ἐὰν ἀποδιδῷ τις πόση τις ἡ πρᾶξίς ἐστι, τῷ χρόνῳ ὁριεῖ, ἐνιαυσιαίαν ἢ οὕτω πως ἀποδιδούς.
例如,如果有人要说明某个行动有多大,他将用时间来限定它,说明它是一年之久或者诸如此类。
Καὶ τὸ λευκὸν ποσόν τι ἀποδιδοὺς τῇ ἐπιφανείᾳ ὁριεῖ· ὅση γὰρ ἂν ἡ ἐπιφάνεια ᾖ, τοσοῦτον καὶ τὸ λευκὸν φήσειεν ἂν εἶναι.
在说明一个白的东西有多少时,他将用面来限定它;因为无论这面有多大,他都会说这白也有那么大。
Ὥστε μόνα κυρίως καὶ καθ᾿ αὑτὰ ποσὰ λέγεται τὰ εἰρημένα, τῶν δὲ ἄλλων οὐδὲν καθ᾿ αὑτό, ἀλλ᾿ εἰ ἄρα, κατὰ συμβεβηκός.
因此,只有上述事物在严格意义上且因其自身被称为量,而其他事物没有一个是因其自身而被称呼的,即使被这样称呼,也只是由于偶性。

词汇与语法注释

  1. 1ἐκ θέσιν ἐχόντων πρὸς ἄλληλα τῶν ἐν αὑτοῖς μορίων συνέστηκε — ἐχόντων 是修饰属格主语 τῶν ... μορίων 的现在分词,受介词 ἐκ 的支配。θέσιν 是 ἐχόντων 的直接宾语。虽然该结构类似于属格独立结构(Genitive Absolute),但此处它作为受 ἐκ 支配的介词短语发挥作用,意为“由其内部具有相互位置的部分所组成”。
  2. 5ἃ πρός τινα κοινὸν ὅρον συνάπτει — 关系代词 ἃ(中性复数)的先行词是紧邻其前的 τὰ τοῦ σώματος μόρια(体之部分)。由于词性不符(τόπος 是阳性),将其理解为指代 τόπον 的读法被排除。因此,该句表明体的部分首先在某个共同界限上结合,这构成了空间连续性的依据。
  3. 8τῷ τὸ μὲν πρότερον εἶναι τοῦ χρόνου τὸ δ᾿ ὕστερον — 不带介词的与格冠词 τῷ 表示原因(“由于……”、“因为……”),使接下来的带冠词不定式结构(τὸ μὲν ... εἶναι)名词化。τὸ μὲν ... τὸ δὲ ... 是不定式的属格化主语部分,而 τοῦ χρόνου 是表示整体的属格(部分属格)。
  4. 11ὅση γὰρ ἂν ἡ ἐπιφάνεια ᾖ, τοσοῦτον καὶ τὸ λευκὸν φήσειεν ἂν εἶναι — 前半句 ὅση ἂν ... ᾖ 是表示泛指条件关系的虚拟语气从句(“无论面有多大”),后半句是带有潜在希求语气 φήσειεν ἂν 的主句(“他也会说……”)。该结构表达了从普遍假设中得出的温和推论。

引用这一段

亚里士多德, 范畴篇 §6#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg006.humanitext-grc1:6%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。