§1## ΚΑΤΗΓΟΡΙΑΙ.
ὉΜΩΝΥΜΑ λέγεται ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος, οἷον ζῷον ὅ τε ἄνθρωπος καὶ τὸ γεγραμμένον.
范畴篇同名异义(同名)是指那些只有名称相同,而对应于该名称的本质定义不同之物;例如,人与(画出来的)动物像都被称为“动物”。
Τούτων γὰρ ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος· ἂν γάρ τις ἀποδιδῷ τί ἐστιν αὐτῶν ἑκατέρῳ τὸ ζῴῳ εἶναι, ἴδιον ἑκατέρου λόγον ἀποδώσει.
因为这两者只有名称相同,而对应于该名称的本质定义不同;如果有人要说明它们各自“作为动物存在”是什么,他将给出各自特有的定义。
Συνώνυμα δὲ λέγεται ὧν τό τε ὄνομα κοινὸν καὶ ὁ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ὁ αὐτός, οἷον ζῷον ὅ τε ἄνθρωπος καὶ ὁ βοῦς.
同名同义(同义)是指那些不仅名称相同,而且对应于该名称的本质定义也相同之物;例如,人与牛都是“动物”。
Ὁ γὰρ ἄνθρωπος καὶ ὁ βοῦς κοινῷ ὀνόματι προσαγορεύεται ζῷον, καὶ ὁ λόγος δὲ τῆς οὐσίας ὁ αὐτός· ἐὰν γὰρ ἀποδιδῷ τις τὸν ἑκατέρου λόγον, τί ἐστιν αὐτῶν ἑκατέρῳ τὸ ζῴῳ εἶναι, τὸν αὐτὸν λόγον ἀποδώσει.
因为人和牛都用共同的名称“动物”来称呼,且它们的本质定义也是相同的;如果有人要说明它们各自“作为动物存在”是什么,他将给出相同的定义。
Παρώνυμα δὲ λέγεται ὅσα ἀπό τινος διαφέροντα τῇ πτώσει τὴν κατὰ τοὔνομα προσηγορίαν ἔχει, οἷον ἀπὸ τῆς γραμματικῆς ὁ γραμματικὸς καὶ ἀπὸ τῆς ἀνδρείας ὁ ἀνδρεῖος.
派生词是指那些从某个名称通过词尾变化而获得相应名称之物;例如,从“文法”派生出“文法学家”,从“勇敢”派生出“勇敢者”。
§2Τῶν λεγομένων τὰ μὲν κατὰ συμπλοκὴν λέγεται, τὰ δ᾿ ἄνευ συμπλοκῆς.
在所说的话中,有些是结合起来说的,有些是没有结合说的。
Τὰ μὲν οὖν κατὰ συμπλοκὴν οἷον ἄνθρωπος τρέχει, ἄνθρωπος νικᾷ· τὰ δ᾿ ἄνευ συμπλοκῆς οἷον ἄνθρωπος, βοῦς, τρέχει, νικᾷ.
结合起来说的例如:“人跑”、“人获胜”;没有结合说的例如:“人”、“牛”、“跑”、“获胜”。
Τῶν ὄντων τὰ μὲν καθ᾿ ὑποκειμένου τινὸς λέγεται, ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστιν, οἷον ἄνθρωπος καθ᾿ ὑποκειμένου μὲν λέγεται τοῦ τινὸς ἀνθρώπου, ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστι·
在存在的事物中,有些是对某个主体说的,但不存在于任何主体之中;例如,“人”是对一个主体(即某个具体的人)说的,但并不存在于任何主体之中。
τὰ δὲ ἐν ὑποκειμένῳ μέν ἐστι, καθ᾿ ὑποκειμένου δὲ οὐδενὸς λέγεται (ἐν ὑποκειμένῳ δὲ λέγω, ὃ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστίν), οἷον ἡ τὶς γραμματικὴ ἐν ὑποκειμένῳ μέν ἐστι τῇ ψυχῇ, καθ᾿ ὑποκειμένου δ᾿ οὐδενὸς λέγεται, καὶ τὸ τὶ λευκὸν ἐν ὑποκειμένῳ μὲν τῷ σώματί ἐστιν (ἅπαν γὰρ χρῶμα ἐν σώματι), καθ᾿ ὑποκειμένου δὲ οὐδενὸς λέγεται·
有些是存在于主体之中,但不对任何主体说(我所说的“存在于主体之中”,是指它存在于某物之中,不是作为其一部分,且不能脱离它存在于其中的那部分而存在);例如,某种“文法知识”存在于主体(即灵魂)之中,但不对任何主体说;而某种“白”存在于主体(即身体)之中(因为一切颜色都在身体之中),但不对任何主体说。
τὰ δὲ καθ᾿ ὑποκειμένου τε λέγεται καὶ ἐν ὑποκειμένῳ ἐστίν, οἷον ἡ ἐπιστήμη ἐν ὑποκειμένῳ μέν ἐστι τῇ ψυχῇ, καθ᾿ ὑποκειμένου δὲ λέγεται τῆς γραμματικῆς·
有些既对主体说,又存在于主体之中;例如,“知识”存在于主体(即灵魂)之中,又对“文法”这一主体说。
τὰ δὲ οὔτ᾿ ἐν ὑποκειμένῳ ἐστὶν οὔτε καθ᾿ ὑποκειμένου τινὸς λέγεται, οἷον ὁ τὶς ἄνθρωπος καὶ ὁ τὶς ἵππος· οὐδὲν γὰρ τῶν τοιούτων οὔτε ἐν ὑποκειμένῳ ἐστὶν οὔτε καθ᾿ ὑποκειμένου λέγεται.
有些既不存在于主体之中,也不对任何主体说;例如,某个具体的人和某匹具体的马;因为此类事物既不存在于主体之中,也不对主体说。
Ἁπλῶς δὲ τὰ ἄτομα καὶ ἓν ἀριθμῷ κατ᾿ οὐδενὸς ὑποκειμένου λέγεται, ἐν ὑποκειμένῳ δὲ ἔνια οὐδὲν κωλύει εἶναι· ἡ γάρ τις γραμματικὴ τῶν ἐν ὑποκειμένῳ μέν ἐστι, καθ᾿ ὑποκειμένου δὲ οὐδενὸς λέγεται.
简单来说,个体和在数量上为一的事物,不对任何主体说,但并不妨碍其中有一些存在于主体之中;因为某种“文法知识”是存在于主体之中的事物之一,但它不对任何主体说。
§3Ὅταν ἕτερον καθ᾿ ἑτέρου κατηγορῆται ὡς καθ᾿ ὑποκειμένου, ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, πάντα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται, οἷον ἄνθρωπος κατὰ τοῦ τινὸς ἀνθρώπου κατηγορεῖται, τὸ δὲ ζῷον κατὰ τοῦ ἀνθρώπου· οὐκοῦν καὶ κατὰ τοῦ τινὸς ἀνθρώπου κατηγορηθήσεται τὸ ζῷον· ὁ γάρ τις ἄνθρωπος καὶ ἄνθρωπός ἐστι καὶ ζῷον.
当一物作为主体而被用来陈述另一物时,凡是对被陈述者说的,也都将对该主体说;例如,“人”陈述某个具体的人,而“动物”陈述“人”;因此,“动物”也将陈述该具体的人;因为具体的人既是“人”,也是“动物”。
Τῶν ἑτερογενῶν καὶ μὴ ὑπ᾿ ἄλληλα τεταγμένων ἕτεραι τῷ εἴδει καὶ αἱ διαφοραί, οἷον ζῴου καὶ ἐπιστήμης·
对于属不同且不相互隶属的类,它们在种上的区分(种差)也是不同的;例如,“动物”与“知识”。
ζῴου μὲν γὰρ διαφοραὶ τό τε πεζὸν καὶ τὸ δίπουν καὶ τὸ πτηνὸν καὶ τὸ ἔνυδρον, ἐπιστήμης δὲ οὐδεμία τούτων· οὐ γὰρ διαφέρει ἐπιστήμη ἐπιστήμης τῷ δίπους εἶναι.
“动物”的区分有“陆生的”、“双足的”、“有翼的”和“水生的”,而“知识”的区分则没有这些;因为一门知识并不会因其为“双足的”而与另一门知识不同。
Τῶν δέ γε ὑπ᾿ ἄλληλα γενῶν οὐδὲν κωλύει τὰς αὐτὰς διαφορὰς εἶναι· τὰ γὰρ ἐπάνω τῶν ὑπ᾿ αὐτὰ γενῶν κατηγορεῖται, ὥστε ὅσαι τοῦ κατηγορουμένου διαφοραί εἰσι, τοσαῦται καὶ τοῦ ὑποκειμένου ἔσονται.
但对于相互隶属的类,没有什么能妨碍它们具有相同的区分;因为较高级的类陈述其下的类,所以凡是被陈述者的区分,也同样是主体的区分。
§4Τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων ἕκαστον ἤτοι οὐσίαν σημαίνει ἢ ποσὸν ἢ ποιὸν ἢ πρός τι ἢ ποῦ ἢ ποτὲ ἢ κεῖσθαι ἢ ἔχειν ἢ ποιεῖν ἢ πάσχειν.
在没有任何结合而说出的词中,每一个都表示实体、数量、性质、关系、地点、时间、姿态、状况、主动或被动。
Ἔστι δὲ οὐσία μὲν ὡς τύπῳ εἰπεῖν οἷον ἄνθρωπος, ἵππος· ποσὸν δὲ οἷον δίπηχυ, τρίπηχυ· ποιὸν δὲ οἷον λευκόν, γραμματικόν· πρός τι δὲ οἷον διπλάσιον, ἥμισυ, μεῖζον· ποῦ δὲ οἷον ἐν Λυκείῳ, ἐν ἀγορᾷ· ποτὲ δὲ οἷον ἐχθές, πέρυσιν· κεῖσθαι δὲ οἷον ἀνάκειται, κάθηται· ἔχειν δὲ οἷον ὑποδέδεται, ὥπλισται· ποιεῖν δὲ οἷον τέμνει, καίει· πάσχειν δὲ οἷον τέμνεται, καίεται.
粗略来说,实体例如:“人”、“马”;数量例如:“两肘长”、“三肘长”;性质例如:“白的”、“懂文法的”;关系例如:“双倍的”、“一半的”、“更大的”;地点例如:“在吕克昂”、“在广场”;时间例如:“昨天”、“去年”;姿态例如:“躺着”、“坐着”;状况(所有)例如:“穿鞋的”、“武装的”;主动例如:“切”、“烧”;被动例如:“被切”、“被烧”。
Ἕκαστον δὲ τῶν εἰρημένων αὐτὸ μὲν καθ᾿ αὑτὸ ἐν οὐδεμιᾷ καταφάσει λέγεται ἢ ἀποφάσει, τῇ δὲ πρὸς ἄλληλα τούτων συμπλοκῇ κατάφασις ἢ ἀπόφασις γίνεται.
上述每一个词就其自身而言,都不表达任何肯定或否定,只有当它们相互结合时,才会产生肯定或否定。
Ἅπασα γὰρ δοκεῖ κατάφασις καὶ ἀπόφασις ἤτοι ἀληθὴς ἢ ψευδὴς εἶναι· τῶν δὲ κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων οὐδὲν οὔτε ἀληθὲς οὔτε ψεῦδός ἐστιν, οἷον ἄνθρωπος, λευκόν, τρέχει, νικᾷ
因为一切肯定和否定似乎非真即假,但在没有任何结合而说出的词中,没有任何一个是真或假的,例如:“人”、“白”、“跑”、“获胜”。