Humanitext Reader

亚里士多德 · 范畴篇 §10#3

相反者的相互转化与肯定否定的真假特性

第 16 段,共 19 段 · 希腊语

内容简介

作者论证了相反者之间可以随时间相互转化(但具有与缺乏不可逆),并以苏格拉底为例,指出只有作为肯定与否定而对立的事物才具有“无论主体是否存在,其一者总是为真而另一者总是为假”的独特属性。

§10#3Ἔτι ἐπὶ μὲν τῶν ἐναντίων, ὑπάρχοντος τοῦ δεκτικοῦ, δυνατὸν εἰς ἄλληλα μεταβολὴν γίνεσθαι, εἰ μή τινι φύσει τὸ ἓν ὑπάρχει, οἷον τῷ πυρὶ τὸ θερμῷ·
此外,在相反者中,在容受主体存在的情况下,彼此之间的变化是可能的,除非其中一者自然地存在于某物中,例如热对于火而言。
εἶναι· καὶ γὰρ τὸ ὑγιαῖνον δυνατὸν νοσῆσαι καὶ τὸ λευκὸν μέλαν γενέσθαι καὶ τὸ ψυχρὸν θερμόν, καὶ ἐκ σπουδαίου γε φαῦλον καὶ ἐκ φαύλου σπουδαῖον δυνατὸν γενέσθαι.
因为健康的人可能生病,白的东西可能变黑,冷的东西可能变热,并且确实可能从善人变成恶人,从恶人变成善人。
Ὁ γὰρ φαῦλος εἰς βελτίους διατριβὰς ἀγόμενος καὶ λόγους κἂν μικρόν γέ τι ἐπιδοίη εἰς τὸ βελτίων εἶναι.
因为恶人如果被引导到更好的活动和言论中,哪怕只有一点点,也会在变得更好方面有所进步。
Ἐὰν δὲ ἅπαξ κἂν μικρὰν ἐπίδοσιν λάβῃ, φανερὸν ὅτι ἢ τελέως ἂν μεταβάλοι ἢ πάνυ πολλὴν ἐπίδοσιν λάβοι· ἀεὶ γὰρ εὐκινητότερος πρὸς ἀρετὴν γίνεται, κἂν ἡντινοῦν ἐπίδοσιν εἰληφὼς ἐξ ἀρχῆς ᾖ, ὥστε καὶ πλείω εἰκὸς ἐπίδοσιν αὐτὸν λαμβάνειν.
而一旦哪怕获得了一点点进步,显而易见他要么会彻底改变,要么会获得极大的进步;因为他总是变得更容易向德性移动,即使他从一开始就获得了任何微小的进步,因此他很可能会获得更多的进步。
Καὶ τοῦτο ἀεὶ γινόμενον τελείως εἰς τὴν ἐναντίαν ἕξιν ἀποκαθίστησιν, ἐάν περ μὴ χρόνῳ ἐξείργηται.
并且这种不断发生的变化会彻底恢复到相反的具有(状态)中,只要不被时间所阻碍。
Ἐπὶ δέ γε τῆς ἕξεως καὶ τῆς στερήσεως ἀδύνατον εἰς ἄλληλα μεταβολὴν γενέσθαι.
但是在具有与缺乏的情形中,彼此之间的变化是不可能的。
Ἀπὸ μὲν γὰρ τῆς ἕξεως ἐπὶ τὴν στέρησιν γίνεται μεταβολή, ἀπὸ δὲ τῆς στερήσεως ἐπὶ τὴν ἕξιν ἀδύνατον.
因为虽然从具有到缺乏的变化会发生,但从缺乏到具有的变化是不可能的。
Οὔτε γὰρ τυφλὸς γενόμενός τις πάλιν ἀνέβλεψεν, οὔτε φαλακρὸς ὢν πάλιν κομήτης ἐγένετο, οὔτε νωδὸς ὢν ὀδόντας ἔφυσεν.
因为既没有一个瞎了眼的人重新看见,也没有一个秃顶的人重新长满头发,也没有一个没牙的人重新长出牙齿。
Ὅσα δὲ ὡς κατάφασις καὶ ἀπόφασις ἀντίκειται, φανερὸν ὅτι κατ᾿ οὐδένα τῶν εἰρημένων τρόπων ἀντίκειται· ἐπὶ γὰρ μόνων τούτων ἀναγκαῖον ἀεὶ τὸ μὲν ἀληθὲς τὸ δὲ ψεῦδος αὐτῶν εἶναι.
至于那些作为肯定与否定而对立的事物,显然它们不以任何上述方式对立;因为只有在这些事物中,一者总是真而另一者总是假才是必然的。
Οὔτε γὰρ ἐπὶ τῶν ἐναντίων ἀναγκαῖον ἀεὶ θάτερον ἀληθὲς εἶναι θάτερον δὲ ψεῦδος, οὔτε ἐπὶ τῶν πρός τι, οὔτε ἐπὶ τῆς ἕξεως καὶ τῆς στερήσεως.
因为在相反者中并不必然总是一者为真而另一者为假,在关系者中不是,在具有与缺乏中也不是。
Οἷον ἡ ὑγίεια καὶ ἡ νόσος ἐναντία, καὶ οὐδέτερόν γε οὔτε ἀληθὲς οὔτε ψεῦδός ἐστιν.
例如健康与疾病是相反者,而它们中任何一个既非真也非假。
Ὡσαύτως δὲ καὶ τὸ διπλάσιον καὶ τὸ ἥμισυ ὡς τὰ πρός τι ἀντίκειται, καὶ οὐκ ἔστιν αὐτῶν οὐδέτερον οὔτε ἀληθὲς οὔτε ψεῦδος.
同样地,双倍与一半作为关系者而对立,它们中也没有一个既非真也非假。
Οὐδέ γε τὰ κατὰ στέρησιν καὶ ἕξιν, οἷον ἡ ὄψις καὶ ἡ τυφλότης.
在根据缺乏与具有而被说的事物中也不是,例如视力与盲。
Ὅλως δὲ τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων οὐδὲν οὔτε ἀληθὲς οὔτε ψεῦδός ἐστιν· πάντα δὲ τὰ εἰρημένα ἄνευ συμπλοκῆς λέγεται.
一般而言,在不结合而表达的事物中,没有一个是真或假;而所有上述事物都是在没有结合的情况下被表达的。
Οὐ μὴν ἀλλὰ μάλιστα ἂν δόξειε τὸ τοιοῦτο συμβαίνειν ἐπὶ τῶν κατὰ συμπλοκὴν ἐναντίων λεγομένων· τὸ γὰρ ὑγιαίνειν Σωκράτην τῷ νοσεῖν Σωκράτην ἐναντίον ἐστίν.
然而,这种情况似乎最容易发生在结合而表达的相反者中;因为“苏格拉底健康”对立于“苏格拉底生病”。
Ἀλλ᾿ οὐδ᾿ ἐπὶ τούτων ἀναγκαῖον ἀεὶ θάτερον μὲν ἀληθὲς θάτερον δὲ ψεῦδος εἶναι.
但即使在这些事物中,也并不必然总是一者为真而另一者为假。
Ὄντος μὲν γὰρ Σωκράτους ἔσται τὸ μὲν ἀληθὲς τὸ δὲ ψεῦδος, μὴ ὄντος δὲ ἀμφότερα ψευδῆ· οὔτε γὰρ τὸ νοσεῖν Σωκράτην οὔτε τὸ ὑγιαίνειν ἐστὶν ἀληθὲς αὐτοῦ μὴ ὄντος ὅλως τοῦ Σωκράτους.
因为如果苏格拉底存在,一者将为真而另一者为假,但如果他不存在,两者都是假的;因为如果苏格拉底根本不存在,“苏格拉底生病”和“苏格拉底健康”都不是真的。
Ἐπὶ δὲ τῆς στερήσεως καὶ τῆς ἕξεως μὴ ὄντος τε ὅλως οὐδέτερον ἀληθές, ὄντος τε οὐκ ἀεὶ θάτερον ἀληθὲς θάτερον δὲ ψεῦδος· τὸ γὰρ ὄψιν ἔχειν Σωκράτην τῷ τυφλὸν εἶναι Σωκράτην ἀντίκειται ὡς στέρησις καὶ ἕξις, καὶ ὄντος τε οὐκ ἀναγκαῖον θάτερον ἀληθὲς εἶναι ἢ ψεῦδος (ὅτε γὰρ μήπω πέφυκεν ἔχειν, ἀμφότερα ψευδῆ), μὴ ὄντος τε ὅλως τοῦ Σωκράτους, καὶ οὕτω ψευδῆ ἀμφότερα, καὶ τὸ ὄψιν ἔχειν καὶ τὸ τυφλὸν αὐτὸν εἶναι.
而在缺乏与具有的情形下,如果他根本不存在,两者都不是真的,即使他存在,也不总是一者为真另一者为假;因为“苏格拉底拥有视力”对立于“苏格拉底是盲的”作为缺乏与具有,即使他存在,也并不必然一者为真一者为假(因为当他还未到自然拥有视力的时期,两者都是假的),而如果苏格拉底根本不存在,两者也同样是假的,无论是他拥有视力还是他是盲的。
Ἐπὶ δέ γε τῆς καταφάσεως καὶ τῆς ἀποφάσεως ἀεί, ἐάν τε ᾖ ἐάν τε μὴ ᾖ, τὸ ἕτερον ἔσται ψεῦδος καὶ τὸ ἕτερον ἀληθές.
但是在肯定与否定的情形下,无论他存在还是不存在,总是其中一者为假而另一者为真。
Τὸ γὰρ νοσεῖν Σωκράτην καὶ τὸ μὴ νοσεῖν Σωκράτην, ὄντος τε αὐτοῦ φανερὸν ὅτι τὸ ἕτερον αὐτῶν ἀληθὲς ἢ ψεῦδος, καὶ μὴ ὄντος ὁμοίως· τὸ μὲν γὰρ νοσεῖν μὴ ὄντος ψεῦδος, τὸ δὲ μὴ νοσεῖν ἀληθές.
因为关于“苏格拉底生病”和“苏格拉底不生病”,显然当他存在时,它们中的一者为真而另一者为假,而在他不存在时也同样如此;因为当他不存在时,“生病”是假的,而“不生病”是真的。
Ὥστε ἐπὶ μόνων τούτων ἴδιον ἂν εἴη τὸ ἀεὶ θάτερον αὐτῶν ἀληθὲς ἢ ψεῦδος εἶναι, ὅσα ὡς κατάφασις καὶ ἀπόφασις ἀντίκειται.
因此,只有在那些作为肯定与否定而对立的事物中,其一者总是为真或为假才是其所特有的。

词汇与语法注释

  1. p.32τῷ πυρὶ τὸ θερμῷ· εἶναι· — 述语形容词 `θερμῷ` 采用与格,以与不定式 `εἶναι` 的逻辑主体(与格的 `τῷ πυρὶ`)保持一致(意为“对火而言是热的”),这替代了更常见的对格主体与述语结构(`τὸ θερμὸν εἶναι`)。
  2. 27κἂν μικρόν γέ τι ἐπιδοίη — `κἂν` 是 `καὶ 痕` 的缩略。语气词 `ἄν` 在此与希求法动词 `ἐπιδοίη` 连用,表示潜在可能性(“可能会/将会进步”),并带有让步语气(“即使只有一点点”)。
  3. 36μὴ ὄντος δὲ ἀμφότερα ψευδῆ — `μὴ ὄντος` 是属格绝对结构。虽然省略了其逻辑主语 `Σωκράτους`,但极易从前句 `ὄντος μὲν γὰρ Σωκράτους`(因为如果苏格拉底存在)中补充出来。

引用这一段

亚里士多德, 范畴篇 §10#3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg006.humanitext-grc1:10%233

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。