§11Ἐναντίον δέ ἐστιν ἐξ ἀνάγκης ἀγαθῷ μὲν κακόν· τοῦτο δὲ δῆλον τῇ καθ᾿ ἕκαστον ἐπαγωγῇ, οἷον ὑγιείᾳ νόσος καὶ ἀνδρείᾳ δειλία, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
善的事物必然以恶的事物为相反者;这通过在个别情况下的归纳是显而易见的,例如疾病对立于健康,怯懦对立于勇敢,其他事物也同样如此。
Κακῷ δὲ ὁτὲ μὲν ἀγαθὸν ἐναντίον, ὁτὲ δὲ κακόν· τῇ γὰρ ἐνδείᾳ κακῷ ὄντι ἡ ὑπερβολὴ ἐναντίον κακὸν ὄν· ὁμοίως δὲ καὶ ἡ μεσότης ἐναντία ἑκατέρῳ, οὖσα ἀγαθόν.
但是对于恶的事物,有时善的事物是相反者,有时恶的事物是相反者;因为对于作为恶的不足,过度是其相反者,而过度也是恶的;同样地,作为善的中庸也与这两者相反。
Ἐπ᾿ ὀλίγων δ᾿ ἂν τὸ τοιοῦτον ἴδοι τις, ἐπὶ δὲ τῶν πλείστων ἀεὶ τῷ κακῷ τὸ ἀγαθὸν ἐναντίον ἐστίν.
但人们只在极少数情况下能看到这种情况,而在绝大多数情况下,善总是恶的相反者。
Ἔτι ἐπὶ τῶν ἐναντίων οὐκ ἀναγκαῖον, ἐὰν θάτερον ᾖ, καὶ τὸ λοιπὸν εἶναι.
此外,在相反者中,并非只要其中一者存在,另一者就必然存在。
Ὑγιαινόντων μὲν γὰρ ἁπάντων ὑγίεια μὲν ἔσται, νόσος δὲ οὔ· ὁμοίως δὲ καὶ λευκῶν ὄντων ἁπάντων λευκότης μὲν ἔσται, μελανία δὲ οὔ.
因为如果所有人都是健康的,那么健康将存在,而疾病则不存在;同样地,如果所有事物都是白的,白将存在,而黑则不存在。
Ἔτι εἰ τὸ Σωκράτην ὑγιαίνειν τῷ Σωκράτην νοσεῖν ἐναντίον ἐστί, μὴ ἐνδέχεται δὲ ἅμα ἀμφότερα τῷ αὐτῷ ὑπάρχειν, οὐκ ἂν ἐνδέχοιτο τοῦ ἑτέρου τῶν ἐναντίων ὄντος καὶ τὸ λοιπὸν εἶναι· ὄντος γὰρ τοῦ Σωκράτην ὑγιαίνειν οὐκ ἂν εἴη τὸ νοσεῖν Σωκράτην.
再者,如果“苏格拉底健康”对立于“苏格拉底生病”,并且两者不可能同时属于同一个人,那么当其中一个相反者存在时,另一个也就不可能存在;因为当“苏格拉底健康”存在时,“苏格拉底生病”将不存在。
Δῆλον δὲ ὅτι καὶ περὶ ταὐτὸν ἢ εἴδει ἢ γένει πέφυκε γίνεσθαι τὰ ἐναντία.
同样显而易见的是,相反者自然产生于在种或属上相同的事物中。
Νόσος μὲν γὰρ καὶ ὑγίεια ἐν σώματι ζῴου πέφυκε γίνεσθαι, λευκότης δὲ καὶ μελανία ἁπλῶς ἐν σώματι, δικαιοσύνη δὲ καὶ ἀδικία ἐν ψυχῇ ἀνθρώπου.
因为疾病和健康自然产生于动物的身体中,而白和黑则单纯产生于身体中,正义和不正义则产生于人的灵魂中。
Ἀνάγκη δὲ πάντα τὰ ἐναντία ἢ ἐν τῷ αὐτῷ γένει εἶναι ἢ ἐν τοῖς ἐναντίοις γένεσιν, ἢ αὐτὰ γένη εἶναι.
并且,所有相反者必然要么在同一个属中,要么在相反的属中,要么它们自身就是属。
Λευκὸν μὲν γὰρ καὶ μέλαν ἐν τῷ αὐτῷ γένει (χρῶμα γὰρ αὐτῶν τὸ γένος), δικαιοσύνη δὲ καὶ ἀδικία ἐν τοῖς ἐναντίοις γένεσιν (τοῦ μὲν γὰρ ἀρετή, τοῦ δὲ κακία τὸ γένος)· ἀγαθὸν δὲ καὶ κακὸν οὐκ ἔστιν ἐν γένει, ἀλλ᾿ αὐτὰ τυγχάνει γένη τινῶν ὄντα.
因为白和黑在同一个属中(因为颜色是它们的属),而正义和不正义则在相反的属中(因为一者的属是德性,另一者是邪恶);至于善和恶,则不在任何属中,而是它们自身恰好成了某些事物的属。