Humanitext Reader

亚里士多德 · 范畴篇 §10#2

缺乏与具有的对立及其特殊性质

第 15 段,共 19 段 · 希腊语

内容简介

亚里士多德讨论了“缺乏与具有”,分析了它们在同一主体中的存在形式,并区分了概念本身与实际状态。他进而论证了缺乏与具有的对立有别于关系者及相反者的对立,是一种独特的对立形式。

§10#2Στέρησις δὲ καὶ ἕξις λέγεται μὲν περὶ ταὐτόν τι, οἷον ἡ ὄψις καὶ ἡ τυφλότης περὶ ὀφθαλμόν· καθόλου δὲ εἰπεῖν, ἐν ᾧ ἡ ἕξις πέφυκε γίνεσθαι, περὶ τοῦτο λέγεται ἑκάτερον αὐτῶν.
缺乏与具有是就某种相同的事物而被说的,例如视力与盲是就眼而言;概括地来说,在具有自然产生于其中的那个事物中,它们之中的每一个都是针对这个事物而被说的。
Ἐστερῆσθαι δὲ τότε λέγομεν ἕκαστον τῶν τῆς ἕξεως δεκτικῶν, ὅταν ἐν ᾧ πέφυκεν ὑπάρχειν καὶ ὅτε πέφυκεν ἔχειν μηδαμῶς ὑπάρχῃ.
我们说每一个容受该具有的事物在其被剥夺时,是在它本应自然存在于其中、且它本应自然拥有的那个时候,它却绝不存在。
Νωδόν τε γὰρ λέγομεν οὐ τὸ μὴ ἔχον ὀδόντας, καὶ τυφλὸν οὐ τὸ μὴ ἔχον ὄψιν, ἀλλὰ τὸ μὴ ἔχον ὅτε πέφυκεν ἔχειν· τινὰ γὰρ ἐκ γενετῆς οὔτε ὄψιν ἔχει οὔτε ὀδόντας, ἀλλ᾿ οὐ λέγεται οὔτε νωδὰ οὔτε τυφλά.
因为我们称“无齿”的,不是指没有牙齿的东西,称“盲”的,不是指没有视力的东西,而是指在本应自然拥有它们的那个时候却没有拥有的东西;因为某些东西生来就既没有视力也没有牙齿,但它们既不被称为无齿,也不被称为盲。
Τὸ δὲ ἐστερῆσθαι καὶ τὸ τὴν ἕξιν ἔχειν οὐκ ἔστι στέρησις καὶ ἕξις.
然而,处于缺乏状态和具有该具有并不是缺乏与具有本身。
Ἕξις μὲν γάρ ἐστιν ἡ ὄψις, στέρησις δὲ ἡ τυφλότης· τὸ δὲ ἔχειν τὴν ὄψιν οὐκ ἔστιν ὄψις, οὐδὲ τὸ τυφλὸν εἶναι τυφλότης.
因为具有是视力,而缺乏是盲;但拥有视力并不是视力,盲也不是盲本身。
Στέρησις γάρ τίς ἡ τυφλότης ἐστὶν, τὸ δὲ τυφλὸν εἶναι ἐστερῆσθαι, οὐ στέρησίς ἐστιν.
因为盲是某种缺乏,而处于盲的状态是处于被剥夺状态,而不是缺乏本身。
Ἔτι εἰ ἦν ἡ τυφλότης ταὐτὸν τῷ τυφλὸν εἶναι, κατηγορεῖτο ἂν ἀμφότερα κατὰ τοῦ αὐτοῦ· ἀλλὰ τυφλὸς μὲν λέγεται ὁ ἄνθρωπος, τυφλότης δὲ οὐδαμῶς λέγεται ὁ ἄνθρωπος.
此外,如果盲与处于盲的状态是同一回事,那么两者就会被陈述于同一对象;但人被称为是盲的,而人决不能被称为是盲本身。
Ἀντικεῖσθαι δὲ καὶ ταῦτα δοκεῖ, τὸ ἐστερῆσθαι καὶ τὸ τὴν ἕξιν ἔχειν, ὡς στέρησις καὶ ἕξις· ὁ γὰρ τρόπος τῆς ἀντιθέσεως ὁ αὐτός· ὡς γὰρ ἡ τυφλότης τῇ ὄψει ἀντίκειται, οὕτω καὶ τὸ τυφλὸν εἶναι τῷ ὄψιν ἔχειν ἀντίκειται.
但是这些——处于缺乏状态和具有该具有——似乎也作为缺乏与具有而对立;因为对立的方式是相同的:因为正如盲对立于视力,处于盲的状态也同样对立于拥有视力。
Οὐκ ἔστι δὲ οὐδὲ τὸ ὑπὸ τὴν ἀπόφασιν καὶ κατάφασιν ἀπόφασις καὶ κατάφασις· ἡ μὲν γὰρ κατάφασις λόγος ἐστὶ καταφατικὸς καὶ ἡ ἀπόφασις λόγος ἀποφατικός, τῶν δὲ ὑπὸ τὴν κατάφασιν καὶ ἀπόφασιν οὐδέν ἐστι λόγος.
同样地,处于否定与肯定之下的东西也不是否定与肯定;因为肯定是一种肯定的陈述,否定是一种否定的陈述,而处于肯定与否定之下的事物没有一个是陈述。
Λέγεται δὲ καὶ ταῦτα ἀντικεῖσθαι ἀλλήλοις ὡς κατάφασις καὶ ἀπόφασις· καὶ γὰρ ἐπὶ τούτων ὁ τρόπος τῆς ἀντιθέσεως ὁ αὐτός.
尽管如此,这些也同样被称为作为肯定与否定而相互对立;因为对于它们,对立的方式也是相同的。
Ὡς γάρ ποτε ἡ κατάφασις πρὸς τὴν ἀπόφασιν ἀντίκειται, οἷον τὸ κάθηται τῷ οὐ κάθηται, οὕτω καὶ τὸ ὑφ᾿ ἑκάτερον πρᾶγμα ἀντίκειται, τὸ καθῆσθαι τῷ μὴ καθῆσθαι.
因为正如肯定有时对立于否定,例如“他坐着”对立于“他不坐”,处于两者之下的事实也同样对立,即“坐着”对立于“不坐着”。
Ὅτι δὲ ἡ στέρησις καὶ ἡ ἕξις οὐκ ἀντίκειται ὡς τὰ πρός τι, φανερόν· οὐ γὰρ λέγεται αὐτὸ ὅπερ ἐστὶ τοῦ ἀντικειμένου.
至于缺乏与具有不作为关系者而对立,则是显而易见的;因为它们自身作为它们所是的那个东西,并不被称为是对立者的。
Ἡ γὰρ ὄψις οὐκ ἔστι τυφλότητος ὄψις, οὐδ᾿ ἄλλως οὐδαμῶς πρὸς αὐτὸ λέγεται.
因为视力不是盲的视力,而且在其他任何方式上绝不针对它说。
Ὡσαύτως δὲ οὐδὲ ἡ τυφλότης λέγοιτ᾿ ἂν τυφλότης ὄψεως, ἀλλὰ στέρησις μὲν ὄψεως ἡ τυφλότης λέγεται, τυφλότης δὲ ὄψεως οὐ λέγεται.
同样地,盲也不能被称为是视力的盲,虽然盲被称为是视力的缺乏,但它不被称为是视力的盲。
Ἔτι τὰ πρός τι πάντα πρὸς ἀντιστρέφοντα λέγεται, ὥστε καὶ ἡ τυφλότης εἴπερ ἦν τῶν πρός τι, ἀντέστρεφεν ἂν κἀκεῖνο πρὸς ὃ λέγεται.
此外,所有关系者都是针对相互换位的对象而言的,因此如果盲也是关系者之一,那么它所针对说的那个对象也将换位。
Ἀλλ᾿ οὐκ ἀντιστρέφει· οὐ γὰρ λέγεται ἡ ὄψις τυφλότητος ὄψις.
但是它并不换位;因为视力不被称为是盲的视力。
Ὅτι δὲ οὐδ᾿ ὡς τὰ ἐναντία ἀντίκειται τὰ κατὰ στέρησιν καὶ ἕξιν λεγόμενα, ἐκ τῶνδε δῆλον.
至于根据缺乏与具有而被说的东西也不作为相反者而对立,这从以下几点中显而易见。
Τῶν μὲν γὰρ ἐναντίων, ὧν μηδέν ἐστιν ἀνὰ μέσον, ἀναγκαῖον, ἐν ᾧ πέφυκε γίνεσθαι ἢ ὧν κατηγορεῖται, θάτερον αὐτῶν ὑπάρχειν ἀεί· τούτων γὰρ οὐδὲν ἦν ἀνὰ μέσον, ὧν θάτερον ἦν ἀναγκαῖον τῷ δεκτικῷ ὑπάρχειν, οἱον ἑπὶ νόσου καὶ ὑγιείας καὶ περιττοῦ καὶ ἀρτίου.
因为在它们之间没有任何中介的相反者中,在它们自然产生于其中的或它们所被陈述的事物中,它们之中的一者必然总是存在;因为对于这些事物——其中一者必然存在于容受主体中——在它们之间就没有任何中介,正如在疾病与健康、以及奇数与偶数的情形中那样。
Ὧν δὲ ἔστι τι ἀνὰ μέσον, οὐδέποτε ἀνάγκη παντὶ ὑπάρχειν θάτερον· οὔτε γὰρ λευκὸν ἢ μέλαν ἀνάγκη πᾶν εἶναι τὸ δεκτικόν, οὔτε θερμὸν οὔτε ψυχρόν· τούτων γὰρ ἀνὰ μέσον τι οὐδὲν κωλύει ὑπάρχειν.
而对于那些有某种中介的事物,任何一个一者必然存在于一切之中是不可能的;因为并不必然要求每一个能容受它们的主体要么是白要么是黑,要么是热要么是冷;因为没有什么能阻止这些事物之间的某种中介存在。
Ἔτι δὲ καὶ τούτων ἦν τι ἀνὰ μέσον, ὧν μὴ ἀναγκαῖον θάτερον ὑπάρχειν ἦν τῷ δεκτικῷ, εἰ μὴ οἷς φύσει τὸ ἓν ὑπάρχει, οἶον τῷ πυρὶ τὸ θερμῷ εἶναι καὶ τῇ χιόνι τὸ λευκῇ.
此外,在那些其一者并不必然存在于容受主体中的事物中,也有某种中介,除非是其中之一自然地存在于其中的对象,例如对火而言是热,对雪而言是白。
Ἐπὶ δὲ τούτων ἀφωρισμένως ἀναγκαῖον θάτερον ὑπάρχειν, καὶ οὐχ ὁπότερον ἔτυχεν· οὐ γὰρ ἐνδέχεται τὸ πῦρ ψυχρὸν εἶναι οὐδὲ τὴν χιόνα μέλαιναν.
并且对于这些事物,其中一者必然以确定的方式存在,而不能是任意一者;因为火不可能冷,雪也不可能黑。
Ὥστε παντὶ μὲν οὐκ ἀνάγκη τῷ δεκτικῷ θάτερον αὐτῶν ὑπάρχειν, ἀλλὰ μόνον οἷς φύσει τὸ ἓν ὑπάρχει, καὶ τούτοις ἀφωρισμένως τὸ ἓν καὶ οὐχ ὁπότερον ἔτυχεν.
因此,并不是对于每一个容受主体都必然存在其中一者,而只是对于那些其中一者自然地存在于其中的对象,且对这些对象而言,其中一者是确定地存在的,而不是任意一者。
Ἐπὶ δὲ τῆς στερήσεως καὶ τῆς ἕξεως οὐδέτερον τῶν εἰρημένων ἀληθές· οὐδὲ γὰρ ἀεὶ τῷ δεκτικῷ ἀναγκαῖον θάτερον αὐτῶν ὑπάρχειν· τὸ γὰρ μήπω πεφυκὸς ὄψιν ἔχειν οὔτε τυφλὸν οὔτε ὄψιν ἔχον λέγεται, ὥστε οὐκ ἂν εἴη ταῦτα τῶν τοιούτων ἐναντίων ὧν οὐδέν ἐστιν ἀνὰ μέσον.
然而在缺乏与具有的情形下,上述两点没有一点是真实的;因为并不必然总是有一者存在于容受主体中;因为尚未到自然拥有视力的那个时期的对象,既不能被称为是盲的,也不能被称为是拥有视力的,因此它们不会属于那一类其间没有任何中介的相反者。
Ἀλλ᾿ οὐδ᾿ ὧν τι ἔστιν ἀνὰ μέσον· ἀναγκαῖον γάρ ποτε παντὶ τῷ δεκτικῷ θάτερον αὐτῶν ὑπάρχειν· ὅταν γὰρ ἤδη πεφυκὸς ᾖ ὄψιν ἔχειν, τότε ἢ τυφλὸν ἢ ὄψιν ἔχον ῥηθήσεται, καὶ τούτων οὐκ ἀφωρισμένως θάτερον, ἀλλ᾿ ὁπότερον ἔτυχεν· οὐ γὰρ ἀναγκαῖον ἢ τυφλὸν ἢ ἔχον ὄψιν εἶναι, ἀλλ᾿ ὁπότερον ἔτυχεν.
但它们也不属于其间有某种中介的相反者;因为在某个时候,其中一者必然存在于每一个容受主体中;因为当它已经到了自然拥有视力的时期,那时它就会被称为要么是盲的,要么是拥有视力的,而在它们之中,并不是确定为某一个,而是任意一者;因为并不是必然要要么是盲要么是有视力,而是任意一者。
Ἐπὶ δὲ τῶν ἐναντίων, ὧν ἔστι τι ἀνὰ μέσον, οὐδέποτε ἀναγκαῖον ἦν παντὶ θάτερον ὑπάρχειν, ἀλλὰ τισί, καὶ τούτοις ἀφωρισμένως τὸ ἕν.
然而在其中间有某种中介的相反者中,绝不必然是在一切事物中存在一者,而只是在某些事物中,并且对这些事物而言,是确定地存在其中之一。
Ὥστε δῆλον ὅτι κατ᾿ οὐδέτερον τῶν τρόπων ὡς τὰ ἐναντία ἀντίκειται τὰ κατὰ στέρησιν καὶ ἕξιν ἀντικείμενα.
因此显而易见,根据缺乏与具有而对立的事物,决不以这两种方式中的任何一种作为相反者而对立。

词汇与语法注释

  1. 10ὅταν ἐν ᾧ πέφυκεν ὑπάρχειν καὶ ὅτε πέφυκεν ἔχειν μηδαμῶς ὑπάρχῃ — 主语省略,但指代前文 `ἕκαστον` 所关联的“具有”(所有)本身。虽然 `πέφυκεν` 可以作无人称解释,但在这里将其主语理解为 `ἡ ἕξις`(即“当[具有]自然应该存在于其中,且到了[容受主体]自然应该拥有它的时候”)在语法和语境上最为契合。
  2. 12Τὸ δὲ ἐστερῆσθαι καὶ τὸ τὴν ἕξιν ἔχειν — 带有中性冠词 `τό` 的不定式短语构成了名词性短语,表示某种事态或状态(“处于缺乏状态”与“拥有具有”)。该结构旨在强调抽象概念(`στέρησις καὶ ἕξις`)与具体个体所处状态(`τὸ ἐστερῆσθαι καὶ τὸ τὴν ἕξιν ἔχειν`)之间的范畴性区别。
  3. 20εἰ μὴ οἷς φύσει τὸ ἓν ὑπάρχει — `εἰ μή` 表达除外(“除了……”)。关系代词 `οἷς` 融合了其与格先行词(相当于 `τούτοις οἷς`),意为“除了对于那些其中一者自然地存在于其中的对象”。
  4. 24καὶ τούτων οὐκ ἀφωρισμένως θάτερον, ἀλλ᾿ ὁπότερον ἔτυχεν — `τούτων` 是部分属格,指代前文的两个选择 `ἢ τυφλὸν ἢ ὄψιν ἔχον`。通过 `ἀφωρισμένως`(确定地)与 `ὁπότερον ἔτυχεν`(任意一者)的对比,表明在这两个状态中,没有一个是必然预先确定的,而是偶然决定的。

引用这一段

亚里士多德, 范畴篇 §10#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg006.humanitext-grc1:10%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。