Humanitext Reader

亚里士多德 · 范畴篇 §10#1

四种对立方式与相反者的性质

第 14 段,共 19 段 · 希腊语

内容简介

在结束对十个范畴的讨论后,作者引入了四种对立方式(关系者、相反者、缺乏与具有、肯定与否定),并讨论了相反者之间中介的有无及其性质。

§10#1Ὑπὲρ μὲν οὖν τῶν προτεθέντων γενῶν ἱκανὰ τὰ εἰρημένα· περὶ δὲ τῶν ἀντικειμένων, ποσαχῶς εἴωθεν ἀντικεῖσθαι, ῥητέον.
那么,关于所提出的范畴(类),已经说过的就足够了;而关于对立者,它们习惯上以多少种方式对立,则是我们必须谈论的。
Λέγεται δὲ ἕτερον ἑτέρῳ ἀντικεῖσθαι τετραχῶς, ἢ ὡς τὰ πρός τι, ἢ ὡς τὰ ἐναντία, ἢ ὡς στέρησις καὶ ἕξις, ἢ ὡς κατάφασις καὶ ἀπόφασις.
一个事物对立于另一个事物,可以说是通过四种方式:或是作为关系者,或是作为相反者,或是作为缺乏与具有,或是作为肯定与否定。
Ἀντίκειται δὲ ἕκαστον τῶν τοιούτων ὡς τύπῳ εἰπεῖν ὡς μὲν τὰ πρός τι, οἷον τὸ διπλάσιον τῷ ἡμίσει, ὡς δὲ τὰ ἐναντία, οἷον τὸ κακὸν τῷ ἀγαθῷ, ὡς δὲ τὰ κατὰ στέρησιν καὶ ἕξιν, οἷον τυφλότης καὶ ὄψις, ὡς δὲ κατάφασις καὶ ἀπόφασις, οἷον κάθηται — οὐ κάθηται.
粗略地来说,这些对立者各自的对立如下:作为关系者,例如两倍对立于一半;作为相反者,例如恶对立于善;作为根据缺乏与具有,例如盲和视力;作为肯定与否定,例如“他坐着”与“他不坐”。
Ὅσα μὲν οὖν ὡς τὰ πρός τι ἀντίκειται, αὐτὰ ἅπερ ἐστὶ τῶν ἀντικειμένων λέγεται ἢ ὁπωσοῦν ἄλλως πρὸς αὐτά, οἷον τὸ διπλάσιον, αὐτὸ ὅπερ ἐστίν, ἑτέρου διπλάσιον λέγεται·
那么,凡是作为关系者而对立的,它们自身作为它们所是的那个东西,就是对它们的对立者说的,或者是通过其他无论何种方式针对它们说的。
τινὸς γὰρ διπλάσιον.
例如,两倍,其自身正是它所是的那个东西,被称为是别的事物的两倍;因为它是某物的两倍。
Καὶ ἡ ἐπιστήμη δὲ τῷ ἐπιστητῷ ὡς τὰ πρός τι ἀντίκειται, καὶ λέγεταί γε ἡ ἐπιστήμη αὐτὸ ὅπερ ἐστὶ τοῦ ἐπιστητοῦ.
知识也作为关系者而对立于可知者,并且知识,其自身正是它所是的那个东西,被称为是可知者的。
Καὶ τὸ ἐπιστητὸν δὲ αὐτὸ ὅπερ ἐστὶ πρὸς ἀντικείμενον λέγεται, τὴν ἐπιστήμην· τὸ γὰρ ἐπιστητὸν τινὶ λέγεται ἐπιστητόν, τῇ ἐπιστήμῃ.
而可知者自身正是它所是的那个东西,也是针对其对立者——知识——说的;因为可知者被称为是对某物而言的可知者,即对知识而言。
Ὅσα οὖν ἀντίκειται ὡς τὰ πρός τι, αὐτὰ ἅπερ ἐστὶν ἑτέρων λέγεται ἢ ὁπωσδήποτε πρὸς ἄλληλα λέγεται.
因此,凡是作为关系者而对立的,它们自身作为它们所是的那个东西,就是针对其他事物说的,或者是通过某种方式相互针对说的。
Τὰ δὲ ὡς τὰ ἐναντία, αὐτὰ μὲν ἅπερ ἐστὶν οὐδαμῶς πρὸς ἄλληλα λέγεται, ἐναντία μέντοι ἀλλήλων λέγεται· οὔτε γὰρ τὸ ἀγαθὸν τοῦ κακοῦ λέγεται ἀγαθόν, ἀλλ᾿ ἐναντίον, οὔτε τὸ λευκὸν τοῦ μέλανος λευκόν, ἀλλ᾿ ἐναντίον.
然而,作为相反者而对立的,它们自身作为它们所是的那个东西,绝不相互针对说,尽管它们被称为是彼此的相反者;因为善不被称为是恶的善,而是其相反者,白也不被称为是黑的白,而是其相反者。
Ὥστε διαφέρουσιν αὗται αἱ ἀντιθέσεις ἀλλήλων.
所以这些对立是彼此不同的。
Ὅσα δὲ τῶν ἐναντίων τοιαῦτά ἐστιν ὥστε ἐν οἷς πέφυκε γίνεσθαι ἢ ὧν κατηγορεῖται ἀναγκαῖον αὐτῶν θάτερον ὑπάρχειν, τούτων οὐδέν ἐστιν ἀνὰ μέσον.
至于相反者之中,那些属于这类性质的——在它们自然产生于其中的事物或它们所被陈述的事物中,它们两者之中的某一个必然存在——在它们之间就没有任何中介。
Ὧν δέ γε μὴ ἀναγκαῖον θάτερον ὑπάρχειν, τούτων ἔστι τι ἀνὰ μέσον πάντως, οἷον νόσος καὶ ὑγίεια ἐν σώματι ζῴου πέφυκε γίνεσθαι, καὶ ἀναγκαῖόν γε θάτερον ὑπάρχειν τῷ τοῦ ζῴου σώματι, ἢ νόσον ἢ ὑγίειαν.
而那些并非必然有其中之一存在的事物,则在任何情况下都有某种中介;例如,疾病和健康自然产生于动物的身体中,并且在动物的身体中必然有其中之一存在,要么是疾病,要么是健康。
Καὶ περιττὸν δὲ καὶ ἄρτιον ἀριθμοῦ κατηγορεῖται, καὶ ἀναγκαῖόν γε θάτερον τῷ ἀριθμῷ ὑπάρχειν, ἢ περιττὸν ἢ ἄρτιον.
而奇数和偶数是被陈述于数量的,并且在数量中必然有其中之一存在,要么是奇数,要么是偶数。
Καὶ οὐκ ἔστι γε τούτων οὐδὲν ἀνὰ μέσον, οὔτε νόσου καὶ ὑγιείας οὔτε περιττοῦ καὶ ἀρτίου.
并且在这些事物之间没有任何中介,无论在疾病和健康之间,还是在奇数和偶数之间。
Ὧν δέ γε μὴ ἀναγκαῖον θάτερον ὑπάρχειν, τούτων ἔστι τι ἀνὰ μέσον, οἷον μέλαν καὶ λευκὸν ἐν σώματι πέφυκε γίνεσθαι, καὶ οὐκ ἀναγκαῖόν γε θάτερον αὐτῶν ὑπάρχειν τῷ σώματι· οὐ γὰρ πᾶν ἤτοι λευκὸν ἢ μέλαν ἐστίν.
而那些并非必然有其中之一存在的事物,则有某种中介;例如,黑和白自然产生于身体中,而身体中并不必然有其中之一存在(因为并非所有的东西要么是白,要么是黑)。
Καὶ φαῦλον δὲ καὶ σπουδαῖον κατηγορεῖται μὲν καὶ κατ᾿ ἀνθρώπου καὶ κατὰ ἄλλων πολλῶν, οὐκ ἀναγκαῖον δὲ θάτερον αὐτῶν ὑπάρχειν ἐκείνοις ὧν ἂν κατηγορῆται· οὐ γὰρ πάντα ἤτοι φαῦλα ἢ σπουδαῖά ἐστιν.
恶和善既被陈述于人,也被陈述于许多其他事物,但它们两者之中的一个并不必然存在于那些被陈述的事物中;因为并非所有的事物要么是恶,要么是善。
Καὶ ἔστι γέ τι τούτων ἀνὰ μέσον, οἷον τοῦ μὲν λευκοῦ καὶ μέλανος τὸ φαιὸν καὶ τὸ ὠχρὸν καὶ ὅσα ἄλλα χρώματα, τοῦ δὲ φαύλου καὶ σπουδαίου τὸ οὔτε φαῦλον οὔτε σπουδαῖον.
并且在这些事物之间确实有某种中介;例如,在白和黑之间有灰色、黄色以及所有其他颜色,在恶和善之间有那既非恶也非善的东西。
Ἐπ᾿ ἐνίων μὲν οὖν ὀνόματα κεῖται τοῖς ἀνὰ μέσον, οἷον λευκοῦ καὶ μέλανος τὸ φαιὸν καὶ τὸ ὠχρὸν καὶ ὅσα ἄλλα χρώματα· ἐπ᾿ ἐνίων δὲ ὀνόματι μὲν οὐκ εὔπορον τὸ ἀνὰ μέσον ἀποδοῦναι, τῇ δ᾿ ἑκατέρου τῶν ἄκρων ἀποφάσει τὸ ἀνὰ μέσον ὁρίζεται, οἷον τὸ οὔτε ἀγαθὸν οὔτε κακὸν καὶ οὔτε δίκαιον οὔτε ἄδικον.
因此,对于某些事物,其中介已经确立了名称,例如在白和黑之间有灰色、黄色以及所有其他颜色;但对于另一些事物,用名称来给出其中介并不容易,而其中介是通过对两个极端中每一个的否定来界定的,例如那既非善也非恶、以及既非公正也非不公正的东西。

词汇与语法注释

  1. ¦1¦περὶ δὲ τῶν ἀντικειμένων, ποσαχῶς εἴωθεν ἀντικεῖσθαι, ῥητέον. — 介词短语“关于对立者”(περὶ δὲ τῶν ἀντικειμένων)与间接疑问从句“它们习惯上以多少种方式对立”(ποσαχῶς εἴωθεν ἀντικεῖσθαι)并列,共同修饰动形词“必须谈论”(ῥητέον)。这一结构用于在讨论开始时明确指出主题。
  2. ¦3¦αὐτὰ ἅπερ ἐστὶ τῶν ἀντικειμένων λέγεται — 代词-关系词短语“它们自身正是它们所是的那个东西”(αὐτὰ ἅπερ ἐστὶ)强调了主体的同一性。在此处,它伴随着属格“对立者的”(τῶν ἀντικειμένων),表明某些范畴(关系者)在其本质上仅通过与对立者的关系来定义。
  3. ¦6¦Ὧν δέ γε μὴ ἀναγκαῖον θάτερον ὑπάρχειν — 关系从句开头的否定词“μὴ”界定了“那些并非必然有其中之一存在的事物”,但紧随其后的例子——“疾病和健康”以及“奇数和偶数”——实际上是两者之一必然存在(无中介)的情况。这种逻辑上的不一致表明,要么是抄本传承中错误地插入了“μὴ”,要么是亚里士多德草稿中的混乱,这暗示原本可能应当省去“μὴ”,或者例子的顺序有所不同。

引用这一段

亚里士多德, 范畴篇 §10#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg006.humanitext-grc1:10%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。