Humanitext Reader

亚里士多德 · 论天 §3.8#2

驳以形状解释元素性质与强调作用能力

第 53 段,共 62 段 · 希腊语

内容简介

亚里士多德通过指出将热归因于形状以及无法给冷赋予形状等矛盾,驳斥了元素形状说,并主张应当根据性质、作用和能力来分析元素的区别。

§3.8#2ἔτι δʼ εἰ θερμαίνει καὶ καίει τὸ πῦρ διὰ τὰς γωνίας, ἅπαντα ἔσται τὰ στοιχεῖα θερμαντικά, μᾶλλον δʼ ἴσως ἕτερον ἑτέρου· πάντα γὰρ ἔχει γωνίας, οἷον τό τε ὀκτάεδρον καὶ τὸ δωδεκάεδρον.
此外,如果火是因为角而进行加热和燃烧,那么所有元素都将具有加热作用,只是或许一个比另一个更甚;因为所有元素都具有角,例如八面体和十二面体。
Δημοκρίτῳ δὲ καὶ ἡ σφαῖρα ὡς γωνία τις οὖσα τέμνει ὡς εὐκίνητον.
而对德谟克利特来说,即使是球体,由于它也是一种角,也会因其易动而起切割作用。
ὥστε διοίσει τῷ μᾶλλον καὶ ἧττον.
因此,它们之间的区别只在程度的大小。
τοῦτο δʼ ὅτι ἔστι ψεῦδος, φανερόν.
但这显然是错误的。
ἅμα δὲ συμβήσεται καὶ τὰ μαθηματικὰ σώματα καίειν καὶ θερμαίνειν· ἔχει γὰρ κἀκεῖνα γωνίας, καὶ ἔνεισιν ἐν αὐτοῖς ἄτομοι καὶ σφαῖρα καὶ πυραμίδες, ἄλλως τε καὶ εἰ ἔστιν ἄτομα μεγέθη, καθάπερ φασίν.
同时,这也将导致数学立体也能燃烧和加热;因为那些立体也具有角,并且在它们之中存在着原子、球体和棱锥,特别是如果像他们所说的那样存在不可分割的大小。
εἰ γὰρ τὰ μὲν τὰ δὲ μή, λεκτέον τὴν διαφοράν, ἀλλʼ οὐχ ἀπλῶς οὕτω λεκτέον ὡς λέγουσιν. ἔτι εἰ τὸ.
因为如果有些立体能如此而另一些不能,就必须说明其区别,而不应当像他们那样简单地断言。
καιόμενον πυροῦται, τὸ δὲ πῦρ ἐστὶ σφαῖρα ἢ πυραμίς, ἀνάγκη τὸ καιόμενον γίγνεσθαι σφαίρας ἢ πυραμίδας.
再者,如果被燃烧之物转化为火,而火是球体或棱锥,那么被燃烧之物就必然会变成球体或棱锥。
τὸ μὲν οὖν τέμνειν καὶ τὸ διαιρεῖν οὕτως ἔστω κατὰ λόγον συμβαῖνον τῷ σχήματι· τὸ δʼ ἐξ ἀνάγκης τὴν πυραμίδα ποιεῖν πυραμίδας ἢ τὴν σφαῖραν σφαίρας παντελῶς ἄλογον καὶ ὅμοιον ὥσπερ εἴ τις ἀξιοίη τὴν μάχαιραν εἰς μαχαίρας διαιρεῖν ἢ τὸν πρίονα εἰς πρίονας.
那么,切断和分割可以算作是这样合理地由形状产生的;但若说棱锥必然制造出棱锥,或者球体必然制造出球体,则是完全荒谬的,这正像有人要求一把小刀把东西分割成小刀,或者一把锯子把东西分割成锯子一样。
ἔτι δὲ γελοῖον πρὸς τὸ διαιρεῖν μόνον ἀποδοῦναι τὸ σχῆμα τῷ πυρί· δοκεῖ γὰρ μᾶλλον συγκρίνειν καὶ συνορίζειν ἢ διακρίνειν.
另外,仅仅为了分割而给火赋予某种形状是可笑的;因为火似乎更多的是在结合并确定界限,而不是在分离。
διακρίνει μὲν γὰρ τὰ μὴ ὁμόφυλα, συγκρίνει δὲ τὰ ὁμόφυλα· καὶ ἡ μὲν σύγκρισις καθʼ αὑτό ἐστι (τὸ γὰρ συνορίζειν καὶ ἑνοῦν τοῦ πυρός), ἡ δὲ διάκρισις κατὰ συμβεβηκός (συγκρῖνον γὰρ τὸ ὁμόφυλον ἐξαιρεῖ τὸ ἀλλότριον).
因为它分离那些不同族的事物,而结合那些同族的事物;结合是其自身的本质属性(因为确定界限并使之合一属于火的作用),而分离则是偶性的属性(因为通过结合同族的事物,排除了异己之物)。
ὥστʼ ἢ πρὸς ἄμφω ἐχρῆν ἀποδοῦναι ἢ μᾶλλον ἐπὶ τὸ συγκρίνειν.
因此,他们本应把形状归因于这两者,或者更多地归因于结合。
πρὸς δὲ τούτοις, ἐπεὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐναντία τῇ δυνάμει, ἀδύνατον ἀποδοῦναι τῷ ψυχρῷ σχῆμά τι· δεῖ γὰρ ἐναντίον εἶναι τὸ ἀποδιδόμενον, οὐθὲν δʼ ἐναντίον ἐστὶ σχήματι.
此外,既然热与冷在能力上是相反的,就不可能给冷赋予任何形状;因为被赋予的应当是相反的,但形状之间并没有相反者。
διὸ καὶ πάντες ἀπολελοίπασι τοὕτο· καίτοι προσῆκεν ἢ πάντα ἀφορίσαι σχήμασιν ἢ μηδέν.
因此大家也都放弃了这一点;然而,他们本应当要么用形状来界定所有元素,要么一个都不界定。
ἔνιοι δὲ περὶ τῆς δυνάμεως αὐτοῦ πειραθέντες εἰπεῖν ἐναντία λέγουσιν αὐτοὶ αὑτοῖς.
而有些人试图说明冷的能力,结果却自相矛盾。
φασὶ γὰρ εἶναι ψυχρὸν τὸ μεγαλομερὲς διὰ τὸ συνθλίβειν καὶ μὴ διιέναι διὰ τῶν πόρων.
因为他们说,由大粒子构成的是冷,因为它们会挤压并且无法穿过通道。
δῆλον τοίνυν ὅτι καὶ τὸ θερμὸν ἄν εἴη τὸ διιόν. τοιοῦτον δʼ ἀεὶ τὸ λεπτομερές.
那么显然,热就是能够穿过通道的;而这总是由微细粒子构成的。
ὥστε συμβαίνει μικρότητι καὶ μεγέθει διαφέρειν τὸ θερμὸν καὶ τὸ ψυχρόν, ἀλλʼ οὐ τοῖς σχήμασιν.
因此,热与冷的区别在于大小,而不是在形状。
ἔτι δʼ εἰ ἄνισοι αἱ πυραμίδες, αἱ μεγάλαι ἂν εἶεν οὐ πῦρ οὐδʼ αἴτιον τὸ σχῆμα τοῦ καίειν, ἀλλὰ τοῦ ἐναντίου.
再者,如果棱锥大小不一,那么大的棱锥就不会是火,形状也就不会是燃烧的原因,反而是其相反特性的原因。
ὅτι μὲν οὖν οὐ τοῖς σχήμασι διαφέρει τὰ στοιχεῖα, φανερὸν ἐκ τῶν εἰρημένων·
那么,元素并不仅凭形状而有所区别,这从上述讨论中已很明显。
ἐπεὶ δὲ κυριώταται διαφοραὶ σωμάτων αἵ τε κατὰ τὰ πάθη καὶ τὰ ἔργα καὶ τὰς δυνάμεις (ἑκάστου γὰρ εἶναί φαμεν τῶν φύσει καὶ ἔργα καὶ πάθη καὶ δυνάμεις), πρῶτον ἂν εἴη περὶ τούτων λεκτέον, ὅπως θεωρήσαντες ταῦτα λάβωμεν τὰς ἑκάστου πρὸς ἕκαστον διαφοράς.
既然物体的最主要区别在于性质、作用和能力(因为我们说每一个自然事物都有其作用、性质和能力),我们首先应当探讨这些,以便在考察这些之后,能够把握它们各自相互之间的区别。

词汇与语法注释

  1. 307aΔημοκρίτῳ δὲ καὶ ἡ σφαῖρα ὡς γωνία τις οὖσα τέμνει ὡς εὐκίνητον. — 对于德谟克利特而言,球体尽管没有几何学意义上的角,但由于其易动性(εὐκίνητον),它被描述为像一种“角”一样发挥切割作用。这里的 ὡς εὐκίνητον 解释了它之所以能切割(τέμνει)或被视为一种角的原因。
  2. 307bκαὶ ἡ μὲν σύγκρισις καθʼ αὑτό ἐστι — 该逻辑表明火的主要作用是“结合”(συγκρίνειν)而非“分离”(διακρίνειν)。由于在结合同类(ὁμόφυλον)事物的过程中,异类(ἀλλότριον)事物结果被排除,因此分离被说成是仅以“偶性”(κατὰ συμβεβηκός)方式发生。
  3. 307bαὐτοῦ — 此属格代名词指代前文提到的“冷”(τῷ ψυχρῷ)。它指出,由于无法像给火那样给冷赋予特定的形状,其他学派在解释它时陷入了无法自圆其说的矛盾。
  4. 307bαἱ μεγάλαι ἂν εἶεν οὐ πῦρ — 归谬法的论证。它指出,如果火因为是棱锥形而热,且这些棱锥有大有小,那么大的棱锥就会变冷(因为无法穿过通道),从而不再是“火”,以此揭示其矛盾。

引用这一段

亚里士多德, 论天 §3.8#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg005.humanitext-grc1:3.8%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。