Humanitext Reader

亚里士多德 · 论天 §4.1

重与轻的探讨以及绝对与相对的区分

第 54 段,共 62 段 · 希腊语

内容简介

亚里士多德在开始考察重与轻时,强调了它们与运动的密切联系,并批评前人仅定义了相对的重与轻。他将宇宙的边缘界定为“上”,将中心界定为“下”,从而确立了绝对重轻与相对重轻的基本区分。

§4.11 Περὶ δὲ βαρέος καὶ κούφου, τί τʼ ἐστὶν ἑκάτερον καὶ τίς ἡ φύσις αὐτῶν, σκεπτέον, καὶ διὰ τίνʼ αἰτίαν ἔχουσι τὰς δυνάμεις ταύτας.
1 关于重和轻,我们必须考察它们各自是什么、其本性如何,以及因为什么原因它们具有这些能力。
ἔστι γὰρ ἡ περὶ αὐτῶν θεωρία τοῖς περὶ κινήσεως λόγοις οἰκεία· βαρὺ γὰρ καὶ κοῦφον τῷ δύνασθαι κινεῖσθαι φυσικῶς πως λέγομεν.
因为关于它们的考察与关于运动的讨论是相契合的;因为我们说轻和重,是指它们具有以某种自然方式运动的能力。
ταῖς δὲ ἐνεργείαις ὀνόματʼ αὐτῶν οὐ κεῖται, πλὴν εἴ τις οἴοιτο τὴν ῥοπὴν εἶναι τοιοῦτον.
但它们的现实活动并没有被赋予名称,除非有人认为“倾向”就是这样一种事物。
διὰ δὲ τὸ τὴν φυσικὴν εἶναι πραγματείαν περὶ κινήσεως, 306 a ταῦτα δʼ ἔχειν ἐν ἑαυτοῖς οἷον ζώπυρʼ ἄττα κινήσεως, πάντες μὲν χρῶνται ταῖς δυνάμεσιν αὐτῶν, οὐ μὴν διφρίκασί γε, πλὴν ὀλίγων.
然而,因为自然科学的研究是关于运动的,而这些物体自身内部又具有某种运动的火星,所以虽然人人都在利用它们的能力,但除了少数人之外,并没有人对它们进行明确的规定。
ἰδόντες οὖν πρῶτον τὰ παρὰ τῶν ἄλλων εἰρημένι, καὶ διαπορήσαντες ὅσα πρὸς τὴν σκέψιν ταύτην διελεῖν ἀναγκαῖον, οὕτω καὶ τὸ φαινόμενον ἡμῖν εἴπωμεν περὶ αὐτῶν.
因此,在首先考察了其他人所说的话并充分探讨了为了这一考察而必须区分的诸多疑难之后,我们再以此方式阐明我们对它们的见解。
λέγεται δὴ τὸ μὲν ἀπλῶς βαρὺ καὶ κοῦφον, το δὲ πρὸς ἕτερον· κῶν γὰρ ἐχόντων βάρος φαφὲν τὸ μὲν εἶναι κουφότερον τὸ δὲ βαρύτερον, οἷον ξύλου χαλκόν.
现在,有的事物被称为绝对的重和轻,有的则是相对于他物而言的;因为在具有重量的事物中,我们说一个较轻而另一个较重,例如铜之于木。
πεμὲ μὲν οὖν τῶν ἀπλῶς λεγομένων οὐδὲν εἴρηται παρὰ σῶν πρότερον, περὶ δὲ τῶν πρὸς ἕτερον· οὐ γὰρ λέγουσι τί ἐστι τὸ βαρὺ καὶ τί τὸ κοῦφον, ἀλλὰ τί τὸ βαρύτερον καὶ κουφότερον ἐν τοῖς ἔχουσι βάρος.
因此,关于绝对而言的重和轻,前人没有说过什么,而只说了相对于他物而言的;因为他们没有说明什么是重,什么是轻,而是说明了在具有重量的事物中,什么是较重和较轻。
μᾶλλον δʼ ἔσται δῆλον τὸ λεγόμενον ὧδε, τὰ μὲν γὰρ ἀεὶ πέφυκεν ἀπὸ τοῦ μέσου φέρεσθαι, τὰ δʼ ἀεὶ πρὸς τὸ μέσον.
通过以下方式,我们所说的将会更加清晰:因为有些事物在本性上总是向着远离中心的方向运动,而另一些则总是向着中心的方向运动。
τούτων δὲ τὸ μὲν ἀπὸ τοῦ μέσου φερόμενον ἄνω λέγω φέρεσθαι, κάτω δὲ τὸ πρὸς τὸ μέσον.
在这些事物中,我把向着远离中心方向运动的称为向上运动,把向着中心方向运动的称为向下运动。
ἄτοπον γὰρ τὸ μὴ νομίζεν εἶναί τι ἐν τῷ οὐρανῷ τὸ μὲν ἄνω τὸ δὲ κάτω, καθάπερ τινὲς ἀξιοῦσιν· οὑ φὰρ εἶναι τὸ μὲν ἄνω τὸ δὲ κάτω φασίν, εἴπερ σάντῃ ὅμοιός ἐστι, καὶ πανταχόθεν ἀντίπους ἔσται πορευόμενος ἕκαστος αὐτὸς αὑτῷ.
因为,如果不像某些人所主张的那样,认为宇宙中存在着某种向上和向下的部分,那是荒谬的;因为他们说,如果宇宙在各处都是相似的,就不会有向上和向下,而且不论从哪里走去,每个人都会成为他自己的对跖人。
ἡμεῖς δὲ τὸ τοῦ παντὸς ἔσχατον ἄνω λέγωμεν, ὃ καὶ κατὰ τὴν θέσιν ἐστὶν ἄνω καὶ τῇ φύσει πρῶτον· ἐπεὶ δʼ ἐστί τι τοῦ οὐρανοῦ ἔσχατον καὶ μέσον, δῆλον ὅτι ἔσται καὶ ἄνω καὶ κάτω, ὅπερ καὶ οἱ πολλοὶ λέγουσι, πλὴν οὐχ ἱκανῶς.
但我们把宇宙的极限界定为“上”,它既在位置上是上,也在本性上是第一位的;既然宇宙存在着极限和中心,显然也就存在着上和下,这其实也是大多数人所说的,只是说得不够充分。
τούτου δʼ αἴτιον ὅτι νομίζουσιν οὐχ ὅμοιον εἶναι πάντῃ τον οὐρανόν, ἀλλʼ ἓν εἶναι μόνον τὸ ὑπὲρ ἡμᾶς ἡμισφαίριον, ἐπεὶ προσυπολαβόντες καὶ κύκλῳ τοιοῦτον, καὶ τὸ μέσον ὁμοίως ἔχειν πρὸς ἅπαν, τὸ μὲν ἄνω φήσουσιν εἶναι, τὸ δὲ μέσον κάτω.
其原因在于,他们认为宇宙在各处并非是相似的,而只有我们头顶上的这个半球;因为如果他们进一步假定宇宙周围一圈也是这样的,且中心对所有地方都具有同样的关系,那么他们就会说一处是上,而中心是下。
ἁπλῶς μὲν οὖν κοῦφον λέγομεν τὸ ἄνω φερόμενον καὶ πρὸς τὸ ἔσχατον, βαρὺ δὲ ἁπλῶς τὸ κάτω καὶ πρὸς τὸ μέσον· πρὸς ἄλλο δὲ κοῦφον καὶ κουφότερον, οὗ δυοῖν ἐχόντων βάρος καὶ τὸν ὄγκον ἴσων κάτω φέρεται θάτερον φύσει θᾶττον.
因此,我们把向上且向极限运动的称为绝对的轻,把向下且向中心运动的称为绝对的重;而相对于他物而言的轻和较轻,则是指在两个同样具有重量且体积相等的物体中,其中一个在自然状态下更迅速地向下运动时,另一个所具有的属性。

词汇与语法注释

  1. ¦p.88¦διφρίκασί — 虽然手稿多写作 `διφρίκασί`,但这通常被认为是 `διωρίκασί`(动词 `διορίζω`“界定、区分”的完成时形式)的传抄错误,译文据此理解为“未加规定”。
  2. ¦5¦εἰρημένι — 这是文本中的印刷错误,正确的应为中性复数宾格分词 `εἰρημένα`,与前置的 `τὰ` 连用,意为“所说的话”。
  3. ¦5¦ξύλου χαλκόν — `ξύλου` 是比较属格,表示“与木(的重量)相比,铜(更重)”。
  4. ¦30¦οὗ δυοῖν ἐχόντων βάρος... — `οὗ` 是关系代词,先行词指代相对较轻的物体。从 `δυοῖν ἐχόντων` 到 `ἴσων` 是属格独立结构,表示“当两个物体同样具有重量且体积相等时”这一条件。

引用这一段

亚里士多德, 论天 §4.1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg005.humanitext-grc1:4.1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。