§3.8#18 Ὅλως δὲ τὸ πειρᾶσθαι τὰ ἀπλᾶ σώματα σχηματίζειν ἄλογόν ἐστι, πρῶτον μὲν ὅτι συμβήσεται μὴ ἀναπληροῦσθαι τὸ ὅλον· ἐν μὲν γὰρ τοῖς ἐπιπέδοις τρία σχήματα δοκεῖ συμπληροῦν τὸν τόπον, τρίγωνον καὶ τετράγωνον καὶ ἑξάγωνον, ἐν δὲ τοῖς στερεοῖς δύο μόνον, πυραμὶς καὶ κύβος· ἀνάγκη δὲ πλείω τούτων λαμβάνειν διὰ τὸ πλείω τα στοιχεῖα ποιεῖν.
8 总的来说,企图给简单物体赋予形状是不合理的。 首先,因为这会导致整体无法被填满;因为在平面中,有三种图形(三角形、正方形和六边形)似乎可以填满空间,但在立体中,只有两种(棱锥和立方体);而由于他们制造了更多的元素,就必然要采用比这更多的立体。
ἔπειτα φαίνεται πάντα μὲν τὰ ἁπλᾶ σώματα σχηματιζόμενα τῷ περιέχοντι τόπῳ, μάλιστα δὲ τὸ ὕδωρ καὶ ὁ ἀήρ.
其次,显然所有简单物体都是被包围它们的空间塑造出形状的,尤其是水和空气。
διαμένειν μὲν οὖν τὸ τοῦ στοιχείου σχῆμα ἀδύνατον· οὐ γὰρ ἄν ἥπτετο πανταχῇ τοῦ περιέχοντος τὸ ὅλον.
因此,元素的形状保持不变是不可能的;因为否则它就无法在各处与包围着它的整体相接触。
ἀλλὰ μὴν εἰ μεταρρυθμισθήσεται, οὐκέτι ἔσται ὕδωρ, εἴπερ τῷ σχήματι διέφερεν.
然而,如果它要改变形状,它就不再是水了,如果它确实是因为形状而有所不同的话。
ὥστε φανερὸν ὅτι οὐκ ἔστιν ὡρισμένα τὰ σχήματα αὐτοῦ.
所以,显而易见,它的形状并不是固定不变的。
ἀλλʼ ἔοικεν ἡ φύσις αὐτὴ τοῦτο σημαίνειν ἡμῖν, ὃ καὶ κατὰ λόγον ἐστίν· ὥσπερ γὰρ καὶ ἐν τοῖς ἄλλοις, ἀειδὲς καὶ ἄμορφον δεῖ τὸ ὑποκείμενον εἶναι· μάλιστα γὰρ ἂν οὕτω δύναιτο ῥυθμίζεσθαι, καθάπερ ἐν τῷ Τιμαίῳ γέγραπται, τὸ πανδεχές.
相反,自然本身似乎在向我们揭示这一点,而这也是合乎情理的;因为正如在其他事物中一样,基底的基质必须是无形状且无形式的;因为只有这样,它才最能被塑造,正如《蒂迈欧篇》中关于“万物之容纳者”所写的那样。
οὕτω καὶ τὰ στοιχεῖα δεῖ νομίζειν ὥσπερ ὕλην εἶναι τοῖς συνθέτοις· διὸ καὶ δύναται μεταβάλλειν εἰς ἄλληλα χωριζομένων τῶν κατὰ πάθη διαφορῶν.
因此,我们也应当把元素视为复合事物的质料;这就是为什么当它们在性质上的差异被分离时,它们能够相互转化。
πρὸς δὲ τούτοις πῶς ἐνδέχεται γίγνεσθαι σάρκα καὶ ὀστοῦν ἢ ὁτιοῦν σῶμα τῶν συνεχῶν;
此外,肉、骨或任何连续的物体又怎么可能生成呢?
οὕτε γὰρ ἐξ αὐτῶν τῶν στοιχείων ἐγχωρεῖ διὰ τὸ μὴ γίγνεσθαι συνεχὲς ἐκ τῆς συνθέσεως, οὔτʼ ἐκ τῶν ἐπιπέδων συντιθεμένων· τὰ γὰρ στοιχεῖα γεννᾶται τῇ συνθέσει καὶ οὐ τὰ ἐκ τῶν στοιχείων.
因为它们既不可能直接由元素本身生成,因为连续体无法通过组合而生成;也不可能由平面组合而成;因为组合产生的是元素,而不是由元素构成的事物。
ὥστʼ ἐάν τις ἀκριβολογεῖσθαι βούληται καὶ μὴ ἐκ παρόδου τοὺς λόγους ἀποδέχεσθαι τοὺς τοιούτους, ἀναιροῦντας ὄψεται τὴν γένεσιν ἐκ τῶν ὄντων.
因此,如果有人想要在论证中精益求精,而不是随随便便地接受此类言论,他就会发现,他们实际上是在否定来自存在者的生成。
ἀλλὰ μὴν καὶ πρὸς τὰ πάθη τε καὶ τὰς δυνάμεις καὶ τὰς κινήσεις ἀσύμφωνα τὰ σχήματα τοῖς σώμασιν, εἰς ἃ μάλιστα βλέψαντες οὕτω διένειμαν.
此外,这些形状在物体的性质、能力和运动方面也是不协调的,而他们正是主要考虑到这些才做此划分的。
οἷον ἐπεὶ τὸ πῦρ εὐκίνητόν ἐστι θερμαντικὸν καὶ καυστικόν, οἱ μὲν ἐποίησαν αὐτὸ σφαῖραν, οἱ δὲ πυραμίδα· ταῦτα γὰρ εὐκινητότατα μὲν διὰ τὸ ἐλαχίστων ἅπτεσθαι καὶ ἥκιστα βεβηκέναι, θερμαντικώτατα δὲ καὶ καυστικώτατα, διότι τὸ μὲν ὅλον ἐστὶ γωνία, τὸ δὲ ὀξυγωνιώτατον, καίει δὲ καὶ θερμαίνει ταῖς γωνίαις, ὡς φασίν.
例如,由于火是易动的、能加热且具燃烧性的,有些人将其做成球体,另一些人则将其做成棱锥;因为这些形状由于接触面最少、最不稳定而最易运动,而且它们最具加热和燃烧性,毕竟一种是全身皆角,另一种则是最具锐角,并且据他们说,它们是用角来进行燃烧和加热的。
πρῶτον μὲν οὖν κατὰ τήν κίνησιν ἀμφότεροι διημαρτήκασιν· εἰ γὰρ καὶ ἔστιν εὐκινητότατα ταῦτα τῶν σχημάτων, ἀλλʼ οὐ τὴν τοῦ πυρὸς κίνησιν εὐκίνητα· ἡ μὲν γὰρ τοῦ πυρὸς ἄνω καὶ κατʼ εὐθεῖαν, ταῦτα δʼ εὐκίνητα κύκλῳ, τὴν καλουμένην κύλισιν.
首先,关于运动,两派都犯了错误;因为即使这些形状在所有形状中最易运动,它们也不是以火的运动方式来易动的;因为火的运动是向上且沿直线进行的,而这些形状是在圆周运动(即所谓的滚动)中易动的。
εἴπειτʼ εἰ ἔστιν ἡ γῇ κύβος διὰ τὸ βεβηκέναι καὶ μένειν, μένει δʼ οὐ πανταχοῦ ἀλλʼ ἐν τῷ αὑτῆς τόπῳ, ἐκ δὲ τοῦ ἀλλοτρίου φέρεται μὴ κωλυομένη, καὶ τὸ πῦρ δὲ καὶ τὰ ἄλλα ὡσαύτως, δῆλον ὅτι καὶ τὸ πῦρ καὶ ἕκαστον τῶν στοιχείων ἐν μὲν τῷ ἀλλοτρίῳ τόπῳ σφαῖρα ἔσται ἢ πυραμές, ἐν δὲ τῷ οἰκείῳ κύβος.
其次,如果土由于稳固和保持静止而是立方体,但它并非在任何地方都保持静止,而只是在它自己的地方,在别人的地方如果不受阻挡就会移动,火和其他元素也是同样的情况,那么显然,火和每一种元素在别人的地方都会是球体或棱锥,而在它自己的地方则会是立方体。