Humanitext Reader

亚里士多德 · 论天 §3.5#1

批判单一元素说与浓稀生成论

第 48 段,共 62 段 · 希腊语

内容简介

在元素有限的前提下,作者考察了单一元素说。他论证了企图通过浓稀等性质从单一元素解释其他事物的做法,最终都会归结为大小的差异,从而导致元素定义的相对化与自相矛盾。

§3.5#15 Ἐπεὶ δʼ ἀνάγκη πεπεράνθαι τὰ στοιχεῖα, λοιπὸν σκέψασθαι πότερον πλείω ἔσται ἢ ἕν.
5 既然元素必然是有限的,那么剩下的就是考察它们是多个还是一个。
ἔνιοι γὰρ ἓν μόνον ὑποτίθενται, καὶ τοῦτο οἱ μὲν ὕδωρ, οἱ δʼ ἀέρα, οἱ δὲ πῦρ, οἱ δʼ ὕδατος μὲν λεπτότερον ἀέρος δὲ πυκνότερον, ὃ περιέχειν φασὶ πάντας τοὺς οὐρανοὺς ἄπειρον ὄν.
因为有些人只假设一个,并且对于这一个,有人说是水,有人说是空气,有人说是火,还有人说是一种比水更稀薄但比空气更浓厚的物体,他们说它是无限的,包围着所有的天。
ὅσοι μὲν οὖν τὸ ἓν τοῦτο ποιοῦσιν ὕδωρ ἢ ἀέρα ἢ ὕδατος μὲν λεπτότερον ἀέρος δὲ πυκνότερον, εἶτ᾿ ἐκ τούτου πυκνότητι καὶ μανότητι τἆλλα γεννῶσιν, οὗτοι λανθάνουσιν αὐτοὶ αὑτοὺς ἄλλο τι πρότερον τοῦ στοιχείου ποιοῦντες·
因此,凡是把这一个东西当作水或空气,或比水更稀薄但比空气更浓厚的东西,然后通过浓厚和稀薄由它产生其他事物的人,都在他们自己没有察觉的情况下,制造了某种先于元素的东西。
ἔστι γὰρ ἡ μὲν ἐκ τῶν στοιχείων γένεσις σύνθεσις, ὥς φασιν, ἡ δʼ εἰς τὰ στοιχεῖα διάλυσις, ὥστʼ ἀνάγκη πρότερον εἶναι τῇ φύσει τὸ λεπτομερέστερον.
因为,正如他们所说,从元素产生是合成,而分解为元素是解体,所以,在自然上,由更微细部分构成的东西必然是先在的。
ἐπεὶ οὖν φασὶ πάντων τῶν σωμάτων τὸ πῦρ λεπτότατον εἶναι, πρῶτον ἄν εἴη τῇ φύσει τὸ πῦρ (διαφέρει δʼ οὐθέν, ἀνάγκη γὰρ ἕν τι τῶν ἄλλων εἶναι πρῶτον, καὶ μὴ τὸ μέσον).
既然他们说火在所有物体中是由最微细部分构成的,那么火在自然上应当是第一位的(尽管这没有区别,因为其他物体中的某一个必然是第一位的,而不是中间的那个)。
ἔτι δὲ τὸ μὲν πυκνότητι καὶ μανότητι τἆλλα γεννᾶν οὐθὲν διαφέρει ἢ λεπτότητι καὶ παχύτητι· τὸ μὲν γὰρ λεπτὸν μανόν, τὸ δὲ παχὺ βούλονται εἶναι πυκνόν.
此外,通过浓厚和稀薄产生其他事物,与通过微细和粗大产生它们没有任何区别;因为他们希望微细的是稀薄的,粗大的是浓厚的。
πάλιν δὲ τὸ λεπτότητι καὶ παχύτητι ταὐτὸν καὶ τὸ μεγέθει καὶ μικρότητι· λεπτὸν μὲν γὰρ τὸ μικρομερές, παχὺ δὲ τὸ μεγαλομερές· τὸ γὰρ ἐπεκτεινόμενον ἐπὶ πολὺ λεπτόν, τοιοῦτον δὲ τὸ ἐκ μικρῶν μερῶν συνεστός.
再次,通过微细和粗大来区分,与通过大和小来区分是一样的;因为微细的是由小部分构成的,而粗大的是由大部分构成的;因为延伸得很广的东西是微细的,而这样的东西是由小部分组成的。
ὥστʼ αὐτοῖς συμβαίνει μεγέθει καὶ μικρότητι διαιρεῖν τὴν τῶν ἄλλων οὐσίαν.
因此,他们结果是用大和小来分割其他事物的实质。
οὕτω δὲ διοριζομένοις ἅπαντα συμβήσεται λέγειν πρός τι, καὶ οὐκ ἔσται ἀπλῶς τὸ μὲν πῦρ τὸ δʼ ὕδωρ τὸ δʼ ἀήρ, ἀλλὰ τὸ αὐτὸ πρὸς μὲν τόδε πῦρ, πρὸς δέ τι ἄλλο ἀήρ, ὅπερ συμβαίνει καὶ τοῖς πλείω μὲν τὰ στοιχεῖα λέγουσι, μεγέθει δὲ καὶ μικρότητι διαφέρειν φάσκουσιν·
但是,对于这样规定的人来说,结果将是一切都在相对关系中被说出,而不会有绝对的这一种是火、另一种是水、另一种是空气,而是同一件东西相对于这一个是火,相对于另一个是空气,这也同样发生在那些虽然说元素不止一个、但又声称它们在大和小上有所区别的人身上。
ἐπεὶ γὰρ τῷ ποσῷ διώρισται ἕκαστον, ἔσται τις λόγος πρὸς ἄλληλα τῶν μεγεθῶν, ὥστε τὰ τοῦτον ἔχοντα τὸν λόγον πρὸς ἄλληλα ἀνάγκη τὸ μὲν ἀέρα εἶναι τὸ δὲ πῦρ τὸ δὲ γῆν τὸ δʼ ὕδωρ, διὰ τὸ ἐνυπάρχειν ἐν τοῖς μείζοσι τοὺς τῶν ἐλαττόνων λόγους.
因为既然每一种都是由数量规定的,那么各大小之间就会有一定的比例,从而那些互相具有这种比例的东西,必然一个是空气,另一个是火,另一个是土,另一个是水,因为较小者的比例已经存在于较大者之中。
ὅσοι δὲ πῦρ ὑποτίθενται τὸ στοιχεῖον, τοῦτο μὲν διαφεύγουσιν, ἄλλα δʼ αὐτοῖς ἀναγκαῖον ἄλογα συμβαίνειν.
然而,那些假设火为元素的人避免了这一困难,但其他不合理的后果必然会在他们身上发生。
οἱ μὲν γὰρ αὐτῶν σχῆμα περιάπτουσι τῷ πυρί, καθάπερ οἱ τὴν πυραμίδα ποιοῦντες, καὶ τούτων οἱ μὲν ἁπλουστέρως λέγοντες ὅτι τῶν μὲν σχημάτων τμητικώτατον ἡ πυραμίς, τῶν δὲ σωμάτων τὸ πῦρ, οἱ δὲ κομψοτέρως τῷ λόγῳ προσάγοντες ὅτι τὰ μὲν σώματα πάντα σύγκειται ἐκ τοῦ λεπτομερεστάτου, τὰ δὲ σχήματα τὰ στερεὰ ἐκ
因为他们中的一些人将某种形状赋予火,正如那些将火当作棱锥的人那样;其中那些说法较简单的人说,在形状中棱锥是最具切割力的,在物体中火是最具切割力的,而那些引入更巧妙论证的人则说,所有物体都由最细微的部分组成,而立体形状则由……组成。

词汇与语法注释

  1. 303bλανθάνουσιν αὐτοὶ αὑτοὺς ... ποιοῦντες — λανθάνω 搭配分词(此处为 ποιοῦντες)意为“不知不觉地做某事”。这里加上主格和宾格的自反代名词 αὐτοὶ αὑτοὺς(“他们自己对他们自己”),强调了“他们在自己未察觉的情况下制造了……”这一自相矛盾的语气。
  2. 304aδιὰ τὸ ἐνυπάρχειν ἐν τοῖς μείζοσι τοὺς τῶν ἐλαττόνων λόγους — 在前置词 διὰ 之后的带冠词不定式 τὸ ἐνυπάρχειν 中,其逻辑主语是宾格短语 τοὺς τῶν ἐλαττόνων λόγους(“较小者的比率/定义”)。整句意为“因为在较大者中已经内含了较小者的比率”。

引用这一段

亚里士多德, 论天 §3.5#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg005.humanitext-grc1:3.5%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。