§3.44 Πότερον δὲ πεπερασμένα ἢ ἄπειρα, καὶ εἰ πεπερασμένα, πόσα τὸν ἀριθμόν, ἑπόμενον ἂν εἴη σκοπεῖν.
4 接下来,顺理成章应当考察的是,[元素]是有限的还是无限的;如果是有限的,其数目是多少。
πρῶτον μὲν οὖν ὅτι οὐκ ἔστιν ἄπειρα, καθάπερ οἴονταί τινες, θεωρητέον, καὶ πρῶτον τούς πάντα τὰ ὁμοιομερῆ στοιχεῖα ποιοῦντας, καθάπερ Ἀναξαγόρας.
首先,应当考察它们并不像某些人所认为的那样是无限的,并且首先考察那些把所有同质部分都当作元素的人,例如阿那克萨哥拉。
οὐθεὶς γὰρ τῶν οὕτως ἀξιούντων ὀρθῶς λαμβάνει τὸ στοιχεῖον· ὁρῶμεν γὰρ πολλὰ καὶ τῶν μικτῶν σωμάτων εἰς ὁμοιομερῆ διαιρούμενα, λέγω δʼ οἷον σάρκα καὶ ὀστοῦν καὶ ξύλον καὶ λίθον.
因为在这样主张的人当中,没有人正确地把握了元素;因为我们看到,即使是复合的物体,也有许多被分割为同质部分,我指的是例如肉、骨、木和石。
ὥστʼ εἴπερ τὸ σύνθετον οὐκ ἔστι στοιχεῖον, οὐχ ἅπαν ἔσται τὸ ὁμοιομερὲς στοιχεῖον, ἀλλὰ τὸ ἀδιαίρετον εἰς ἕτερα τῷ εἴδει, καθάπερ εἴρηται πρότερον.
因此,如果复合物不是元素,那么并非所有的同质部分都将是元素,而是如前所述那样,在形式上不可分割为其他物体的才是元素。
ἔτι δʼ οὐδʼ οὕτως λαμβάνοντας τὸ στοιχεῖον ἀνάγκη ποιεῖν ἄπειρα· πάντα γὰρ ταὐτὰ ἀποδοθήσεται καὶ πεπερασμένων ὄντων, ἐάν τις λάβῃ· τὸ αὐτὸ γὰρ ποιήσει, κἂν δύο ἢ τρία μόνον ἢ τοιαῦτα, καθάπερ ἐπιχειρεῖ καὶ Ἐμπεδοκλῆς.
此外,即使像这样把握元素,也无需使它们成为无限的;因为如果有人假定它们是有限的,所有同样的结果也都会被说明;因为即使只有两个或三个,或诸如此类的数目,也会产生同样的效果,正如恩培多克勒所尝试的那样。
ἐπεὶ γὰρ καὶ ὣς αὐτοῖς συμβαίνει μὴ πάντα ποιεῖν ἐξ ὁμοιομερῶν (πρόσωπον γὰρ οὐκ ἐκ προσώπων ποιοῦσιν, οὐδʼ ἄλλο τῶν κατὰ φύσιν ἐσχηματισμένων οὐθέν), φανερὸν ὅτι πολλῷ βέλτιον πεπερασμένας ποιεῖν τὰς ἀρχάς, καὶ ταύτας ὡς ἐλαχίστας πάντων γε τῶν αὐτῶν μελλόντων δείκνυσθαι, καθάπερ ἀξιοῦσι καὶ οἱ ἐν τοῖς μαθήμασιν· ἀεὶ γὰρ τὰ πεπερασμένα λαμβάνουσιν ἀρχὰς ἢ τῷ εἴδει ἢ τῷ ποσῷ.
因为,既然即便如此,在他们那里也会发生并非所有东西都由同质部分构成的情况(因为他们并不用脸来造脸,也不用任何其他自然成形的东西来制造它们),显然,将原理设为有限的,并且在要证明所有同样的事情时,将这些原理设为尽可能最少,要好得多,正如在数学中人们所要求的那样;因为他们总是采用在形式上或在数量上有限的东西作为原理。
ἔτι εἰ σῶμα σώματος ἕτερον λέγεται κατὰ τὰς οἰκείας διαφοράς, αἱ δὲ τῶν σωμάτων διαφοραὶ πεπερασμέναι (διαφέρουσι γὰρ τοῖς αἰσθητοῖς, ταῦτα δὲ πεπέρανται· δεῖ δὲ τοῦτο δειχθῆναι), φανερὸν ὅτι καὶ τὰ στοιχεῖα ἀνάγκη πεπερασμένα εἶναι.
此外,如果一个物体因其特有的差异而被称为与另一个物体不同,而物体的差异是有限的(因为它们通过感觉器官所感知的差异而不同,而这些是有限的;尽管这一点必须予以证明),那么显然元素也必然是有限的。
ἀλλὰ μὴν οὐδʼ ὡς ἕτεροί τινες λέγουσιν, οἷον Λεύκιππός τε καὶ Δημόκριτος ὁ Ἀβδηρίτης, εὔλογα τὰ συμβαίνοντα· φασὶ γὰρ εἶναι τὰ πρῶτα μεγέθη πλήθει μὲν ἄπειρα μεγέθει δὲ ἀδιαίρετα, καὶ οὔτʼ ἐξ ἑνὸς πολλὰ γίγνεσθαι οὕτε ἐκ πολλῶν ἕν, ἀλλὰ τῇ τούτων συμπλοκῇ καὶ περιπλέξει πάντα γεννᾶσθαι.
然而,其他一些人,如留基波和阿布德拉的德谟克利特所说的话,其产生的后果也是不合理的;因为他们说第一性的大小在数量上是无限的,但在大小上是不可分割的,并且既不能从一产生多,也不能从多产生一,而是通过这些东西的交织和缠绕而产生万物。
τρόπον γάρ τινα καὶ οὗτοι πάντα τὰ ὄντα ποιοῦσιν ἀριθμοὺς καὶ ἐξ ἀριθμῶν· καὶ γὰρ εἰ μὴ σαφῶς δηλοῦσιν, ὅμως τοῦτο βούλονται λέγειν.
因为在某种意义上,这些人也将所有存在的东西都当作数,并由数制成;因为即使他们没有明确说明,但他们仍然想表达这个意思。
καὶ πρὸς τούτοις, ἐπεὶ διαφέρει τὰ σώματα σχήμασιν, ἄπειρα δὲ τὰ σχήματα, ἄπειρα καὶ τὰ ἀπλᾶ σώματά φασιν εἶναι.
此外,既然物体因形状而异,且形状是无限的,他们便说单一物体也是无限的。
ποῖον δὲ καὶ τί ἑκάστου τὸ σχῆμα τῶν στοιχείων, οὐθὲν ἐπιδιώρισαν, ἀλλὰ μόνον τῷ πυρὶ τὴν σφαῖραν ἀπέδωκαν· ἀέρα δὲ καὶ ὕδωρ καὶ τἆλλα μεγέθει καὶ μικρότητι διεῖλον, ὡς οὖσαν αὐτῶν τὴν φύσιν οἷον πανσπερμίαν πάντων τῶν στοιχείων.
至于每一个元素的形状是何种以及是什么,他们没有做进一步的规定,而只是把球体分配给火;而空气、水和其他物体,则以大和小来进行区分,仿佛它们的天性是所有元素的某种种子混合物。
πρῶτον μὲν οὖν καὶ τούτοις ταὐτὸν ἁμάρτημα τὸ μὴ πεπερασμένας λαβεῖν τὰς ἀρχάς, ἐξὸν ἅπαντα ταὐτὰ λέγειν.
因此,首先,他们也犯了同样的错误,即在可以说明所有同样事情的情况下,没有采用有限的原理。
ὅτι δʼ εἰ μὴ ἄπειροι τῶν σωμάτων αἱ διαφοραί, δῆλον ὅτι οὐκ ἔσται τὰ στοιχεῖα ἄπειρα.
显然,如果物体的差异不是无限的,元素也就不会是无限的。
πρὸς δὲ τούτοις ἀνάγκη μάχεσθαι ταῖς μαθηματικαῖς ἐπιστήμαις ἄτομα σώματα λέγοντας, καὶ πολλὰ τῶν ἐνδόξων καὶ τῶν φαινομένων κατὰ τὴν αἴσθησιν ἀναιρεῖν, περὶ ὧν εἴρηται πρότερον ἐν τοῖς περὶ χρόνου καὶ κινήσεως.
此外,主张存在不可分割的物体,必然会与数学科学相冲突,并且会否定许多公认的意见和通过感觉显现的现象,关于这些,先前在关于时间和运动的讨论中已经谈到。
ἅμα δὲ καὶ ἐναντία λέγειν αὐτοὺς αὑτοῖς ἀνάγκη· ἀδύνατον γὰρ ἀτόμων ὄντων τῶν στοιχείων μεγέθει καὶ μικρότητι διαφέρειν ἀέρα καὶ γῆν καὶ ὕδωρ· οὐ γὰρ οἷόν τʼ ἐξ ἀλλήλων γίγνεσθαι· ὑπολείψει γὰρ ἀεὶ τὰ μέγιστα σώματα ἐκκρινόμενα, φασὶ δʼ οὕτω γίγνεσθαι ὕδωρ καὶ ἀέρα καὶ γῆν ἐξ ἀλλήλων.
同时,他们也必然会自相矛盾;因为如果元素是不可分割的,那么空气、土和水在大小上有所差异就是不可能的;因为它们不可能相互产生;因为被分离出来的最大物体总是会耗尽,但他们却说水、空气和土是这样相互产生的。
ἔτι οὐδὲ κατὰ τὴν τούτων ὑπόληψιν δόξειεν ἄν ἄπειρα γίγνεσθαι τὰ στοιχεῖα, ἐπεὶ τὰ μὲν σώματα διάφερει σχήμασι, τὰ δὲ σχήματα πάντα σύγκειται ἐκ πυραμίδων, τὰ μὲν εὐθύγραμμα ἐξ εὐθυγράμμων, ἡ δὲ σφαῖρα ἐξ ὀκτὼ μορίων.
此外,即使根据这些人的设想,元素似乎也不会成为无限的,因为物体因形状而异,而所有形状都是由棱锥构成的,直线形的由直线棱锥构成,而球体由八个部分构成。
ἀνάγκη γὰρ εἶναί τινας ἀρχὰς τῶν σχημάτων.
因为形状必然有某些原理。
ὥστε εἴτε μία εἴτε δύο εἴτε πλείους, καὶ τὰ ἁπλᾶ σώματα τοσαῦτα ἔσται τὸ πλῆθος.
因此,无论原理是一个、两个还是多个,单一物体的数量也将会是这么多。
ἔτι δʼ εἰ ἑκάστῳ μὲν τῶν στοιχείων ἐστί τις οἰκεία κίνησις, καὶ ἡ τοῦ ἁπλοῦ σώματος ἁπλῆ, μή εἰσι δʼ αἱ ἀπλαῖ κινήσεις ἄπειροι διὰ τὸ μήτε τὰς ἁπλᾶς φορὰς πλείους εἶναι δυοῖν μήτε τοὺς τόπους ἀπείρους, οὐκ ἂν εἴη οὐδʼ οὕτως ἄπειρα τὰ στοιχεῖα.
此外,如果每一个元素都有其特有的运动,并且单一物体的运动是单一的,而单一运动不是无限的(因为单一的位移运动不超过两种,地方也不是无限的),那么即使这样,元素也不会是无限的。