§3.5#2πυραμίδων, ὥστʼ ἐπεὶ τῶν μὲν σωμάτων τὸ πῦρ λεπτότατον, τῶν δὲ σχημάτων ἡ πυραμὶς μικρομερέστατον καὶ πρῶτον, τὸ δὲ πρῶτον σχῆμα τοῦ πρώτου σώματος, πυραμὶς ἄν εἴη τὸ πῦρ.
的棱锥[构成]。 因此,既然在物体中火是最细微的,而在形状中棱锥是由最小部分构成的最先者,且最先的形状属于最先的物体,那么火应当是棱锥。
οἱ δὲ περὶ μὲν σχήματος οὐδὲν ἀποφαίνονται, λεπτομερέστατον δὲ μόνον ποιοῦσιν, ἔπειτʼ ἐκ τούτου συντιθεμένου φασὶ γίγνεσθαι τἆλλα καθάπερ ἂν εἰ συμφυσωμένου ψήγματος.
然而,另一批人对形状不作任何说明,只说火是由最细微部分构成的,然后说,当这部分合成时,其他东西就产生了,就像金屑融合在一起一样。
ἀμφοτέροις δὲ ταὐτὰ συμβαίνει δυσχερῆ· εἰ μὲν γὰρ ἄτομον τὸ πρῶτον σῶμα ποιοῦσι, πάλιν ἥξουσιν οἱ πρότερον εἰρημένοι λόγοι πρός ταύτην τὴν ὑπόθεσιν, ἔτι οὐκ ἐνδέχεται τοῦτο λέγειν φυσικῶς βουλομένοις θεωρεῖν.
但对于双方来说,都会遇到同样的困难:如果一方面他们把最先的物体当作不可分割的,那么先前说过的那些论证将再次适用于这个假设,而且,对于那些想要从物理学角度进行考察的人来说,这种说法也是不能被接受的。
εἰ γὰρ ἅπαν σῶμα σώματι συμβλητὸν κατὰ τὸ ποσόν, ἔχει δʼ ἀνάλογον τὰ μεγέθη τά τε τῶν ὁμοιομερῶν πρὸς ἄλληλα καὶ τὰ τῶν στοιχείων (οἷον τὰ τοῦ παντὸς ὕδατος πρὸς τὸν ἅπαντα ἀέρα καὶ τοῦ στοιχείου πρὸς τὸ στοιχεῖον, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων), ὁ δʼ ἀὴρ πλείων τοῦ ὕδατος καὶ ὅλως τὸ λεπτομερέστερον τοῦ παχυμερεστέρου, φανερὸν ὅτι καὶ τὸ στοιχεῖον ἔλαττον ἔσται τὸ τοῦ ὕδατος ἢ τὸ τοῦ ἀέρος.
因为,如果每一个物体在数量上都可以与另一个物体进行比较,并且同质部分的各大小之间具有相互的比例,元素各大小之间也是如此(例如全体的水相对于全体的空气,以及元素相对于元素,对于其他情况也是一样),而且空气的量多于水,总之较细微的部分多于较粗厚的部分,那么显而易见,水的元素也将小于空气的元素。
εἰ οὖν τὸ ἔλαττον μέγεθος ἐνυπάρχει τῷ μείζονι, διαιρετὸν ἂν εἴη τὸ τοῦ ἀέρος στοιχεῖον.
因此,如果较小的大小存在于较大的之中,那么空气的元素就将是可分的。
ὡσαύτως δὲ καὶ τὸ τοῦ πυρὸς καὶ ὅλως τῶν λεπτομερεστέρων.
同样,火的元素以及一般而言所有较细微物体的元素也是如此。
εἰ δὲ διαιρετόν, τοῖς μὲν σχηματίζουσι τὸ πῦρ συμβήσεται μὴ εἶναι τὸ τοῦ πυρὸς μέρος πῦρ διὰ τὸ μὴ συγκεῖσθαι τὴν πυραμίδα ἐκ πυραμίδων, ἔτι δὲ μὴ πᾶν σῶμα εἶναι ἢ στοιχεῖον ἢ ἐκ στοιχείων (τὸ γὰρ μέρος τοῦ πυρὸς οὕτε πῦρ οὔθʼ ἕτερον στοιχεῖον οὐδέν), τοῖς δὲ τῷ μεγέθει διορίζουσι πρότερόν τι τοῦ στοιχείου στοιχεῖον εἶναι, καὶ τοῦτʼ εἰς ἄπειρον βαδίζειν, εἴπερ ἅπαν σῶμα διαιρετὸν καὶ τὸ μικρομερέστατον στοιχεῖον.
但是,如果是可分的,那么对于给火赋予形状的人来说,其结果将是火的部分不是火,因为棱锥并非由棱锥构成,而且并非每一个物体都是元素或由元素构成(因为火的部分既不是火,也不是任何其他元素);而对于以大小来规定的人来说,结果将是某种先于元素的元素存在,并且如果确实每一个物体都是可分的,且最小部分的物体是元素,那么这将会无限进行下去。
ἔτι δὲ καὶ τούτοις συμβαίνει λέγειν ὡς ταὐτὸν πρὸς μὲν τόδε πῦρ ἐστὶ πρὸς ἄλλο δʼ ἀήρ, καὶ πάλιν ὕδωρ καὶ γῆ.
此外,对于这些人来说,也会得出这样的结论:同一件东西相对于这一个是火,相对于另一个是空气,再次又是水和土。
κοινὸν δὲ πᾶσιν ἁμάρτημα τοῖς ἓν τὸ στοιχεῖον ὑποτιθεμένοις τὸ μίαν μόνην κίνησιν ποιεῖν φυσικήν, καὶ πάντων τὴν αὐτήν.
但是,对于所有假定只有一种元素的人来说,共同的错误在于他们只设定了一种自然运动,而且对所有事物都是相同的这一运动。
ὁρῶμεν γὰρ πᾶν τὸ φυσικὸν σῶμα κινήσεως ἔχον ἀρχήν.
因为我们看到每一个自然物体都具有运动的起点。
εἰ οὖν ἅπαντα τὰ σώματα ἕν τί ἐστι, πάντων ἂν εἴη μία κίνησις· καὶ ταύτην ἀναγκαῖον ὅσῳπερ ἂν πλείω γίγνηται, κινεῖσθαι μᾶλλον, ὥσπερ καὶ τὸ πῦρ ὅσῳ ἂν πλεῖον γίγνηται, φέρεται θᾶττον ἄνω τὴν αὑτοῦ φοράν.
如果所有的物体都是某种单一的东西,那么所有的物体都应该只有一种运动;而且必然是这种物体的数量越多,运动得越强烈,正如火的数量越多,在其特有的运动中向上运动得越快一样。
συμβαίνει δὲ πολλὰ κάτω φέρεσθαι θᾶττον, ὥστε διά τε ταῦτα, καὶ πρὸς τούτοις ἐπεὶ διώρισται πρότερον ὅτι πλείους αἱ φυσικαὶ κινήσεις, δῆλον ὅτι ἀδύνατον ἓν εἶναι τὸ στοιχεῖον.
然而,事实是许多东西向下运动得更快。 所以,由于这些原因,再加上由于之前已经规定了自然运动不止一种,显而易见,元素是不可能只有一种的。
ἐπεὶ δὲ οὔτε ἄπειρα οὔτε ἕν, πλείω ἀνάγκη εἶναι καὶ πεπερασμένα.
既然它们既不是无限的,也不是一个,那么它们必然是多个且有限的。