Humanitext Reader

亚里士多德 · 论天 §3.3

元素的定义与存在及早期学说的对立

第 46 段,共 62 段 · 希腊语

内容简介

亚里士多德讨论了物体元素的定义与存在原因,并对比了恩培多克勒和阿那克萨哥拉对立的元素理论。

§3.33 Λοιπὸν δʼ εἰπεῖν τίνων τέ ἐστι γένεσις σωμάτων, καὶ διὰ τί ἐστιν.
3 接下来要说明的是,存在着哪些物体的生成,以及为什么会有生成。
ἐπεὶ οὖν ἐν ἅποσιν ἡ γνῶσις διὰ τῶν πρώτων, πρῶτα δὲ τῶν ἐνυπαρχόντων τὰ στοιχεῖα, σκεπτέον, εἰ τῶν τοιούτων σωμάτων ἐστὶ στοιχεῖα, καὶ διὰ τί ἐστιν, ἔπειτα μετὰ ταῦτα πόσα τε καὶ ποῖ᾿ ἄττα.
既然在所有事物中,认识都是通过第一性的东西获得的,而元素是在内者中第一性的,那么我们就必须考察此类物体是否存在元素,以及为什么存在,此后还要考察它们有多少,且是何种性质的。
τοῦτο δʼ ἔσται φανερὸν ὑποθεμένοις τίς ἐστιν ἡ τοῦ στοιχείου φύσις.
如果我们假设了元素的本性是什么,这一点就会变得很明显。
ἔστω δὴ στοιχεῖον τῶν σωμάτων, εἰς ὃ τἆλλα σώματα διαιρεῖται, ἐνυπάρχον δυνάμει ἢ ἐνεργείᾳ (τοῦτο γὰρ ποτέρως, ἔτι ἀμφισβητήσιμον), αὐτὸ δʼ ἐστὶν ἀδιαίρετον εἰς ἕτερα τῷ εἴδει· τοιοῦτον γάρ τι τὸ στοιχεῖον ἄπαντες καὶ ἐν ἅπασι βούλονται λέγειν.
那么,且让我们把物体的元素定义为:其他物体所分成的、以潜在或现实的方式存在于其中的东西(是以这两种方式中的哪一种存在,仍有争议),而它自身在形式上不可分割为其他不同的东西;因为所有人在所有情况下,都希望将元素称为这样的东西。
εἰ δὴ τὸ εἰρημένον ἐστὶ στοιχεῖον, ἀνάγκη εἶναι ἄττα τοιαῦτα τῶν σωμάτων.
如果所说的就是元素,那么在物体中必然存在某些这样的东西。
ἐν μὲν γὰρ σαρκὶ καὶ ξύλῳ καὶ ἑκάστῳ τῶν τοιούτων ἔνεστι δυνάμει πῦρ καὶ γῆ· φανερὰ γὰρ ταῦτα ἐξ ἐκείνων ἐκκρινόμενα.
因为在肉、木头以及每一个此类事物中,都潜在地存在着火和土;因为这些显然是从它们中分离出来的。
ἐν δὲ πυρὶ σὰρξ ἢ ξύλον οὐκ ἐνυπάρχουσιν, οὕτε κατὰ δύναμιν οὔτε κατʼ ἐνέργειαν· ἐξεκρίνετο γὰρ ἄν.
但在火中,既不以潜在的方式也不以现实的方式存在着肉或木头;因为若存在,它们就会被分离出来。
ὁμοίως δʼ οὐδʼ εἰ ἕν τι μόνον εἴη τοιοῦτον, οὐδʼ ἐν ἐκείνῳ· οὐ γὰρ εἰ ἔσται σὰρξ ἢ ὀστοῦν ἢ τῶν ἄλλων ὁτιοῦν, οὔπω φατέον ἐνυπάρχειν δυνάμει, ἀλλὰ προσθεωρητέον τίς ὁ τρόπος τῆς γενέσεως.
同样地,即使只有某一个这样的物体,其中也不会存在这些东西;因为即使要产生肉或骨头或任何其他东西,我们现在还不应当说它们潜在地存在于其中,而是必须进一步考察其生成的方式是什么。
Ἀναξαγόρας δʼ Ἐμπεδοκλεῖ ἐναντίως λέγει περὶ τῶν στοιχείων.
然而,关于元素,阿那克萨哥拉与恩培多克勒所说的正相反。
ὁ μὲν γὰρ πῦρ καὶ γῆν καὶ τὰ σύστοιχα τούτοις στοιχεῖά φησιν εἶναι τῶν σωμάτων καὶ συγκεῖσθαι πάντʼ ἐκ τούτων, Ἀναξαγόρας δὲ τοὐναντίον· τὰ γὰρ ὁμοιομερῆ στοιχεῖα (λέγω δʼ οἷον σάρκα καὶ ὀστοῦν καὶ τῶν τοιούτων ἕκασνον), ἀέρα δὲ καὶ πῦρ μίγματα τούτων καὶ τῶν ἄλλων σπερμάτων πάντων· εἶναι γὰρ ἑκάτερον αὐτῶν ἐξ ἀοράτων τῶν ὁμοιομερῶν πάντων ἡθροισμένων.
因为后者说,火、土以及与它们同列的东西是物体的元素,且万物都是由这些构成的;但阿那克萨哥拉则相反,他说同质部分是元素(我指的是例如肉、骨头以及此类事物中的每一个),而空气和火是这些以及所有其他种子的混合物;因为它们中的每一个都是由所有不可见的同质部分汇集而成的。
διὸ καὶ γίγνεσθαι πάντʼ ἐκ τούτων· τὸ γὰρ πῦρ καὶ τὸν αἰθέρα προσαγορεύει ταὐτό.
因此,万物也都从这些中产生;因为他把火和以太称为同一个东西。
ἐπεὶ δʼ ἐστὶ παντὸς φυσικοῦ σώματος κίνησις οἰκεία, τῶν δὲ κινήσεων αἱ μὲν ἁπλαῖ αἱ δὲ μικταί, καὶ αἱ μὲν μικταὶ τῶν μικτῶν αἱ δὲ ἁπλαῖ τῶν ἁπλῶν εἰσί, φανερὸν ὅτι ἔσται ἄττα σώματα ἀπλᾶ.
既然每一个自然物体都有其特有的运动,而在运动中有些是单一的,有些是混合的,且混合的运动属于混合的物体,单一的运动属于单一的物体,那么显然就会存在某些单一的物体。
εἰσὶ γὰρ καὶ κινήσεις ἁπλαῖ.
因为也存在单一的运动。
ὥστε δῆλον καὶ ὅτι ἔστι στοιχεῖα καὶ διὰ τί ἐστιν.
所以,不仅存在元素,而且为什么存在,也是很明显的。

词汇与语法注释

  1. 302aΛοιπὸν δʼ εἰπεῖν — 不定式 εἰπεῖν 在此用作绝对不定式或祈使不定式,省略了像 χρή 或 ἀνάγκη 这样的非人称动词,表示“接下来应当说明”。
  2. 302aὑποθεμένοις — 复数与格分词,用作关系/利益与格(“对于那些做此假设的人来说”),或带有一种条件语气(“如果我们假设”)。
  3. 302aἐξεκρίνετο γὰρ ἄν — 未完成过去时直陈语气 ἐξεκρίνετο 结合语气词 ἄν,表示与过去或现在事实相反的虚拟假设(违实条件句):“因为(如果它们存在于其中),它们就会被分离出来”。
  4. 302aτὰ γὰρ ὁμοιομερῆ στοιχεῖα — 此处省略了动词 φησίν(“他说”),与前文的句式(ὁ μὲν γὰρ... φησιν ... Ἀναξαγόρας δὲ τοὐναντίον...)形成对比。
  5. 302bτὸ γὰρ πῦρ καὶ τὸν αἰθέρα προσαγορεύει ταὐτό — 动词 προσαγορεύει(“称……为……”)使用双宾格(二重对格)的例子:τὸ πῦρ καὶ τὸν αἰθέρα 是直接宾语,ταὐτό 是宾语补足语(“同一个东西”)。

引用这一段

亚里士多德, 论天 §3.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg005.humanitext-grc1:3.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。