§3.1#2πολλά δʼ ἐστὶν ἃ τοῖς ἀδιαιρέτοις οὐχ οἷόν τε ὑπάρχειν, τοῖς δὲ φυσοκοῖς ἀναγκαῖον, οἷον εἴ τί ἐστι διαιρετόν·
有许多性质是不可分物所不可能具有、而自然物体却必然具有的,例如“可分性”(如果某物是可分的)。
ἐν ἀδιαιρέτῳ γὰρ διαιρετὸν ἀδύνατον ὑπάρχειν, τὰ δὲ πάθη διαιρετὰ πάντα διχῶς· ἢ γὰρ κατʼ εἶδος ἢ κατὰ συμβεβηκός, κατʼ εἶδος μὲν οἷον χρώματος τὸ λευκὸν ἢ τὸ μέλαν, κατὰ συμβεβηκὸς δέ, ἂν ᾧ ὑπάρχει ᾖ διαιρετόν, ὥστε ὅσα ἀπλᾶ τῶν παθημάτων, πάντʼ ἐστὶ διαιρετὰ τοῦτον τὸν τρόπον.
因为在不可分物中存在可分物是不可能的,而所有的承受(属性)都以两种方式可分:要么依物种,要么依偶性;依物种的,例如颜色中的白或黑;依偶性的,则是如果其所归属的主体是可分的。 因此,在这些承受中,凡是简单者,全都以这种方式可分。
διὸ τὸ ἀδύνατον ἐν τοῖς τοιούτοις ἐπισκεπτέον.
因此,必须考察此类事物中的不可能情况。
εἰ δὴ τῶν ἀδυνάτων ἐστὶν ἑκατέρου μέρους μηδὲν ἔχοντος βάρος τὰ ἄμφω ἔχειν βάρος, τὰ δʼ αἰσθητὰ σώματα ἢ πάντα ἢ ἔνια βάρος ἔχει, οἷον ἡ γῆ καὶ τὸ ὕδωρ, ὡς κἂν αὐτοὶ φαῖεν, εἰ ἡ στιγμὴ μηδὲν ἔχει βάρος, δῆλον ὅτι οὐδʼ αἱ γραμμαί, εἰ δὲ μὴ αὗται, οὐδὲ τὰ ἐπίπεδα· ὥστʼ οὐδὲ τῶν σωμάτων οὐθέν.
如果,在两个部分中没有任何一部分有重量的情况下,两者的结合却具有重量,这属于不可能的事,而感觉物体要么全部、要么其中一些(如土和水,正如他们自己也会承认的那样)具有重量,那么如果点没有任何重量,显而易见线也没有重量,如果线没有,平面也没有;因此,任何物体也就都没有重量了。
ἀλλὰ μὴν ὅτι τὴν στιγμὴν οὐχ οἷόν τε βάρος ἔχειν, φανερόν.
然而,点不可能具有重量,这是显而易见的。
τὸ μὲν γὰρ βαρὺ ἅπαν καὶ βαρύτερον καὶ τὸ κοῦφον καὶ κουφότερον ἐνδέχεταί τινος εἶναι.
因为凡是重的东西都可以是比某物更重的,轻的东西也可以是比某物更轻的。
τὸ δὲ βαρύτερον ἢ κουφότερον ἴσως οὐκ 299b ἀνάγκη βαρύ ἢ κοῦφον εἶναι, ὥσπερ καὶ τὸ μὲν μέγα μεῖζον, τὸ δὲ μεῖζον οὐ πάντως μέγα· πολλὰ γάρ ἐστιν ἃ μικρὰ ὄντα ἁπλῶς ὅμως μείζω ἑτέρων ἐστίν.
(然而,较重或较轻的东西也许并不必然是重或轻的,正如299b 大的东西是更大的,但更大的东西并不绝对是大的;因为有许多东西虽然绝对地小,但仍然比别的东西大。
εἰ δὴ ὃ ἂν βαρὺ ὂν βαρύτερον ᾖ, ἀνάγκη βάρει μεῖζον εἶναι, τὸ βαρὺ ἅπαν διαιρετὸν ἂν εἴη.
)如果凡是既重又更重的东西,都必然在重量上更大,那么所有重的东西就都是可分的。
ἡ δὲ στιγμὴ ἀδιαίρετον ὑπόκειται.
然而点被假定为不可分的。
ἔτι εἰ τὸ μὲν βαρὺ πυκνόν τι, τὸ δὲ κοῦφον μανόν, ἔστι δὲ πυκνὸν μανοῦ διαφέρον τῷ ἐν ἴσῳ ὄγκῳ πλεῖον ἐνυπάρχειν· εἰ οὖν ἐστὶ στιγμὴ βαρεῖα καὶ κούφη, ἔσται καὶ πυκνὴ καὶ μανή.
此外,如果重是某种致密的东西,而轻是稀疏的东西,且致密者与稀疏者的区别在于在等体积中含有更多的东西;那么,如果点是有重和有轻的,它也将是致密和稀疏的。
ἀλλά τὸ μὲν πυκνὸν διαιρετόν, ἡ δὲ στιγμὴ ἀδιαίρετος.
但是,致密者是可分的,而点是不可分的。
εἰ δὲ πᾶν τὸ βαρὺ ἢ μαλακὸν ἢ σκληρὸν ἀνάγκη εἶναι, ῥᾴδιον ἐκ τούτων ἀδύνατόν τι συναγαγεῖν.
如果凡是重的东西都必然是软的或硬的,那么从这些很容易得出不可能的结论。
μαλακὸν μὲν γὰρ τὸ εἰς ἑαυτὸ ὑπεῖκον, σκληρὸν δὲ τὸ μὴ ὑπεῖκον. τὸ δὲ ὑπεῖκον διαιρετόν.
因为软的是向自身内部让步的,而硬的是不让步的;而让步者是可分的。
ἀλλά μὴν οὐδʼ ἐκ μὴ ἐχόντων βάρος ἔσται βάρος.
然而,重力也不可能产生自不具有重量的东西。
τό τε γὰρ ἐπὶ πόσων συμβήσεται τοῦτο καὶ ἐπὶ ποίων, πῶς διοριοῦσι μὴ βουλόμενοι πλάττειν;
因为如果不甘于凭空捏造,他们又怎能界定这种情况会在多少个、以及何种事物上发生呢?
καὶ εἰ πᾶν μεῖζον βάρος βάρους βάρει, συμβήσεται καὶ ἕκαστον τῶν ἀμερῶν βάρος ἔχειν·
而且,如果每一个较大的重量之所以比另一个重量大都是由于某种重量,那么就会得出每一个无部分者也都具有重量的结论。
εἰ γὰρ αἱ τέτταρες στιγμαὶ βάρος ἔχουσι, τὸ δʼ ἐκ πλειόνων ἢ τουδὶ βαρέος ὄντος βαρύτερον, ᾧ δὲ βαρέος βαρύτερον ἀνάγκη βαρὺ εἶναι, ὥσπερ καὶ ᾧ λευκοῦ λευκότερον λευκόν, ὥστε τὸ μεῖζον μιᾷ στιγμῇ 〈μιᾷ στιγμῇ〉 βαρύτερον ἔσται ἀφαιρεθέντος τοῦ ἴσου.
因为如果四个点具有重量,而由更多点构成的物体比这个本已是重物的物体更重,且比重物更重的东西必然是重的(就像比白物更白的东西也是白的一样),那么在减去相等部分之后,比它多一个点的那个较大者将比它多出那一个点的重量。
ὥστε καὶ ἡ μία στιγμὴ βάρος ἕξει.
因此,单单个点也将具有重量。
ἔτι εἰ μὲν τά ἐπίπεδα μόνον κατὰ γραμμὴν ἐνδέχεται συντίθεσθαι, ἄτοπον· ὥσπερ γὰρ καὶ γραμμὴ πρὸς γραμμὴν ἀμφοτέρως συντίθεται, καὶ κατὰ μῆκος καὶ κατὰ πλάτος, δεῖ καὶ ἐπίπεδον ἐπιπέδῳ τὸν αὐτὸν τρόπον.
此外,如果平面只能沿着线来合成,那是荒谬的;因为正如线与线可以以两种方式合成(即在长度上和在宽度上),平面与平面也必然能以同样的方式合成。
γραμμὴ δὲ δύναται γραμμῇ συντίθεσθαι κατὰ γραμμὴν ἐπιτιθεμένην, οὐ μὴν προστιθεμένην.
而线与线可以通过重叠的方式合成为线,却不能通过拼接的方式。
ἀλλὰ μὴν εἴ γε καὶ κατὰ πλάτος ἐνδέχεται συντίθεσθαι, ἔσται τι σῶμα ὃ οὕτε στοιχεῖον οὕτε ἐκ στοιχείων συντιθέμενον ἐκ τῶν οὕτω συντιθεμένων ἐπιπέδων, ἔτι εἰ μὲν πλήθει βαρύτερα τὰ σώματα τὰ τῶν ἐπιπέδων, ὥσπερ ἐν τῷ Τιμαίῳ διώρισται, δῆλον ὡς ἕξει καὶ ἡ γραμμὴ καὶ ἡ στιγμὴ βάρος· ἀνάλογον γὰρ πρὸς ἄλληλα ἔχουσιν, ὥσπερ καὶ πρότερον εἰρήκαμεν.
但是,如果它们也可以在宽度上进行合成,那么在由这样合成的平面构成的物体中,将会有某种既不是元素、也不是由元素合成的物体。 此外,如果像在《蒂迈欧篇》中所规定的那样,物体的重量取决于平面的数量,那么显然线和点也都将具有重量;因为它们彼此具有比例关系,正如我们先前所说的那样。
εἰ δὲ μὴ τοῦτον διαφέρει τὸν τρόπον ἀλλὰ τῷ τὴν μὲν γῆν εἶναι βαρύ τὸ δὲ πῦρ κοῦφον, ἔσται καὶ τῶν ἐπιπέδων τὸ μὲν κοῦφον τὸ δὲ βαρύ.
如果它们不是以这种方式不同,而是因为土是重的,火是轻的,那么平面也将有的是轻的有的是重的。
καὶ τῶν γραμμῶν δὴ καὶ τῶν στιγμῶν ὡσαύτως· τὸ γὰρ τῆς γῆς ἐπίπεδον ἔσται βαρύτερον ἢ τὸ τοῦ πυρός.
对于线和点也是同样如此;因为土的平面将比火的平面更重。
ὅλως δὲ συμβαίνει ἢ μηδέν ποτʼ εἶναι μέγεθος, ἢ δύνασθαί γε ἀναιρεθῆναι, εἴπερ ὁμοίως ἔχει στιγμὴ μὲν πρὸς γραμμήν, γραμμὴ δὲ πρὸς ἐπίπεδον, τοῦτο δὲ πρὸς σῶμα· πάντα γὰρ εἰς ἄλληλα ἀναλυόμενα εἰς τὰ πρῶτα ἀναλυθήσεται· ὥστʼ ἐνδέχοιτʼ ἄν στιγμὰς μόνον εἶναι, σῶμα δὲ μηθέν.
总的来说,如果点对线、线对平面、平面对物体的关系是相同的,那么结果要么是根本不存在任何大小,要么是大小至少可以被消灭;因为所有东西相互分解,都将被分解为最初的东西;因而有可能只存在点,而根本没有物体。
πρὸς δὲ τούτοις καὶ εἰ ὁ χρόνος ὁμοίως ἔχει, ἀναιροῖτʼ ἄν ποτε ἢ ἐνδέχοιτʼ ἀναιρεθῆναι· τὸ γὰρ νῶν τὸ ἄτομον οἷον στιγμὴ γραμμῆς ἐστίν.
除此之外,如果时间也是类似的情况,它也可能在某个时候被消灭或可以被消灭;因为不可分割的“现在”就像是线上的点。
τὸ δʼ αὐτὸ συμβαίνει καὶ τοῖς ἐξ ἀριθμῶν συντιστᾶσι τὸν οὐρανόν· ἔνιοι γὰρ τὴν φύσιν ἐξ ἀριθμῶν συνιστᾶσιν, ὥσπερ τῶν Πυθαγορείων τινές· τὰ μὲν γὰρ φυσικὰ σώματα φαίνεται βάρος ἔχοντα καὶ κουφότητα, τὰς δὲ μονάδας οὔτε σῶμα ποιεῖν οἷόν τε συντιθεμένας οὕτε βάρος ἔχειν.
同样的事情也发生在那些由数构成天界的人身上;因为有些人由数构成自然,正如某些毕达哥拉斯派所做的那样;因为自然物体显然具有重量和轻性,而单子在被组合时,既不能构成物体,也不可能具有重量。