§2.14#2εἴτʼ οὖν ὁμοίως ἀπὸ τῶν ἐσχάτων διῃρημένα τὰ μόρια συνήχθη πρὸς τὸ μέσον, εἴτʼ ἄλλως ἔχοντα, ποιήσει ταὐτόν.
因此,无论部分是在极限处同样地被分离开来而集聚向中心,还是处于其他状态,它们都会产生相同的结果。
ὅτι μὲν οὖν ὁμοίως γε πανταχόθεν ἀπὸ τῶν ἐσχάτων φερομένων πρὸς ἓν τὸ μέσον ἀναγκαῖον ὅμοιον γίγνεσθαι πάντη τὸν ὄγκον, φανερόν· ἴσου γὰρ πάντῃ προστιθεμένου ἴσον ἀνάγκη ἀπέχειν τοῦ μέσου τὸ ἔσχατον· τοῦτο δὲ τὸ σχῆμα σφαίρας ἐστίν.
显而易见,如果部分从四面八方同样地从极限处运向一个中心,那么其体积必然在各处变得均等;因为如果在各个方向都增加相等的量,那么极限到中心的距离必然相等;而这就是球体的形状。
οὐδὲν δὲ διοίσει πρὸς τὸν λόγον, οὐδʼ εἰ μὴ πανταχόθεν ὁμοίως συνέθει πρὸς τὸ μέσον τὰ μόρια αὐτῆς.
但即使地球的部分并没有从四面八方同样地向中心汇聚,这对论证也毫无影响。
τὸ γὰρ πλεῖον ἀεὶ τὸ πρὸ αὐτοῦ ἔλαττον προωθεῖν ἀναγκαῖον μέχρι τοῦ μέσου τὴν ῥοπὴν ἐχόντων ἀμφοῖν, καὶ τοῦ βαρυτέρου προωθοῦντος μέχρι τούτου τὸ ἔλαττον βάρος.
因为较大部分总是必然推动其前方的较小部分,因为两者都具有朝向中心的倾性,且较重者会将较轻的重量推向这一点。
ὁ γὰρ ἄν τις ἀπορήσειε, τὴν αὐτὴν ἔχει τούτοις λύσιν·
因为人们可能提出的那个疑难,与这些具有相同的解决方案。
εἰ γὰρ οὕσης ἐπὶ τοῦ μέσου καὶ σφαιροειδοῦς τῆς γῆς πολλαπλάσιον βάρος ἐπιγένοιτο πρὸς θάτερον ἡμισφαίριον, οὐκ ἔσται τὸ αὐτὸ μέσον τοῦ ὅλου καὶ τὸ τῆς γῆς·
即,如果当地球位于中心且呈球状时,在其中一个半球上增加了数倍的重量,那么整体的中心与地球的中心将不再是同一个。
ὥστε ἢ οὐ μενεῖ ἐπὶ τοῦ μέσου, ἢ εἴπερ, ἠρεμήσει γε καὶ μὴ τὸ μέσον ἔχουσα, ᾗ πέφυκε κινεῖσθαι καὶ νῦν.
其结果是,它要么不会留在中心,要么即使留在中心,它也将在不占据中心的情况下保持静止,正如它现在本性上仍具有运动倾向的方式那样。
τὸ μὲν οὖν 297 b ἀπορούμενον τοῦτʼ ἐστίν·
这便是那个疑难。
ἰδεῖν δʼ οὐ χαλεπὸν μικρὸν ἐπιτείναντας, καὶ διελόντας πῶς ἀξιοῦμεν ὁποσονοῦν μέγεθος φέρεσθαι πρὸς τὸ μέσον, βάρος ἔχον.
但是,如果我们稍微集中注意力并加以辨析,就不难看出,我们所主张的任何具有重量的尺度是如何向中心运送的。
δῆλον γὰρ ὡς οὐχὶ μέχρι τοῦ ἅψασθαι τοῦ κέντρου τὸ ἔσχατον, ἀλλὰ δεῖ κρατεῖν τὸ πλέον ἕως ἂν λάβη τῷ αὑτοῦ μέσῳ τὸ μέσον· μέχρι τούτου γὰρ ἔχει τὴν ῥοπήν.
因为显然,它并不只是运送至其最外端触及中心为止,而是较大部分必须主导,直到它用自身的中点占据了中心;因为它的倾性直到这一点为止。
οὐδὲν τοίνυν διαφέρει τοῦτο λέγειν ἐπὶ βώλου καὶ μορίου τοῦ τυχόντος ἢ ἐπὶ ὅλης τῆς γῆς· οὐ γὰρ διὰ μικρότητα ἢ μέγεθος εἴρηται τὸ συμβαῖνον, ἀλλὰ κατὰ παντὸς τοῦ ῥοπὴν ἔχοντος ἐπὶ τὸ μέσον·
因此,对于一块土、任一部分,或者对于整个地球而言,这样说并没有什么不同;因为所发生的情况并不是由于其微小或巨大而说的,而是针对所有朝向中心具有倾性的事物。
ὥστε εἴτε ὅλη πόθεν ἐφέρετο εἴτε κατὰ μέρος, ἀναγκαῖον μέχρι τούτου φέρεσθαι ἕως ἂν πανταχόθεν ὁμοίως λάβῃ τὸ μέσον, ἀνιδιαφέρει σαζομένων τῶν ἐλαττόνων ὑπὸ τῶν μειζόνων τῇ προώσει τῆς ῥοπῆς.
因此,无论整个地球是从某处被运送,还是部分部分地被运送,它都必须运送至从四面八方同样地占据中心,而较小部分被较大部分通过倾性的推动而均等化,这并没有什么不同。
εἴτʼ οὖν ἐγένετο, τοῦτονἀναγκαῖον γενέσθαι τὸν τρόπον, ὥστε φανερὸν ὅτι σφαιροειδὴς ἡ γένεσις αὐτῆς, εἴτʼ ἀγένητος ἀεὶ μένουσα, τὸν αὐτὸν τρόπον ἔχειν ὅνπερ κἂν εἰ γιγνομένη τὸ πρῶτον ἐγένετο.
因此,无论地球是否产生,它都必然是以这种方式产生的,从而显而易见它的产生是球状的;或者,如果它是未产生的且一直存在,那么它就具有与如果它最初产生时所会具有的相同状态。
κατὰ τοῦτόν τε δὴ τὸν λόγον ἀναγκαῖον εἶναι τὸ σχῆμα σφαιροειδὲς αὐτῆς, καὶ ὅτι πάντα φέρεται τὰ βαρέα πρὸς τὰς ὁμοίας γωνίας, ἀλλʼ οὐ παρʼ ἄλληλα· τοῦτο δὲ πέφυκε πρὸς τὸ φύσει σφαιροειδές.
根据这一论证,其形状必然是球状的,同时也因为所有重物都以相似的角度运送,而不是彼此平行;而这正是向着本性上呈球状之物运动的本性。
ἢ οὖν ἐστὶ σφαιροειδής, ἢ φύσει γε σφαιροειδής.
因此,它要么是球状的,要么本性上是球状的。
δεῖ δʼ ἕκαστον λέγειν τοιοῦτον εἶναι ὃ φύσει βούλεται εἶναι καὶ ὃ ὑπάρχει, ἀλλὰ μὴ ὃ βίᾳ καὶ παρὰ φύσιν.
而我们必须说每个事物都是其本性上所希望成为的状态,以及它确实存在的状态,而不是因强力和反本性而处于的状态。
ἔτι δὲ καὶ διὰ τῶν φαινομένων κατὰ τὴν αἴσθησιν·
此外,这也通过基于感觉所显现出的现象而显而易见。
οὕτε γὰρ ἂν αἱ τῆς σελήνης ἐκλείψεις τοιαύτας ἄν εἶχον τὰς ἀποτομάς·
因为否则,月食就不会有这样的切口。
νῦν γὰρ ἐν μὲν τοῖς κατὰ μῆνα σχηματισμοῖς πάσας λαμβάνει τὰς διαιρέσεις (καὶ γὰρ εὐθεῖα γίνεται καὶ ἀμφίκυρτος καὶ κοίλη), περὶ δὲ τὰς ἐκλείψεις ἀεὶ κυρτὴν ἔχει τὴν ὁρίζουσαν γραμμήν, ὥστʼ ἐπείπερ ἐκλείπει διὰ τὴν τῆς γῆς ἐπιπρόσθησιν, ἡ τῆς γῆς ἂν εἴη περιφέρεια τοῦ σχήματος αἰτία σφαιροειδὴς οὖσα.
因为现在,在每月的月相变化中,它呈现出所有的分割(因为它变成直线、双凸和凹形),但在月食期间,其界线却总是呈凸形。 因此,既然它是由于地球的遮挡而产生月食,那么呈球状的地球周缘便必然是这一形状的原因。
ἔτι δὲ διὰ τῆς τῶν ἄστρων φαντασίας οὐ μόνον φανερὸν ὅτι περιφερής, ἀλλὰ καὶ τὸ μέγεθος οὐκ οὖσα μεγάλη·
此外,通过星辰的显现,不仅显而易见地球是圆的,而且它的体积也不大。
μικρὰς γὰρ γιγνομένης μεταστάσεως ἡμῖν πρὸς μεσημβρίαν καὶ ἄρκτον ἐπιδήλως ἕτερος γίγνεται ὁ ὁρίζων κύκλος, ὥστε τὰ ὑπὲρ κεφαλῆς ἄστρα μεγάλην ἔχειν τὴν μεταβολήν, καὶ μὴ ταὐτὰ φαίνεσθαι πρὸς ἄρκτον τε καὶ μεσημβρίαν μεταβαίνουσιν·
因为如果我们向南或向北移动很小的距离,地平圈显然会变得不同,从而使头顶上的星辰发生巨大的变化,并且向北和向南移动的人所看到的星辰并不相同。
ἔνιοι γὰρ ἐν Αἰγύπτῳ μὲν ἀστέρες ὁρῶνται καὶ περὶ Κύπρον, ἐν τοῖς πρὸς ἄρκτον δὲ χωρίοις οὐχ ὁρῶνται, καὶ τὰ διὰ παντὸς ἐν τοῖς πρὸς ἄρκτον φαινόμενα τῶν ἄστρων ἐν ἐκείνοις τοῖς τόποις ποιεῖταιδύσιν.
因为有些星辰在埃及和塞浦路斯附近可以看见,但在北方的区域却看不见,而在北方区域总是显现出来的星辰,在那些地方却会下落。
ὥστʼ οὐ μόνον ἐκ τούτων δῆλον περιφερὲς ὂν τὸ σχῆμα τῆς γῆς, ἀλλὰ καὶ σφαίρας οὐ μεγάλης· οὐ γὰρ ἂν οὕτω ταχύ ἐπίδηλον ἐποίει μεθισταμένοις οὕτω βραχύ.
因此,从这些事实中不仅显而易见地球的形状是圆的,而且是一个并不大的球体;因为否则,它就不会对移动如此短距离的人如此迅速地显现出明显的变化。
διὸ τοὺς ὑπολαμβάνοντας συνάπτειν τὸν περὶ τὰς Ἡρακλείους στήλας τόπον τῷ περὶ τὴν Ἰνδικήν, καὶ τοῦτον τὸν τρόπον εἶναι τὴν θάλατταν μίαν, μἤ λίαν ὑπολαμβάνειν ἄπιστα δοκεῖν·
因此,那些认为赫拉克勒斯之柱附近的区域与印度附近的区域相连接,并以此方式认为海洋是一体的人,似乎并不显得在假设过于不可信的事情。
λέγουσι δὲ τεκμαιρόμενοι καὶ τοῖς ἐλέφασιν, ὅτι περὶ ἀμφοτέρους τοὺς τόπους τοὺς ἐσχάτους ὄντας τὸ γένος αὐτῶν ἐστίν, ὡς τῶν ἐσχάτων διὰ τὸ συνάπτειν ἀλλήλοις τοῦτο πεπονθότων.
他们还以大象作为证据,因为在这两个极端的区域都有大象这个物种存在,理由是由于这些极端区域相互连接,所以它们才共同拥有这一现象。
καὶ τῶν μαθηματικῶν ὅσοι τὸ μέγεθος ἀναλογίζεσθαι πειρῶνται τῆς περιφερείας, εἰς τετταράκοντα λέγουσιν εἶναι μυριάδας σταδίων·
此外,在数学家中,那些试图计算地球周长大小的人说,它大约有四十万斯塔迪亚。
ἐξ ὧν τεκμαιρομένοις οὐ μόνον σφαιροειδῇ τὸν ὄγκον ἀναγκαῖον εἶναι τῆς γῆς, ἀλλὰ καὶ μὴ μέγαν πρὸς τὸ τῶν ἄλλων ἄστρων μέγεθος.
从这些证据中推断,地球的体积不仅必然是球状的,而且与其它星辰的体积相比也并不大。