§2.99 Φανερὸν δʼ ἐκ τούτων ὅτι καὶ τὸ φάναι γίνεσθαι φερομένων ἁρμονίαν, ὡς συμφώνων γινομένων τῶν ψόφων, κομψῶς μὲν εἴρηται καὶ περιττῶς ὑπὸ τῶν εἰπόντων, οὐ μὴν οὕτως ἔχει τἀληθές.
9 显而易见,由此看来,那种认为天体在运行中会产生和谐音乐(因为它们发出的声音彼此协和)的断言,虽然被提出这一说法的人们说得优美而奇特,但事实绝非如此。
δοκεῖ γάρ τισιν ἀναγκαῖον εἶναι τηλικούτων φερομένων σωμάτων γίγνεσθαι ψόφον, ἐπεὶ καὶ τῶν παρʼ ἡμῖν οὔτε τοὺς ὄγκους ἐχόντων ἴσους οὕτε τοιούτῳ τάχει φερομένωνʼ ἡλίου δὲ καὶ σελήνης, ἔτι τε τοσούτων τὸ πλῆθος ἄστρων καὶ τὸ μέγεθος φερομένων τῷ τάχει τοιαύτην φορὰν ἀδύνατον μὴ γίγνεσθαι ψόφον ἀμήχανόν τινα τὸ μέγεθος.
因为在某些人看来,如此巨大的物体运行,必然会产生声音,毕竟连我们身边那些既没有同等体积、也没有以如此速度运行的物体也会发出声音;而太阳和月亮,以及在数量和体积上都如此庞大的星体,以如此之快的速度运行,不可能不产生某种极其巨大的声音。
ὑποθέμενοι δὲ ταῦτα καὶ τὰς ταχυτῆτας ἐκ τῶν ἀποστάσεων ἔχειν τοὺς τῶν συμφωνιῶν λόγους, ἐναρμόνιόν φασι γίγνεσθαι τὴν φωνὴνφερομένων κύκλῳ τῶν ἄστρων.
他们假设了这些,并假定根据星体距离所决定的速度具有协和音程的比例,因而声称,当星体作圆周运动时,会产生和谐的声音。
ἐπεὶ δʼ ἄλογον δοκεῖ τὸ μὴ συνακούειν ἡμᾶς τῆς φωνῆς ταύτης, αἴτιον τούτου φασὶν εἶναι τὸ γιγνομένοις εὐθὺς ὑπάρχειν τὸν ψόφον, ὥστε μὴ διάδηλον εἶναι πρὸς τὴν ἐναντίαν σιγήν· πρὸς ἄλληλα γὰρ φωνῆς καὶ σιγῆς εἶναι τὴν διάγνωσιν, ὥστε καθάπερ τοῖς χαλκοτύποις διὰ συνήθειαν οὐθὲν δοκεῖ διαφέρειν, καὶ τοῖς ἀνθρώποις ταὐτὸ συμβαίνειν.
然而,既然我们听不到这种声音似乎是不合理的,他们就说其原因在于,这声音在我们出生时就已存在,因而在与相反的 “静寂”对比时无法被分辨出来;因为声音与静寂的辨别是通过彼此对照来实现的,所以正如铜匠由于习惯而觉得没有任何区别一样,人类也面临着同样的情况。
ταῦτα δή, καθάπερ εἴρηται πρότερον, ἐμμελῶς μὲν λέγεται καὶ μουσικῶς, ἀδύνατον δὲ τοῦτον ἔχειν τὸν τρόπον.
这些说法确实如前所述,虽然说得合乎声律且动听,但事情是不可能处于这种状态的。
οὐ γὰρ μόνον τὸ μηθὲν ἀκούειν ἄτοπον, περὶ οὖ λύειν ἐγχειροῦσι τὴν αἰτίαν, ἀλλά καὶ τὸ μηδὲν πάσχειν χωρὶς αἰσθήσεως.
因为不仅听不到任何声音是奇怪的(对此他们试图解释其原因),而且在没有知觉的情况下身体却不受任何影响也是奇怪的。
οἱ γὰρ ὑπερβάλλοντες ψόφοι διακναίουσι καὶ τῶν ἀψύχων σωμάτων τοὺς ὄγκους, οἷον ὁ τῆς βροντῆς διίστησι λίθους καὶ τὰ καρτερώτατα τῶν σωμάτων.
因为过度的噪声甚至会震碎无生物的躯体,例如雷霆之声能震裂石头和最坚固的物体。
τοσούτων δὲ φερομένων, καὶ τοῦ ψόφου διιόντος πρὸς τὸ φερόμενον μέγεθος, πολλαπλάσιον μέγεθος ἀναγκαῖον ἀφικνεῖσθαί τε δεῦρο καὶ τὴν ἰσχὺν ἀμήχανον εἶναι τῆς βίας.
当如此之多的天体在运行,且声音与运行的体积成比例传播时,必然有数倍之大的声音到达这里,且其暴烈力量的强度是无法估量的。
ἀλλʼ εὐλόγως οὕτʼ ἀκούομεν οὕτε πάσχοντα φαίνεται τὰ σώματα βίαιον οὐδὲν πάθος, διὰ τὸ μὴ ψοφεῖν·
但合理的是,我们既听不到声音,物体似乎也没有受到任何暴烈的损坏,这是因为它们没有发出声音。
ἄμα δʼ ἐστὶ τό τʼ αἴτιον τούτων δῆλον, καὶ μαρτύριον τῶν εἰρημένων ἡμῖν λόγων, ὡς εἰσὶν ἀληθεῖς· τὸ γὰρ ἀπορηθὲν καὶ ποιῆσαν τοὺς Πυθαγορείους φάναι γίγνεσθαι συμφωνίαν τῶν φερομένων ἡμῖν ἐστὶ τεκμήριον.
同时,这些事情的原因是显而易见的,也是我们所说的论点为真的见证:因为那个曾困扰毕达哥拉斯学派并使他们声称运行之物产生和谐音乐的难点,恰恰是我们的证据。
ὅσα μὲν γὰρ αὐτὰ φέρεται, ποιεῖ ψόφον καὶ πληγήν· ὅσα δʼ ἐν φερομένῳ ἐνδέδεται ἢ ἐνυπάρχει, καθάπερ ἐν τῷ πλοίῳ τὰ μόρια, οὐχ οἷόν τε ψοφεῖν, οὐδʼ αὖ τὸ πλοῖον, εἰ φέροιτο ἐν ποταμῷ.
因为,凡是自身运行的物体都会产生声音和撞击;而那些固定在运行物体中或存在于其中的部分(如船上的部件),则不可能发出声音,同样,如果船是在河中被顺流运送,它也不会发出声音。
καίτοι τοὺς αὐτοὺς λόγους ἂν ἐξείη λέγειν, ὡς ἄτοπον εἰ μὴ φερόμενος ὁ ἱστὸς καὶ ἡ πρύμνα ποιεῖ ψόφον πολύν τηλικαύτης νεώς, ἢ πάλιν αὐτὸ τὸ πλοῖον κινούμενον.
然而,人们同样可以说:如果一艘如此巨大的船在被运送时,其桅杆和船尾不发出巨大声音,或者运动中的船只本身不发出声音,那是多么奇怪。
τὸ δʼ ἐν μὴ φερομένῳ φερόμενον ποιεῖ ψόφον· ἐν φερομένῳ δὲ συνεχὲς καὶ μὴ ποιοῦντι πληγὴν ἀδύνατον ψοφεῖν.
但是,在不运动的介质中运动的物体会产生声音;而在运动的介质中与之连续且不产生撞击的物体,则不可能发出声音。
ὥστʼ ἐνταῦθα λεκτέον ὡς εἴπερ ἐφέρετο τὰ σώματα τούτων εἴτʼ ἐν ἀέρος πλήθει κεχυμένῳ κατὰ τὸ πᾶν εἴτε πυρός, ὥσπερ πάντες φασίν, ἀναγκαῖον ποιεῖν ὑπερφυᾶ τῷ μεγέθει ψόφον, τούτου δὲ γινομένου καὶ δεῦρʼ ἀφικνεῖσθαι καὶ διακναίεν.
因此,在这里我们应当说,如果这些星体的躯体是在如大家所说的那种弥漫于整个宇宙的大量空气或火中自身运行的话,它们必然会产生体积异常巨大的声音,而一旦产生这种声音,它必然会波及此处并震碎万物。
ὥστʼ ἐπείπερ οὐ φαίνεται τοῦτο συμβαῖνον, οὔτʼ ἂν ἔμψυχον οὕτε βίαιον φέροιτο φορὰν οὐθὲν αὐτῶν, ὥσπερ τὸ μέλλον ἔσεσθαι προνοούσης τῆς φύσεως, ὅτι μὴ τοῦτον τὸν τρόπον ἐχούσης τῆς κινήσεως οὐθὲν ἂν ἦν τῶν περὶ τὸν δεῦρο τόπον ὁμοίως ἔχον.
因此,既然这并没有显现出来,它们中的任何一个都不可能通过有生命的(自发的)或强制的运动来运行,这就像是自然预见到了未来的情况一样,因为如果运动不是这种方式,那么在这一带地方的任何事物都不可能保持现有的状态。
ὅτι μὲν οὖν σφαιροειδῆ τὰ ἄστρα καὶ ὅτι οὐ κινεῖται διʼ αὑτῶν, εἴρηται.
因此,关于星体是球形的以及它们不依靠自身运动,已经说明完毕。