Humanitext Reader

亚里士多德 · 论天 §2.8#2

星体的球形与缺乏自主运动的论证

第 32 段,共 62 段 · 希腊语

内容简介

亚里士多德假定星体呈球形,并论证由于球体特有的两种运动(自转和滚动)均未在星体中被观察到,因此星体并非依靠自身运动,而是被固定在轨道上运行。此外,他解释说,天空和星体呈球形是因为球形最适合天空的自转,而最不适合星体的向前推进。

§2.8#2ἔτι δʼ ἐπεὶ σφαιροειδῆ τὰ ἄστρα, καθάπερ οἵ τʼ ἄλλοι φασὶ καὶ ἡμῖν ὁμολογούμενον εἰπεῖν, ἐξ ἐκείνου γε τοῦ σώματος γεννῶσιν, τοῦ δὲ σφαιροειδοῦς δύο κινήσεις εἰσὶ καθʼ αὑτό, κύλισις καὶ δίνησις, εἴπερ οὖν κινοῖτο τὰ ἄστρα διʼ αὑτῶν, τὴν ἑτέραν ἂν κινοῖτο τούτων· ἀλλʼ οὐδετέραν φαίνεται.
此外,既然他们将星体作为球形——正如其他人所说,也正如我们说起来也是一致的——从那个物体中产生出来,而球形本身有两种运动,即滚动和自转,因此如果星体依靠自身运动,它们本应进行其中的一种运动;但显而易见,它们两种都没有进行。
δινούμενα μὲν γὰρ ἔμενεν ἄν ἐν ταὐτῷ καὶ οὐ μετέβαλλε τὸν τόπον, ὅπερ φαίνεταί τε καὶ πάντες φασίν.
因为如果它们进行自转,它们本会保持在同一地方而不改变位置,而这(改变位置)正是显而易见的,也是所有人都在说的。
ἔτι δὲ πάντα μὲν εὔλογον τὴν αὐτὴν κίνησιν κινεῖσθαι, μόνος δὲ δοκεῖ τῶν ἄστρων ὁ ἥλιος τοῦτο δρᾶν, ἀνατέλλων ἢ καὶ οὗτος οὐ διʼ αὑτὸν ἀλλὰ διὰ τὴν ἀπόστασιν τῆς ἡμετέρας ὄψεως· ἡ γὰρ ὄψις ἀποτεινομένη μακρὰν ἑλίσσεται διὰ τὴν ἀσθένειαν.
此外,所有星体都进行相同的运动是合理的,但在星体中,似乎只有太阳这样做,即在升起或[落下]时——而甚至连它也不是由于自身,而是由于我们的视线与它的距离;因为我们的视线延伸到远处时,由于其微弱而发生颤动。
ὅπερ αἴτιον ἴσως καὶ τοῦ στίλβειν φαίνεσθαι τούς ἀστέρας τοὺς ἐνδεδεμένους, τούς δὲ πλάνητας μὴ στίλβειν· οἱ μὲν γὰρ πλάνητες ἐγγύς εἰσιν, ὥστʼ ἐγκρατὴς οὖσα πρὸς αὐτοὺς ἀφικνεῖται ἡ ὄψις· πρὸς δὲ τοὺς μένοντας κραδαίνεται διὰ τὸ μῆκος, ἀποτεινομένη πόρρω λίαν.
这或许也是那些被固定的恒星看起来闪烁、而行星不闪烁的原因;因为行星很近,所以视线到达它们时依然有力;但对于静止的恒星,视线因距离过远、延伸得太长而发生颤动。
ὁ δὲ τρόμος αὐτῆς ποιεῖ τοῦ ἄστρου δοκεῖν εἶναι τὴν κίνησιν· οὐθὲν γὰρ διαφέρει κινεῖν τὴν ὄψιν ἢ τὸ ὁρώμενον.
而视线的这种颤动,使得运动看起来像是属于星体本身;因为视线运动还是被看之物运动,并无区别。
ἀλλὰ μὴν ὅτι οὐδὲ κυλίεται τὰ ἄστρα, φανερόν· τὸ μὲν γὰρ κυλιόμενον στρέφεσθαι ἀνάγκη, τῆς δὲ σελήνης ἀεὶ δῆλόν ἐστι τὸ καλούμενον πρόσωπον.
不过,星体也显然没有进行滚动;因为滚动的物体必然要旋转,但月亮那被称为“面孔”的部分显然总是可见的。
ὥστʼ ἐπεὶ κινούμενα μὲν διʼ αὑτῶν τὰς οἰκείας κινεῖσθαι κινήσεις εὔλογον, ταύτας δʼ οὐ φαίνεται κινούμενα, δῆλον ὅτι οὐκ ἂν κινοῖτο διʼ οὑτῶν.
因此,既然当星体依靠自身运动时,它们本应进行其特有的运动是合理的,但它们并没有显现出这些运动,那么显而易见,它们不会依靠自身运动。
πρὸς δὲ τούτοις ἄλογον τὸ μηθὲν ὄργανον αὐτοῖς ἀποδοῦναι τὴν φύσιν πρὸς τὴν κίνησιν· οὐθὲν γὰρ ὡς ἔτυχε ποιεῖ ἡ φύσις, οὐδὲ τῶν μὲν ζώων φροντίσαι, τῶν δʼ οὕτω τιμίων ὑπεριδεῖν, ἀλλʼ ἔοικεν ὥσπερ ἐπίτηδες ἀφελεῖν πάντα διʼ ὧν ἐνεδέχετο προϊέναι καθʼ οὑτά, καὶ ὅτι πλεῖστον ἀποστῆσαι τῶν ἐχόντων ὄργανα πρὸς κίνησιν.
此外,自然没有赋予它们任何用于运动的器官,这是不合理的;因为自然不随机做任何事,也不至于关照动物却忽视如此高贵的事物,相反,她似乎是故意剥夺了所有它们借以依靠自身前进的手段,并且使它们与拥有运动器官的事物尽可能保持最远的距离。
διὸ καὶ εὐλόγως ἂν δόξειεν ὅ τε ὅλος οὐρανὸς σφαιροειδὴς εἶναι καὶ ἕκαστον τῶν ἄστρων.
因此,整个天空和每一个星体都呈球形,这应当是合理的。
πρὸς μὲν γὰρ τὴν ἐν τῷ αὐτῷ κίνησιν ἡ σφαῖρα τῶν σχημάτων χρησιμώτατον (οὕτω γὰρ ἂν καὶ τάχιστα κινοῖτο καὶ μάλιστα κατέχοι τὸν αὐτὸν τόπον), πρὸς δὲ τὴν εἰς τὸ πρόσθεν ἀχρηστότατον· ἥκιστα γὰρ ὅμοιον τοῖς διʼ αὐτῶν κινητικοῖς· οὐδὲν γὰρ ἀπηρτημένον ἔχει οὐδὲ προέχον, ὥςπερ τὸ εὐθύγραμμον, ἀλλὰ πλεῖστον ἀφέστηκε τῷ σχήματι τῶν πορευτικῶν σωμάτων.
因为,一方面,对于在原处的运动,球形是所有图形中最有用的(因为这样它运行得最快,也最能保持在同一位置),但另一方面,对于向前推进,它是最无用的;因为它最不类似于那些具有自身运动能力的事物;因为像直线形物体那样,它没有任何悬挂或突出的部分,而是在形状上与行进物体相去最远。
ἐπεὶ οὖν δεῖ τὸν μὲν οὐρανὸν κινεῖσθαι τὴν ἐν ταὐτῷ κίνησιν, τὰ ἄλλα δʼ ἄστρα μὴ προιέναι διʼ αὑτῶν, εὐλόγως ἄν ἑκάτερον εἴη σφαιροειδές· οὕτω γὰρ μάλιστα τὸ μὲν κινήσεται τὸ δʼ ἠρεμήσει.
因此,既然天空应当进行在原处的运动,而其他星体不应依靠自身向前推进,那么两者都呈球形就是合理的;因为只有这样,最能实现一者运动而另一者静止。

词汇与语法注释

  1. 290a5σφαιροειδῆ τὰ ἄστρα — σφαιροειδῆ(球形的)是动词 γεννῶσιν(产生)的宾语 τὰ ἄστρα(星体)的谓语性宾格。应理解为“将星体作为球形而产生出来”。
  2. 290a12ὅπερ φαίνεταί τε καὶ πάντες φασίν — 关系代词 ὅπερ 的先行词是作为前面否定性结论(“不会改变位置”)的反面而引出的肯定性内容“改变位置(μεταβάλλειν τὸν τόπον)”。
  3. 290a14ἀνατέλλων ἢ — 连词 ἢ(或者)之后,因抄本脱落等原因,通常认为省略了类似于“落下(δυόμενος)”的分词。此处根据上下文,补充了所暗示的对比性天文现象进行翻译。
  4. 290a31οὐδὲ τῶν μὲν ζώων φροντίσαι, τῶν δʼ οὕτω τιμίων ὑπεριδεῖν — 不定式 φροντίσαι 与 ὑπεριδεῖν 承接主句的“自然不随机做任何事(οὐδὲν γὰρ ὡς ἔτυχε ποιεῖ ἡ φύσις)”,作为解释性或结果性的表达,用以说明自然的行为特征。

引用这一段

亚里士多德, 论天 §2.8#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg005.humanitext-grc1:2.8%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。