Humanitext Reader

亚里士多德 · 论天 §2.6

第一天运动的均匀性与等速性论证

第 29 段,共 62 段 · 希腊语

内容简介

为证明天(第一天)的运动是均匀的,本文从圆周运动的本性、推动者与被推动者的不变性以及永恒事物中不可能存在违背自然之状态等方面,论证了不均匀运动假说的荒谬性。

§2.66 Περὶ δὲ τῆς κινήσεως αὐτοῦ, ὅτι ὁμαλής ἐστι καὶ οὐκ ἀνώμαλος, ἐφεξῆς ἂν εἴη τῶν εἰρημένων διελθεῖν.
6 在上述讨论之后,接下来我们应当探讨它的运动,证明它是均匀的而不是不均匀的。
λέγω δὲ τοῦτο περὶ τοῦ πρώτου οὐρανοῦ καὶ περὶ τῆς πρώτης φορὰς· ἐν γὰρ τοῖς ὑποκάτω πλείους ἤδη αἱ φοραὶ συνεληλύθασιν εἰς ἕν.
我这里所指的是关于第一天和第一运行;因为在下方的事物中,已经有多种运动结合为一个。
εἰ γὰρ ἀνωμάλως κινήσεται, δῆλον ὅτι ἐπίτασις ἔσται καὶ ἀκμὴ καὶ ἄνεσις τῆς φορὰς· ἅπασα γὰρ ἡ ἀνώμαλος φορὰ καὶ ἄνεσιν ἔχει καὶ ἐπίτασιν καὶ ἀκμήν.
因为,如果它是作不均匀运动,显然它的运行就会有加速、顶点和减速;因为一切不均匀的运行都有减速、加速和顶点。
ἀκμὴ δʼ ἐστὶν ἢ ὅθεν φέρεται ἢ οἱ ἢ ἀνὰ μέσον, οἷον ἴσως τοῖς μὲν κατὰ φύσιν οἷ φέρονται, τοῖς δὲ παρὰ φύσιν ὅθεν, τοῖς δὲ ῥιπτουμένοις ἀνὰ μέσον.
而顶点要么是它运动的起点,要么是终点,要么是中间。 例如,对于那些顺应自然运动的事物,顶点或许是在其终点;而对于那些违背自然运动的事物,顶点是在起点;对于被投掷之物,顶点则在中间。
τῆς δὲ κύκλῳ φορᾶς οὐκ ἔστιν οὔτε ὅθεν οὕτε οἱ οὕτε μέσον· οὔτε γὰρ ἀρχὴ οὔτε πέρας οὔτε μέσον ἐστὶν αὐτῆς ἀπλῶς· τῷ τε γὰρ χρόνῳ ἀΐδιος καὶ τῷ μήκει συνηγμένη καὶ ἄκλαστος·
但对于圆周运行来说,既没有起点,也没有终点,也没有中间;因为在绝对意义上,它既没有开始,也没有结束,也没有中间;因为在时间上它是永恒的,在长度上它是闭合且无间断的。
ὥστʼ εἰ μή ἐστιν ἀκμὴ αὐτοῦ τῆς φορὰς, οὐδʼ ἂν ἀνωμαλία εἴη· ἡ γὰρ ἀνωμαλία γίγνεται διὰ τὴν ἄνεσιν καὶ ἐπίτασιν, ἔτι δʼ ἐπεὶ πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖται, ἀνάγκη τὴν ἀνωμαλίαν γίγνεσθαι τῆς κινήσεως ἢ διὰ τὸ κινοῦν ἢ διὰ τὸ κινούμενον ἢ διʼ ἄμφω·
因此,如果它的运行没有顶点,也就不会有不均匀性;因为不均匀性是由于减速和加速产生的。 此外,既然一切运动之物都是被某种事物推动的,那么运动的不均匀性必然要么由于推动者,要么由于被推动者,要么由于两者而产生。
εἴτε γὰρ τὸ κινοῦν μὴ τῇ αὐτῇ δυνάμει κινοῖ, εἴτε τὸ κινούμενον ἀλλοιοῖτο καὶ μὴ διαμένοι τὸ αὐτό, εἴτε ἄμφω μεταβάλλοι, οὐθὲν κωλύει ἀνωμάλως κινεῖσθαι τὸ κινούμενον.
因为,无论是推动者不以相同的力量推动,还是被推动者发生改变而没有保持原样,或者两者都发生变化,没有什么能阻止被推动者作不均匀运动。
οὐθὲν δὲ τούτων δυνατὸν περὶ τὸν οὐρανὸν γενέσθαι·
但是,在关于天体的事情上,这些情况都无法发生。
τὸ μὲν γὰρ κινούμενον δέδεικται ὅτι πρῶτον καὶ ἁπλοῦν καὶ ἀγένητον καὶ ἄφθαρτον καὶ ὅλως ἀμετάβλητον, τὸ δὲ κινοῦν πολύ μᾶλλον εὔλογον εἶναι τοιοῦτον· τὸ γὰρ πρῶτον τοῦ πρώτου καὶ τὸ ἀπλοῦν τοῦ ἁπλοῦ καὶ τὸ ἄφθαρτον καὶ ἀγένητον τοῦ ἀφθάρτου καὶ ἀγενήτου κινητικόν.
因为,被推动者已经被证明是第一的、单一的、无生的、不灭的、且完全不可改变的,而推动者更有理由是这样的;因为第一者是第一者的动因,单一者是单一者的动因,不灭且无生者是不灭且无生者的动因。
ἐπεὶ οὖν τὸ κινούμενον οὐ μεταβάλλει σῶμα ὄν, οὐδʼ ἂν τὸ κινοῦν μεταβάλλοι ἀσώματον ὄν.
因此,既然被推动者虽作为身体却不发生改变,那么推动者作为非身体也就不会发生改变。
ὥστε καὶ τὴν φορὰν ἀδύνατον ἀνώμαλον εἶναι.
所以,运行也是不可能是不均匀的。
καὶ γὰρ εἰ γίνεται ἀνώμαλος, ἤτοι ὅλη μεταβάλλει καὶ ὁτὲ μὲν γίνεται θάττων ὁτὲ δὲ βραδυτέρα πάλιν, ἢ τὰ μέρη αὐτῆς.
因为,如果运行变成不均匀的,那么要么是整体发生改变,一时变快,一时又变慢,要么是它的部分发生改变。
τὰ μὲν οὖν μέρη ὅτι οὐκ ἔστιν ἀνώμαλα, φανερόν· ἤδη γὰρ ἂν γεγόνει διάστασις τῶν ἄστρων ἐν τῷ ἀπείρῳ χρόνῳ, τοῦ μὲν θᾶττον κινουμένου τοῦ δὲ βραδύτερον.
那么,部分不是不均匀的,这是显而易见;因为如果在无限的时间中,一者运动得较快而另一者运动得较慢,那么星体之间早就已经发生分离了。
οὐ φαίνεται δʼ οὐθὲν ἄλλως ἔχον τοῖς διαστήμασιν.
但是,在它们的距离上并没有显现出任何不同。
ἀλλὰ μὴν οὐδὲ τὴν ὅλην ἐγχωρεῖ μεταβάλλειν· ἡ γὰρ ἄνεσις ἑκάστου γίνεται διʼ ἀδυναμίαν, ἡ δʼ ἀδυναμία παρὰ φύσιν· καὶ γὰρ αἱ ἐν τοῖς ζώοις ἀδυναμίαι πᾶσαι παρὰ φύσιν εἰσίν, οἷον γῆρας καὶ φθίσις.
然而,整体也不可能发生改变;因为各物体的减速是由于无力而产生的,而无力是违背自然的;事实上,动物身上的无力全都是违背自然的,例如衰老和衰弱。
ὅλη γὰρ ἴσως ἡ σύστασις τῶν ζώων ἐκ τοιούτων συνέστηκεν ἃ διαφέρει τοῖς οἰκείοις τόποις· οὐθὲν γὰρ τῶν μερῶν ἔχει τὴν αὑτοῦ χώραν.
因为动物的整个结构,或许正是由那些在它们各自特有位置上有所不同的部分所构成的;因为它们的各个部分没有一个占据其自身的原本位置。
εἰ οὖν ἐν τοῖς πρώτοις μή ἐστι τὸ παρὰ φύσιν (ἁπλᾶ γὰρ καὶ ἄμικτα καὶ ἐν τῇ οἰκείᾳ χώρᾳ, καὶ οὐθὲν αὐτοῖς ἐναντίον), οὐδʼ ἂν ἀδυναμία εἴη, ὥστʼ οὐδʼ ἄνεσις οὐδʼ ἐπίτασις· εἰ γὰρ ἐπίτασις, καὶ ἄνεσις.
因此,如果在第一者中没有违背自然的事物(因为它们是单一的、纯粹的且在各自特有的位置上,并且没有任何与它们相反的事物),那么也就不会有无力,从而也就既没有减速也没有加速;因为如果有加速,也就有减速。
ἔτι δὲ καὶ ἄλογον ἄπειρον χρόνον ἀδύνατον εἶναι τὸ κινοῦν, καὶ πάλιν ἄλλον ἄπειρον δυνατόν· οὐθὲν γὰρ φαίνεται ὂν ἄπειρον χρόνον παρὰ φύσιν (ἡ δʼ ἀδυναμία παρὰ φύσιν), οὐδὲ τὸν ἴσον χρόνον παρὰ φύσιν καὶ κατὰ φύσιν, οὐδ’ ἄλλως δυνατὸν καὶ ἀδύνατον.
此外,认为推动者在无限的时间里是无能的,而在另一个无限的时间里又是万能的,这也是不合情理的;因为没有任何违背自然的事物显现为存在于无限的时间中(而无力是违背自然的),也没有在等长的时间里既违背自然又顺应自然,或者普遍地既可能又不可能。
ἀνάγκη δʼ, εἰ ἀνίησιν ἡ κίνησις, ἄπειρον ἀνιέναι χρόνον.
而且,如果运动发生减速,必然是在无限的时间里减速。
ἀλλὰ μὴν οὐδʼ ἐπιτείνειν ἀεὶ ἢ πάλιν ἀνιέναι δυνατόν· ἄπειρος γὰρ ἂν εἴη καὶ ἀόριστος ἡ κίνησις, ἅπασαν δέ φαμεν ἔκ τινος εἴς τι εἶναι καὶ ὡρισμένην.
然而,始终加速或再次减速也是不可能的;因为那样运动就会是无限且不定的,但我们说所有的运动都是从某物到某物且是有限定的。
ἔτι δʼ εἴ τις λάβοι εἶναί τινα χρόνον ἐλάχιστον, οὗ οὐκ ἐνδέχεται ἐν ἐλάττονι κινηθῆναι τὸν οὐρανόν (ὥσπερ γὰρ οὐδὲ βαδίσαι οὐδὲ κιθαρίσαι ἐν ὁτῳοῦν χρόνῳ δυνατόν, ἀλλʼ ἑκάστης ἐστὶ πράξεως ὡρισμένος ὁ ἐλάχιστος χρόνος κατὰ τὸ μὴ ὑπερβάλλειν, οὕτως οὐδὲ κινηθῆναι τὸν οὐρανὸν ἐν ὁτῳοῦν χρόνῳ δυνατόν)· εἰ οὖν τοῦτʼ ἀληθές, οὐκ ἂν εἴη ἀεὶ ἐπίτασις τῆς φορᾶς, εἰ δὲ μὴ ἐπίτασις, οὐδʼ ἄνεσις· ὁμοίως γὰρ ἄμφω καὶ θάτερον, εἴπερ τῷ αὐτῷ τε ἐπιτείνεται τάχει ἢ μείζονι, καὶ ἄπειρον χρόνον.
此外,如果有人假定存在一个最小的时间,天体不可能在比这更短的时间内运动(因为正如走路和弹琴都不可能在任意的时间内完成,而是每种行为都有一个限定的最小时间,在这个意义上是不能超越的,天体也不可能在任意的时间内运动);如果这是真的,运行就不可能总是加速,而如果没有加速,也就没有减速;因为如果它以相同或更大的速度且在无限的时间里加速,那么两者以及其中一者的表现是相似的。
λείπεται δὴ λέγειν ἐναλλάξ εἶναι τῇ κινήσει τὸ θᾶττον καὶ τὸ βρδύτερον· τοῦτο δὲ παντελῶς ἄλογον καὶ πλάσματι ὅμοιον.
因此,只剩下说在运动中快与慢是交替发生的;但这是完全不合情理的,就像是虚构的故事。
ἔτι δὲ καὶ τὸ μὴ λανθάνειν ἐπὶ τούτων εὐλογώτερον· εὐαισθητότερα γὰρ τὰ παῤ ἄλληλα τιθέμενα.
此外,在这些事情上,不被察觉是不合理的;因为并列在一起的事物更容易被感知。
ὅτι μὲν οὖν εἷς τε μόνος ἐστὶν οὐρανός, καὶ οὗτος ἀγένητος καὶ ἀΐδιος, ἔτι δὲ κινούμενος ὁμαλῶς, ἐπὶ τοσοῦτον ἡμῖν εἰρήσθω.
因此,关于天仅是唯一的一个,且它是无生和永恒的,此外还作均匀运动,我们所说的就到此为止。

词汇与语法注释

  1. 15ἐν γὰρ τοῖς ὑποκάτω πλείους ἤδη αἱ φοραὶ συνεληλύθασιν εἰς ἕν — “在下方的事物中”。ἐν τοῖς ὑποκάτω 指的是在第一天(最外层天)之下的天体(行星球体)。
  2. 20οἷον ἴσως τοῖς μὲν κατὰ φύσιν οἷ φέρονται, τοῖς δὲ παρὰ φύσιν ὅθεν, τοῖς δὲ ῥιπτουμένοις ἀνὰ μέσον — 关系与格。需补齐分词进行理解:“例如,对于顺应自然[运动]的事物,[顶点是]它们所运送到的地方”。
  3. 288bτὸ γὰρ πρῶτον τοῦ πρώτου καὶ τὸ ἀπλοῦν τοῦ ἁπλοῦ καὶ τὸ ἄφθαρτον καὶ ἀγένητον τοῦ ἀφθάρτου καὶ ἀγενήτου κινητικόν — 属格支配。形容词 κινητικόν(“有能力推动的”)支配宾格性属格 τοῦ πρώτου, τοῦ ἁπλοῦ 等。
  4. 25οὐδὲ τὸν ἴσον χρόνον παρὰ φύσιν καὶ κατὰ φύσιν, οὐδ’ ἄλλως δυνατὸν καὶ ἀδύνατον — 省略。须从前句(οὐθὲν γὰρ φαίνεται ὄν...)中补齐 φαίνεται ὄν:“也[没有显现出存在]等长的时间……”。
  5. 289aὥσπερ γὰρ οὐδὲ βαδίσαι... οὐδʼ ἂν εἴη ἀεὶ ἐπίτασις — 带有插入小句的长条件句。始于 εἴ τις λάβοι...(288b31,希求法)的条件从句,在长括号插入语之后,连接到归结从句 οὐκ ἂν εἴη...(289a1,希求法加 ἄν)。

引用这一段

亚里士多德, 论天 §2.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg005.humanitext-grc1:2.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。