Humanitext Reader

亚里士多德 · 论天 §2.4#2

从虚空的不可能与元素分布论证天的球形

第 27 段,共 62 段 · 希腊语

内容简介

亚里士多德通过论证非球形天体运动时会产生外侧空间与虚空的荒谬后果、以及最快运动对应最短圆形线的道理,证明了天的球形;并结合地心各元素(尤其是水)的自然分布进行了几何学论证,指出宇宙具有无与伦比的精确球形结构。

§2.4#2εἰ γὰρ ἔσται εὐθύγραμμος, συμβήσεται καὶ τόπον ἔξω εἶναι καὶ σῶμα καὶ κενόν, κύκλῳ γὰρ στρεφόμενον τὸ εὐθύγραμμον οὐδέποτε τὴν αὐτὴν ἐφέξει χώραν, ἀλλʼ ὅπου πρότερον ἦν σῶμα, νῦν οὐκ ἔσται, καὶ οὖ νῦν οὐκ ἔστι, πάλιν ἔσται διὰ τὴν παράλλαξιν τῶν γωνιῶν.
因为如果是直线图形,就会导致在外侧既有地方、也有物体和虚空。 因为在圆周上旋转的直线图形绝不会占据相同的空间,而是由于角的移动,先前有物体的地方现在没有了,而现在没有的地方,之后又会再次拥有。
ὁμοίως δὲ κἂν εἴ τι ἄλλο σχῆμα γένοιτο μὴ ἴσας ἔχον τὰς ἐκ τοῦ μέσου γραμμάς, οἷον φακοειδὲς ἢ ἐοειδές· ἐν ἅπασι γὰρ συμβήσεται καὶ τόπον ἔξω καὶ κενὸν εἶναι τῆς φορὰς διὰ τὸ μὴ τὴν αὐτὴν χώραν κατέχειν τὸ ὅλον.
同样地,如果存在其他任何中心引出的线不相等的图形,例如透镜状或卵形,也会发生同样的情况;因为在所有这些情况中,由于整体不能占据相同的空间,在它们的运动之外就会导致地方和虚空的存在。
ἔτι δʼ εἰ τῶν μὲν κινήσεων τὸ μέτρον ἡ τοῦ οὐρανοῦ φορὰ διὰ τὸ εἶναι μόνη συνεχής καὶ ὁμαλὴς καὶ ἀΐδιος, ἐν ἑκάστῳ δὲ μέτρον τὸ ἐλάχιστον, ἐλαχίστη δὲ κίνησις ἡ ταχίστη, δῆλον ὅτι ταχίστη ἂν εἴη πασῶν τῶν κινήσεων ἡ τοῦ οὐρανοῦ κίνησις.
再者,如果在诸运动中,天体的运行是其衡量尺度(因为唯独它是连续、均匀且永恒的),且在每一个属类中尺度都是最小的,而最小的运动也就是最快的,那么显而易见,天体的运动将是所有运动中最快的。
ἀλλὰ μὴν τῶν ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ ἐλαχίστη ἐστὶν ἡ τοῦ κύκλου γραμμή· κατὰ δὲ τὴν ἐλαχίστην ταχίστη ἡ κίνησις· ὥστʼ εἰ ὁ οὐρανὸς κύκλῳ φέρεται καὶ τάχιστα κινεῖται, σφαιροειδῆ αὐτὸν ἀνάγκη εἶναι.
然而,在从同一点到同一点的线中,圆形线是最小的;而沿着最小线的运动则是最快的;因此,如果天作圆周运动且运动得最快,它就必然是球形的。
λάβοι δʼ ἄν τις καὶ ἐκ τῶν περὶ τὸ μέσον ἱδρυμένων σωμάτων ταύτην τὴν πίστιν.
人们也可以从围绕中心建立的身体中获得这一确信。
εἰ γὰρ τὸ μὲν ὕδωρ ἐστὶ περὶ τὴν γῆν, ὁ δʼ ἀὴρ περὶ τὸ ὕδωρ, τὸ δὲ πῦρ περὶ τὸν ἀέρα, καὶ τὰ ἄνω σώματα κατὰ τὸν αὐτὸν λόγον (συνεχῆ μὲν γὰρ οὐκ ἔστιν, ἅπτεται δὲ τούτων), ἡ δὲ τοῦ. ὕδατος ἐπιφάνεια σφαιροειδής ἐστιν, τὸ δὲ τῷ σφαιροειδεῖ συνεχὲς ἢ κείμενον περὶ τὸ σφαιροειδὲς καὶ αὐτὸ τοιοῦτον ἀναγκαῖον εἶναι· ὥστε κἂν διὰ τούτουφανερὸν εἴη ὅτι σφαιροειδής ἐστιν ὁ οὐρανός.
因为如果水在地球周围,空气在水周围,火在空气周围,并且上方的身体也按同样的比例(因为它们不是连续的,而是与这些相接触),而水的表面是球形的,且与球形体相连续或围绕球形体放置的身体,其自身也必然是如此的;因此,即使通过这一点,天是球形的也显而易见。
ἀλλὰ μὴν ὅτι γε ἡ τοῦ ὕδατος ἐπιφάνεια τοιαύτη, φανερὸν ὑπόθεσιν λαμβάνουσιν ὅπι πέφυκεν ἀεὶ συρρεῖν τὸ ὕδωρ εἰς τὸ κοιλότερον· κοιλότερον δέ ἐστι τὸ τοῦ κέντρου ἐγγύτερον.
然而,水的表面确实是这样的,如果人们设定一个假设,即水在自然本性上总是流向更洼的地方,这一点就是显而易见的;而更洼的地方也就是更接近中心的地方。
ἤχθωσαν οὖν ἐκ τοῦ κέντρου ἡ ΑΒ καὶ ΑΓ, καὶ ἐπεζεύχθω ἐφʼ ἧς ΒΓ. ἡ οὖν ἀχθεῖσα ἐπὶ τὴν βάσιν, ἐφʼ ἧς ΑΔ, ἐλάττων ἐστὶ τῶν ἐκ τοῦ κέντρου· κοιλότερος ἄρα ὁ τόπος.
因此,让我们从中心引出 AB 和 AC,并在其上连接 BC。 那么,引向底边的那条线 AD,小于从中心引出的线;因此该地方更洼。
ὥστε περιρρεύσεται τὸ ὕδωρ, ἕως ἂν ἰσασθῇ.
所以水会流动,直到拉平为止。
ἴση δὲ ταῖς ἐκ τοῦ κέντρου ἡ ΑΕ. ὥστʼ ἀνάγκη πρὸς ταῖς ἐκ τοῦ κέντρου εἶναι τὸ ὕδωρ· τότε γὰρ ἠρεμήσει.
而 AE 与从中心引出的线相等。 所以水必然要在与中心引出的线相等的地方;因为那时它将静止。
ἡ δὲ τῶν ἐκ τοῦ κέντρου ἁπτομένη περιφερής· σφαιροειδὴς ἄρα ἡ τοῦ ὕδατος ἐπιφάνεια, ἐφʼ ἧς ΒΕΓ.' ὅτι μὲν οὖν σφαιροειδής ἐστιν ὁ κόσμος, δῆλον ἐκ τούτων, καὶ ὅτι κατʼ ἀκρίβειαν ἔντορνος οὕτως ὥστε μηθὲν μήτε χειρόκμητον. ἔχειν παραπλησίως μήτʼ ἄλλο μηθὲν τῶν παῤ ἡμῖν ἐν ὀφθαλμοῖς φαινομένων.
而与中心引出的线相接触的线是弯曲的;因此,BEG 的水表面是球形的。 由此可见,宇宙是球形的,这从上述内容中是显而易见的,而且它是如此精确地被旋削,以至于无论是手工艺品,还是我们眼前所见的任何其他东西,都无法与之相比。
ἐξ ὧν γὰρ τὴν σύνθεσιν εἴληφεν, οὐδὲν οὕτω δυνατὸν ὁμαλότητα δέξασθαι καὶ ἀκρίβειαν ὡς ἡ τοῦ πέριξ σώματος φύσις· δῆλον γὰρ ὡς ἀνάλογον ἔχει, καθάπερ ὕδωρ πρὸς γῆν, καὶ τὰ πλεῖον ἀεὶ ἀπέχοντα τῶν στοιχείων.
因为在构成宇宙的材料中,没有任何东西能像包围在外的身体本性那样接受如此的一致性和精确性;因为显而易见,它们处于比例之中:正如水对于地,那些始终离得更远的元素也是如此。

词汇与语法注释

  1. 10τῆς φορᾶς — 属格 τῆς φορᾶς 依附于前置词性副词 ἔξω(在……之外),意为“在运行(旋转运动)之外”。虽然也可以尝试将其视为与 κενὸν(缺少……的)相联系的属格,但考虑到与 τόπον ἔξω(外侧的地方)的平行关系,以及探讨宇宙外侧不存在地方和虚空的语境,将其视为受 ἔξω 支配更为自然。
  2. 10τῶν ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτό — 该短语省略了名词 γραμμῶν(线),意为“在从同一点到同一点的[线]中”。
  3. 287bἐφʼ ἧς ΒΓ — 古希腊几何学文本中的常用定式。阴性单数关系代名词 ἧς(其先行词省略了 γραμμῆς“线”或 ἐπιφανείας“面”)与前置词 ἐπί 连用,表示“标有字母 BC 的线(在其之上的线)”。后文的 ἐφʼ ἧς ΑΔ 和 ἐφʼ ἧς ΒΕΓ 亦同此理。
  4. p.44καθάπερ ὕδωρ πρὸς γῆν, καὶ τὰ πλεῖον ἀεὶ ἀπέχοντα τῶν στοιχείων — 该结构省略了动词 ἔχει(或 ἀνάλογον ἔχει“处于比例关系中”)。应补充理解为:“正如水对于地(有其比例关系)一样,那些始终离得更远的元素也[处于比例关系中]”。

引用这一段

亚里士多德, 论天 §2.4#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg005.humanitext-grc1:2.4%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。