§2.13#3αὕτη οὖν πότερον ἄνω ἢ κάτω, ἢ ποῦ ἐστίν;
那么,这[地球的本性上移动]是向上、向下、还是去往何处?
εἶναι μὲν γάρ τινα ἀναγκαῖον·
因为必然存在某种移动。
εἰ δὲ μηδὲν μᾶλλον κάτω ἢ ἄνω, ὁ δʼ ἄνω ἀὴρ μὴ κωλύει τὴν ἄνω φοράν, οὐδʼ ἄν ὁ ὑπὸ τῇ γῇ κωλύοι τὴν κάτω· τὰ γὰρ αὐτὰ τῶν οὐτῶν ἀναγκαῖον εἶναι αἴτια τοῖς αὐτοῖς.
而如果它向下并不比向上更具有倾向,且上方的空气不阻碍上方的移动,那么地球下方的空气也不会阻碍下方的移动;因为存在之物中相同的事物必然对相同的事情起着相同的原因。
ἔτι δὲ πρὸς Ἐμπεδοκλέα κἂν ἐκεῖνό τις εἴπειεν.
此外,针对恩培多克勒,人们也可以这样说。
ὅτε γὰρ τὰ στοιχεῖα διειστήκει χωρὶς ὑπὸ τοῦ νείκους, τίς αἰτία τῇ γῇ τῆς μονῆς ἦν;
因为当诸元素被“争斗” 分开时,地球保持静止的原因是什么?
οὐ γὰρ δὴ καὶ τότε αἰτιάσεται τὴν δίνην.
因为他当然不能把那时的静止也归因于涡流。
ἄτοπον δὲ καὶ τὸ μὴ συννοεῖν ὅτι πρότερον μὲν διὰ τὴν δίνησιν ἐφέρετο τὰ μόρια τῆς γῆς πρὸς τὸ μέσον· νῦν δὲ διὰ τίνʼ αἰτίαν πάντα τὰ βάρος ἔχοντα φέρεται πρὸς αὐτήν;
而不去意识到这一点也是荒谬的:先前由于涡流,地球的部分被运送到中心;而现在,由于什么原因,所有具有重量的东西都被运向它呢?
οὐ γὰρ ἥ γε δίνη πλησιάζει πρὸς ἡμὰς.
因为涡流至少并没有逼近我们。
ἔτι δὲ καὶ τὸ πῦρ ἄνω φέρεται διὰ τίνʼ αἰτίαν;
此外,火向上方运送又是由于什么原因?
οὐ γὰρ διά γε τὴν δίνην.
因为这绝不是由于涡流。
εἰ δὲ τοῦτο φέρεσθαί που πέφυκεν, δῆλον ὅτι καὶ τὴν γῆν οἰητέον.
如果它(火)具有向某处运送的本性,那么显然也应当对地球作如是观。
ἀλλὰ μὴν οὐδὲ τῆ δίνῃ γε τὸ βαρύ καὶ κοῦφον ὥρισται, ἀλλά τῶν πρότερον ὑπαρχόντων βαρέων καὶ κούφων τὰ μὲν εἰς τὸ μέσον ἔρχεται, τὰ δʼ ἐπιπολάζει διὰ τὴν κίνησιν.
然而,重和轻决不是由涡流定义的,而是在先前就存在的重物和轻物中,一些来到中心,另一些则由于运动而浮在表面。
ἦν ἄρα καὶ πρὶν γενέσθαι τὴν δίνην βαρύ τε καὶ κοῦφον, ἃ τίνι διώριστο καὶ πῶς ἐπεφύκει φέρεσθαι ἢ ποῦ;
因此,在涡流产生之前,就已经存在着重和轻,那么它们是被什么定义的,又本性上如何且去往何处移动呢?
ἀπείρου γὰρ ὄντος ἀδύνατον εἶναι ἄνω ἢ κάτω, διώρισται δὲ τούτοις τὸ βαρὺ καὶ κοῦφον.
因为如果是无限的,就不可能有“上”或“下”,而重和轻正是由这些所定义的。
οἱ μὲν οὖν πλεῖστοι περὶ τὰς αἰτίας ταύτας διατρίβουσιν· εἰσὶ δέ τινες οἳ διὰ τὴν ὁμοιότητά φασιν αὐτὴν μένειν, ὥσπερ τῶν ἀρχαίων Ἀναξίμανδρος·
于是,大多数人都致力于这些原因;但也有些人声称它是由于均匀性而保持静止,如古代人中的阿那克西曼德。
μᾶλλον μὲν γὰρ οὐθὲν ἄνω ἢ κάτω ἢ εἰς τὰ πλάγια φέρεσθαι προσήκειν τὸ ἐπὶ τοῦ μέσου ἱδρυμένον καὶ ὁμοίως πρὸς τὰ ἔσχατα ἔχον· ἄμα δʼ δύνατον εἰς τὸ ἐναυτίον ποιεῖσθαι τὴν κίνησιν· ὥστʼ ἐξ ἀνάγκης μένειν.
因为安设在中心且与各个边缘具有相似关系的东西,并不应该更多地向上、向下或向侧旁运动;同时,向相反方向进行移动也是不可能的;因此,它必然保持静止。
τοῦτο δὲ λέγεται κομψῶς μέν, οὐκ ἀληθῶς δέ·
这话虽然说得巧妙,却非真理。
κατὰ γὰρ τοῦτον τὸν λόγον ἀναγκαῖον ἅπαν, ὅ τι ἂν τεθῇ ἐπὶ τοῦ μέσου, μένειν, ὥστε καὶ τὸ πῦρ ἠρεμήσει· τὸ γὰρ εἰρημένον οὐκ ἴδιόν ἐστι τῆς γῆς.
因为根据这一论点,任何被置于中心的东西都必然保持静止,从而连火也会静止;因为所说的话并非地球所特有。
ἀλλὰ μὴν οὐδʼ ἀναγκαῖον.
而且,这甚至也不是必要的。
οὐ γὰρ μόνον φαίνεται μένουσα ἐπὶ τοῦ μέσου, ἀλλὰ καὶ φερομένη πρὸς τὸ μέσον.
因为地球不仅显现出在中心保持静止,而且还显现出被运向中心。
ὅπου γὰρ ὁτιοῦν φέρεται μόριον αὐτῆς, ἀναγκαῖον ἐνταῦθα φέρεσθαι καὶ τὴν ὅλην· οὖ δὲ φέρεται κατὰ φύσιν, καὶ μένει ἐνταυθοῖ κατὰ φύσιν.
因为其任何一个部分被运往何处,整体也必然被运往该处;而它按本性被运往何处,便也按本性留在该处。
οὐκ ἄρα διὰ τὸ ὁμοίως ἔχειν πρὸς τὰ ἔσχατα· τοῦτο μὲν γὰρ πᾶσι κοινόν, τὸ δὲ φέρεσθαι πρὸς τὸ μέσον ἴδιον τῆς γῆς.
因此,这并非因为与边缘具有相似的关系;因为这是所有人共有的,而运向中心则是地球所特有的。
ἄτοπον δὲ καὶ τοῦτο μὲν ζητεῖν, διὰ τί ποτε μένει ἡ γῆ ἐπὶ τοῦ μέσου, τὸ δὲ πῦρ μὴ ζητεῖν διὰ τί ἐπὶ τοῦ ἐσχάτου.
而探求“地球究竟为何留在中心”,却不探求“火为何留在边缘”,也是荒谬的。
εἰ μὲν γὰρ κἀκείνῳ φύσει τόπος ὁ ἔσχατος, δῆλον ὅτι ἀναγκαῖον εἶναί τινα καὶ τῇ γῇ φύσει τόπον·
因为如果对那一者(火)而言边缘也是其本性上的地方,那么显然地球也必然存在着某种本性上的地方。
εἰ δὲ μὴ τπύτῃ οὗτος ὁ τόπος, ἀλλὰ διὰ τὴν ἀνάγκην μένει τὴν τῆς ὁμοιότητος, ὥσπερ ὁ περὶ τῆς τριχὸς λόγος τῆς ἰσχυρῶς μὲν ὁμοίως δὲ πάντῃ τεινομένης, ὅτι οὐ διαρραγήσεται, καὶ τοῦ πεινῶντος καὶ διψῶντος σφόδρα μὲν ὁμοίως δὲ καὶ τῶν ἐδωδίμων καὶ ποτῶν ἴσον ἀπέχοντος (καὶ γὰρ τοῦτον ἠρεμεῖν ἀναγκαῖον), ζητητέον αὐτοῖς περὶ τῆς τοῦ πυρὸς μονῆς ἐπὶ τῶν ἐσχάτωνθαυμαστὸν δὲ καὶ τὸ περὶ μὲν τῆς μονῆς ζητεῖν, περὶ δὲ τῆς φορᾶς αὐτῶν μὴ ζητεῖν, διὰ τίνʼ αἰτίαν τὸ μὲν ἄνω φέρεται τὸ δʼ ἐπὶ τὸ μέσον μηδενὸς ἐμποδίζοντος.
但如果这(中心)地方并不是它的地方,而是由于均匀性的必然性而保持静止,——就像关于那根被强烈且在各方向均匀拉扯的头发、因而不致断裂的论点,以及关于那个极其饥渴、却与食物和饮料等距的人(因为此人也必然保持静止)的论点一样——他们就必须探求火在边缘的静止。 而仅探求静止,却不探求它们的移动,即在没有任何阻碍的情况下,为什么一者向上运送,而另一者向中心运送,这也是令人惊异的。
ἀλλὰ μὴν οὐδʼ ἀληθές ἐστι τὸ λεγόμενον.
然而,所说的话甚至并非真实。
κατὰ συμβεβηκὸς μέντοι τοῦτʼ ἀληθές, ὡς ἀναγκαῖον μένειν ἐπὶ τοῦ μέσου πᾶν ᾧ μηθὲν μᾶλλον δεῦρο ἢ δεῦρο κινεῖσθαι προσήκει.
不过,在“凡是没有理由偏向朝这一方或那一方运动的东西都必然在中心保持静止”的意义上,这在偶性上是真实的。
ἀλλὰ διά γε τοῦτον τὸν λόγον οὐ μενεῖ ἀλλά κινηθήσεται, οὐ μέντοι ὅλον ἀλλὰ διεσπασμένον.
但仅凭这一论点,它非但不会保持静止,反而会运动,只是不是作为整体,而是分裂地运动。
ὁ γὰρ αὐτὸς ἁρμόσει λόγος καὶ ἐπὶ τοῦ πυρός· ἀνάγκη γὰρ τεθὲν μένειν ὁμοίως ὥσπερ τὴν γῆν· ὁμοίως γὰρ ἕξει πρὸς τῶν σημείων τῶν ἐσχάτων ὁτιοῦν·
因为相同的论点也适用于火;因为一旦被放置,它必然像地球一样保持静止;因为它对于边缘的任何一个点都将具有相似的关系。
ἀλλʼ ὅμως οἰσθήσεται ἀπὸ τοῦ μέσου, ὥσπερ καὶ φαίνεται φερόμενον, ἄν μή τι κωλύῃ, πρὸς τὸ ἔσχατον· πλὴν οὐχ ὅλον πρὸς ἓν σημεῖον (τοῦτο γὰρ ἀναγκαῖον μόνον συμβαίνειν ἐκ τοῦ λόγου τοῦ περὶ τῆς ὁμοιότητος) ἀλλὰ τὸ ἀνάλογον μόριον πρὸς τὸ ἀνάλογον τοῦ ἐσχάτου, λέγω δʼ οἷον τὸ τέταρτον μέρος πρὸς τὸ τέταρτον μέρος τοῦ περιέχοντος· οὐθὲν γὰρ στιγμὴ τῶν σωμάτων ἐστίν.
但尽管如此,正如显现出被运送的那样,如果没有什么阻碍,它会从中心运向边缘;只是并非作为整体运向同一个点(因为这才是关于均匀性的论点中必然产生的唯一结果),而是按比例的部分运向边缘按比例的部分——我的意思是,例如,四分之一的部分运向包围体的四分之一的部分;因为物体中没有一个是点。
ὥσπερ δὲ κἂν ἐκ μεγάλου συνέλθοι πυκνούμενον εἰς ἐλάττω τόπον, οὕτω κἂν ἐξ ἐλάττονος εἰς μείζω μανότερον γιγνόμενον· ὥστε κἂν ἡ γῇ τοῦτον τὸν τρόπον ἐκινεῖτο ἀπὸ τοῦ μέσου διά γε τὸν τῆς ὁμοιότητος λόγον, εἰ μὴ φύσει τῆς γῆς οὗτος τόπος ἦν.
正如它可以因变浓密而从大空间聚集到较小的空间中一样,它也可以因变稀薄而从小空间扩展到较大的空间中;因此,如果这不是地球本性上的地方,那么地球也必然会凭借均匀性的论点,以这种方式从中心运动。
ὅσα μὲν οὖν τυγχάνει περί τε τοῦ σχήματος αὐτῆς ὑπολαμβανόμενα καὶ περὶ τόπου καὶ μονῆς καὶ κινήσεως, σχεδὸν ταῦτʼ ἐστίν.
那么,关于地球的形状、地方、静止和运动所持有的见解,差不多就是这些了。