Humanitext Reader

亚里士多德 · 论天 §2.14#1

地球静止于中心与呈球形的论证

第 40 段,共 62 段 · 希腊语

内容简介

亚里士多德证明了地球静止在宇宙中心,其论据包括地球不可能作圆周运动、恒星的观测结果以及重物垂直下落的事实。他还论证了地球必然呈球形,因为其各部分在本性上都同等地向中心运送并相互挤压。

§2.14#114 Ἡμεῖς δὲ λέγωμεν πρῶτον πότερον ἔχει κίνησιν ἢ μένει·
我们首先来谈谈地球是运动还是静止。
καθάπερ γὰρ εἴπομεν, οἱ μὲν αὐτὴν ἓν τῶν ἄστρων ποιοῦσιν, οἱ δʼ ἐπὶ τοῦ μέσου θέντες ἴλλεσθαι καὶ κινεῖσθαί φασι περὶ τὸν πόλον μέσον.
正如我们所说,有些人将它作为星辰之一,而另一些人将其置于中心,说它绕着中央的轴旋转和运动。
ὅτι δʼ ἐστὶν ἀδύνατον, δῆλον λαβοῦσιν ἀρχὴν ὡς εἴπερ φέρεται εἴτʼ ἐκτὸς οὖσα τοῦ μέσου εἴτʼ ἐπὶ τοῦ μέσου, ἀναγκαῖον αὐτὴν βίᾳ κινεῖσθαι ταύτην τὴν κίνησιν· οὐ γὰρ αὐτῆς γε τῆς γῆς ἐστίν·
但这不可能,如果人们接受这样一个原理:无论地球是在中心之外还是在中心而被运送,它都必须因受强力而进行这种运动,这便是显然的;因为这绝不是地球本身的运动。
καὶ γὰρ ἂν τῶν μορίων ἕκαστον ταύτην εἶχε τὴν φοράν· νῦν δʼ ἐπʼ εὐθείας πάντα φέρεται πρὸς τὸ μέσον.
因为如果那样的话,地球的每个部分也会具有这种移动;但事实上,所有部分都沿直线运向中心。
διόπερ οὐχ οἷόν τʼ ἀΐδιον εἷναι, βίαιόν γʼ οὖσαν καὶ παρὰ φύσιν· ἡ δέ γε τοῦ κόσμου τάξις ἀΐδιος.
因此,这种运动不可能是永恒的,因为它是受强力的且违反本性的;而宇宙的秩序却是永恒的。
ἔτι πάντα τὰ φερόμενα τὴν φορὰν τὴν ἐγκύκλιον ὑπολειπόμενα φαίνεται καὶ κινούμενα πλείους μιᾶς φορᾶς ἔξω τῆς πρώτης σφαίρας, ὥστε καὶ τὴν γῆν ἀναγκαῖον, εἴτε περὶ τὸ μέσον εἴτʼ ἐπὶ τοῦ μέσου κειμένη φέρεται, δύο κινεῖσθαι φοράς.
此外,凡是作圆周运动而被运送的东西,除了第一天球之外,似乎都落后并作多于一种的移动;因此,地球也是如此,无论是绕中心运送还是置于中心而被运送,都必然作两种移动。
τούτου δὲ συμβαίνοντος ἀναγκαῖον γίγνεσθαι παρόδους καὶ τροπὰς τῶν ἐνδεδεμένων ἄστρων.
而如果发生这种情况,固着着的星辰必然会产生视位移和转折。
τοῦτο δʼ οὐ φαίνεται γιγνόμενον, ἀλλʼ ἀεὶ ταὐτὰ κατὰ τοὺς αὐτοὺς ἀνατέλλει τε καὶ δύεται τόπους αὐτῆς.
但这并没有显现出发生;相反,同样的星辰总是在地球的同一些地方升起和落下。
ἔτι δʼ ἡ φορὰ τῶν μορίων καὶ ὅλης αὐτῆς ἡ κατὰ φύσιν ἐπὶ τὸ μέσον τοῦ παντός ἐστιν· διὰ τοῦτο γὰρ καὶ τυγχάνει κειμένη νῦν ἐπὶ τοῦ κέντρου·
此外,地球部分及整体的本性上的移动是向着宇宙中心的;正是由于这个原因,它现在恰好位于中心。
διαπορήσειε δʼ ἄν τις, ἐπεὶ ταὐτὸν ἀμφοτέρων ἐστὶ τὸ μέσον, πρὸς πότερον φέρεται τὰ βάρος ἔχοντα καὶ τὰ μόρια τῆς γῆς κατὰ φύσιν· πότερον τι τοῦ παντός ἐστι μέσον, ἢ διότι τῆς γῆς.
但有人可能会提出疑问,既然两者的中心是同一的,那么具有重量的东西和地球的部分本性上究竟是朝向哪一个运送的:是因为它是宇宙的中心,还是因为中心是地球的中心?
ἀνάγκη δὴ πρὸς τὸ τοῦ παντός· καὶ γὰρ τὰ κοῦφα καὶ τὸ πῦρ εἰς τοὐναντίον φερόμενα τοῖς βάρεσι πρὸς τὸ ἔσχατον φέρεται τοῦ περιέχοντος τόπου τὸ μέσον.
显然是向着宇宙的中心;因为轻物和火朝向与重物相反的方向,运向包围着空间的边缘。
συμβέβηκε δὲ ταὐτὸ μέσον εἶναι τῆς γῆς καὶ τοῦ παντός· φέρεται γὰρ καὶ ἐπὶ τὸ τῆς γῆς μέσον, ἀλλὰ κατὰ συμβεβηκός, ἡ τὸ μέσον ἔχει ἐν τῷ τοῦ παντὸς μέσῳ.
而中心——地球的中心与宇宙的中心恰好是同一的;因为它们也运向地球的中心,但这是偶性上的,即在其中心位于宇宙中心这一限度内。
ὅτι δὲ φέρεται πρὸς τὸ τῆς γῆς μέσον, σημεῖον ὅτι τὰ φερόμενα βάρη ἐπὶ ταύτην οὐ παρʼ ἄλληλα φέρεται ἀλλὰ πρὸς ὁμοίας γωνίας, ὥστε πρὸς ἓν τὸ μέσον φέρεται, καὶ τὸ τῆς γῆς.
而它们运向地球中心,其证据在于,运向地球的重物彼此并不平行运送,而是以相同的角度运送,因此它们是运向同一个中心,即地球的中心。
φανερὸν τοίνυν ὅτι ἀνάγκη ἐπὶ τοῦ μέσου εἶναι τὴν γῆν καὶ ἀκίνητον, διά τε τὰς εἰρημένας αἰτίας, καὶ διότι τὰ βίᾳ ῥιπτούμενα ἄνω βάρη κατὰ στάθμην πάλιν φέρεται εἰς ταὐτό, κἂν εἰς ἄπειρον ἡ δύναμις ἐκριπτῇ.
因此显然,由于上述原因,也因为被强力向上投掷的重物会垂直地重新运回同一地方,即便那力量将它们投掷到无限远处,地球也必然处于中心且是不动的。
ὅτι μὲν οὖν οὔτε κινεῖται οὔτʼ ἐκτὸς κεῖται τοῦ μέσου, φανερὸν ἐκ τούτων· πρὸς δὲ τούτοις δῆλον ἐκ τῶν εἰρημένων τὸ αἴτιον τῆς μονῆς.
由此可见,地球既不运动,也不置于中心之外;此外,它保持静止的原因从前述内容中也是显而易见的。
εἰ γὰρ φύσει πέφυκε φέρεσθαι πάντοθεν πρὸς τὸ μέσον, ὥσπερ φαίνεται, καὶ τὸ πῦρ ἀπὸ τοῦ μέσου πάλιν πρὸς τὸ ἔσχατον, ἀδύνατον ἐνεχθῆναι ὁτιοῦν μόριον αὐτῆς ἀπὸ τοῦ μέσου μὴ βιασθέν·
因为如果正如显现的那样,它按本性从四面八方运向中心,而火则从中心重新运向边缘,那么,地球的任何一部分,若不受到强力,便不可能从中心被运走。
μία γὰρ φορὰ τοῦ ἑνὸς καὶ ἁπλῆ τοῦ ἁπλοῦ, ἀλλʼ οὐχ αἱ ἐναντίαι· ἡ δʼ ἀπὸ τοῦ μέσου τῇ ἐπὶ τὸ μέσον ἐναντία.
因为单一之物、单纯之物的移动是单一而单纯的,而不是相反的移动;而从中心运走的移动与运向中心的移动是相反的。
εἰ τοίνυν ὁτιοῦν μόριον ἀδύνατον ἐνεχθῆναι ἀπὸ τοῦ μέσου, φανερὸν ὅτι καὶ τὴν ὅλην ἔτι ἀδυνατώτερον·
因此,如果任何一部分都无法从中心运走,那么对于整体而言更是如此,这是显然的。
εἰς ὃ γὰρ τὸ μόριον πέφυκε φέρεσθαι, καὶ τὸ ὅλον ἐνταῦθα πέφυκεν· ὅστι’ εἴπερ ἀδύνατον κινηθῆναι μὴ ὑπὸ κρείττονος ἰσχύος, ἀναγκαῖον ἄν εἴη αὐτὴν μένειν ἐπὶ τοῦ μέσου.
因为部分本性上运往的地方,整体本性上也运往该处;因此,既然除非受到更强大的力量,它便无法移动,那么它必然会留在中心。
μαρτυρεῖ δὲ τούτοις καὶ τὰ παρὰ τῶν μαθηματικῶν λεγόμενα περὶ τὴν ἀστρολογίαν· τὰ γὰρ φαινόμενα συμβαίνει μεταβαλλόντων τῶν σχημάτων οἷς ὥρισται τῶν ἄστρων ἡ τάξις, ὡς ἐπὶ τοῦ μέσου κειμένης τῆς γῆς.
而数学家们关于天文学的论说也证实了这一点;因为,当规定星辰排列的各种图形发生变化时,显现的现象是以地球置于中心为前提而相契合的。
περὶ μὲν οὖν τοῦ τόπου καὶ μονῆς καὶ κινήσεως, ὃν τρόπον ἔχει, τοσαῦτα εἰρήσθω περὶ αὐτῆς.
关于地球的地方、静止和运动,以及它们处于何种状态,关于它的论述就说这么多吧。
σχῆμα δʼ ἔχειν σφαιροειδὲς ἀναγκαῖον αὐτήν· ἕκαστον γὰρ τῶν μορίων βάρος ἔχει μέχρι πρὸς τὸ μέσον, καὶ τὸ ἔλαττον ὑπὸ τοῦ μείζονος ὠθούμενον οὐχ οἷόν τε κυμαίνειν, ἀλλὰ συμπιέζεσθαι μᾶλλον καὶ συγχεωρεῖν ἕτερον ἑτέρῳ, ἕως ἂν ἔλθῃ ἐπὶ τὸ μέσον.
而地球必然具有球状的外形;因为它的每个部分直到中心都具有重量,并且较小的部分被较大的部分推动,不可能起伏不定,而是会相互挤压并彼此让步,直到到达中心。
δεῖ δὲ νοῆσαι τὸ λεγόμενον ὥσπερ ἄν εἰ γιγνομένης τὸν τρόπον ὃν καὶ τῶν φυσιολόγων λέγουσί τινες γενέσθαι.
我们必须这样来理解所说的话,即假设地球是以某些自然哲学家所说它产生的那种方式产生着的。
πλὴν ἐκεῖνοι μὲν βίαν αἰτιῶνται τῆς κάτω φορᾶς· βέλτιον δὲ τιθέναι τἀληθές, καὶ φάναι τοῦτο συμβαίνειν διὰ τὸ φύσιν ἔχειν φέρεσθαι τὸ βάρος ἔχον πρὸς τὸ μέσον.
只不过,他们将强力归为向下移动的原因;但更好的做法是设定真理,并且声明这是因为具有重量的东西本性上就运向中心。
ἐν δυνάμει οὖν ὄντος τοῦ μίγματος τὰ διακρινόμενα ἐφέρετο ὁμοίως πάντοθεν πρὸς τὸ μέσον.
因此,当混合物处于潜能状态时,被分离开来的部分从四面八方同样地运向中心。

词汇与语法注释

  1. §2.14#1Ἡμεῖς δὲ λέγωμεν — 虚拟语气(légōmen)表示劝诱或意愿(“让我们来谈谈”)。小词 δὲ 表示从前几章对他人学说的审查过渡到阐述作者本人的见解。
  2. ¦25¦δῆλον λαβοῦσιν ἀρχὴν ὡς — 与格分词 λαβοῦσιν 是依附于无人称形容词 δῆλον 的关系与格(“对于……的人来说是显然的”)。ὡς 引导的从句并非作分词宾语的名词从句,而是与 ἀρχήν(“原理、前提”)同位,用以解释其具体内容。
  3. ¦296b¦ὥστε καὶ τὴν γῆν ἀναγκαῖον... δύο κινεῖσθαι φοράς — 由 ὥστε 引导的对格加不定式结构。对格 τὴν γῆν 作不定式 κινεῖσθαι 的主语,并与无人称形容词 ἀναγκαῖον 连用(“地球必然作两种移动”)。这基于除了最外层天球(第一天球)以外的所有天体都具有多种运动这一天文学前提。
  4. ¦15¦ᾗ τὸ μέσον ἔχει ἐν τῷ τοῦ παντὸς μέσῳ — 关系代词的与格阴性单数形式 ᾗ 在此作副词性使用,意为“在……的限度内”或“因为”。不及物(或反身)使用的动词 ἔχει 意为“处于、位于”,其主语为 τὸ μέσον。
  5. ¦20¦πρὸς ὁμοίας γωνίας — 意为“以等角[即直角]”。表示下落的重物与地球球体表面的切线呈直角相交。由于在表面各点上的几何关系均相同,下落轨迹的延长线必然交于单一个中心,从而提供了几何学上的证明。

引用这一段

亚里士多德, 论天 §2.14#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg005.humanitext-grc1:2.14%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。