§2.13#113 Λοιπὸν δὲ περὶ τῆς γῆς εἰπεῖν, οὖ τε τυγχάνει πειμένη, καὶ πότερον τῶν ἠρεμούντων ἐστὶν ἢ τῶν κινουμένων, καὶ περὶ τοῦ σχήματος αὐτῆς.
13 剩下的则是关于地球的讨论,包括它所处的位置、它是静止的天体之一还是运动的天体之一,以及关于它的形状。
περὶ μὲν οὖν τῆς θέσεως οὐ τὴν αὐτὴν ἄπαντες ἔχουσι δόξαν, ἀλλὰ τῶν πλείστων ἐπὶ τοῦ μέσου κεῖσθαι λεγόντων, ὅσοι τὸν ὅλον οὐρανὸν πεπερασμένον εἶναί φασιν, ἐναντίως οἱ περὶ τὴν Ἰταλίαν, καλούμενοι δὲ Πθυαγόρειοι λέγουσιν·
首先关于它的配置,并非所有人都有相同的意见。 大多数声称整个天穹是有限的人都说它位于中心,而意大利地区的人,即所谓的毕达哥拉斯学派,则持相反的观点。
ἐπὶ μὲν γὰρ τοῦ μέσου πῦρ εἶναί φασι, τὴν δὲ γῆν ἓν τῶν ἄστρων οὖσαν, κύκλῳ φερομένην περὶ τὸ μέσον νύκτα τε καὶ ἡμέραν ποιεῖν.
因为他们声称中心是火,而地球作为星体之一,围绕中心作圆周运动,从而产生了昼夜。
ἔτι δʼ ἐναντίαν ἄλλην ταύτῃ κατασκευάζουσι γῆν, ἣν ἀντίχθονα ὄνομα καλοῦσιν) οὐ πρὸς τὰ φαινόμενα τοὺς λόγους καὶ τὰς αἰτίας ζητοῦντες, ἀλλὰ πρός τινας λόγους καὶ δόξας αὑτῶν τὰ φαινόμενα προσέλκοντες καὶ πειρώμενοι συγκοσμεῖν.
此外,他们还设定了另一个与此相对的地球,称之为“对地球”。 他们不是针对现象来寻求解释和原因,而是强行将现象拉向他们自己的某些解释和观点,并试图使之协调。
πολλοῖς δʼ ἂν καὶ ἑτέροις συνδόξειε μὴ δεῖν τῇ γῇ τὴν τοῦ μέσου χώραν ἀποδιδόναι, τὸ πιστὸν οὐκ ἐκ τῶν φαινομένων ἀθροῦσιν ἀλλὰ μᾶλλον ἐκ τῶν λόγων.
对于其他许多人来说,如果他们不是从现象中,而是更多地从推论中获得确信,可能也会同意不应当把中心的位置分配给地球。
τῷ γὰρ τιμιωτάτῳ οἴονται προσήκειν τὴν τιμιωτάτην ὑπάρχειν χώραν, εἶναι δὲ πῦρ μὲν γῆς τιμιώτερον, τὸ δὲ πέρας τῶν μεταξύ, τὸ δʼ ἔσχατον καὶ τὸ μέσον πέρας·
因为他们认为最尊贵的位置应当属于最尊贵的事物,而火比土更尊贵,边界比中间更尊贵,且极限与中心正是边界。
ὥστʼ ἐκ τούτων ἀναλογιζόμενοι οὐκ οἴονται ἐπὶ τοῦ μέσου κεῖσθαι τῆς σφαίρας αὐτήν, ἀλλὰ μᾶλλον τὸ πῦρ.
因此,从这些进行类推,他们认为位于球体中心的不是地球,而是火。
ἔτι δʼ οἵ γε Πυθαγόρειοι καὶ διὰ τὸ μάλιστα προσήκειν φυλάττεσθαι τὸ κυριώτατον τοῦ παντός· τὸ δὲ μέσον εἶναι τοιοῦτον· ὁ Διὸς φυλακὴν ὀνομάζουσι, τὸ ταύτην ἔχον τὴν χώραν πῦρ, ὥσπερ τὸ μέσον ἀπλῶς λεγόμενον, καὶ τὸ τοῦ μεγέθους μέσον καὶ τοῦ πράγματος ὂν μέσον καὶ τῆς φύσεως.
此外,毕达哥拉斯学派这样做,还因为最主宰宇宙的部分尤其应当受到防卫,而中心正是这样的地方;他们将占据这一位置的火称为“宙斯的守卫所”,仿佛单单被称为“中心”的东西,既是大小的中心,也是事物本身的中心和自然的中心一样。
καίτοι καθάπερ ἐν τοῖς ζῴοις οὐ ταὐτὸν τοῦ ζῴου καὶ τοῦ σώματος μέσον, οὕτως ὑποληπτέον μᾶλλον καὶ περὶ τὸν ὅλον οὐρανόν.
然而,正如在动物中,动物生命的中心与身体的中心并不相同,对于整个天穹也应当作如是观。
διὰ μὲν οὖν ταύτην τὴν αἰτίαν οὐθὲν αὐτοὺς δεῖ θορυβεῖσθαι περὶ τὸ πᾶν, οὐδʼ εἰσάγειν φυλακὴν ἐπὶ τὸ ἐκεῖνο μὲν γὰρ ἀρχὴ τὸ μέσον καὶ τίμιον, τὸ δὲ τοῦ τόπου μέσον ἔοικε τελευτῇ μᾶλλον ἢ ἀρχῇ· τὸ μὲν γὰρ ὁριζόμενον τὸ μέσον, τὸ δʼ ὁρίζον τὸ πέρας.
因此,由于这一原因,他们完全不需要为宇宙整体而感到惊慌,也不需要在中心引入守卫。 因为那个中心才是原理和高贵的,而空间上的中心则更像是一个终点,而非原理。
τιμιώτερον δὲ τὸ περιέχον καὶ τὸ πέρας ἢ τὸ περαινόμενον·
因为中心是被限定的东西,而边界则是进行限定的东西。
τὸ μὲν γὰρ ὕλη τὸ δʼ οὐσία τῆς συστάσεώς ἐστιν.
而包围者和边界比被限定者更尊贵;因为后者是质料,而前者则是组织的实体。
περὶ μὲν οὖν τοῦ τόπου τῆς γῆς ταύτην ἔχουσί τινες τὴν δόξαν, ὁμοίως δὲ καὶ περὶ μονῆς καὶ κινήσεως·
关于地球的位置,有些人持有这样的观点,对于它的静止和运动也是如此。
οὐ γὰρ τὸν αὐτὸν τρόπον ἅπαντες ὑπολαμβάνουσιν, ἀλλʼ ὅσοι μὲν μηδʼ ἐπὶ τοῦ μέσου κεῖσθαί φασιν αὐτήν, κινεῖσθαι κύκλῳ περὶ τὸ μέσον, οὐ μόνον δὲ ταύτην, ἀλλὰ καὶ τὴν ἀντίχθονα, καθάπερ εἴπομεν πρότερον.
因为并非所有人都以同样的方式来理解,而是那些声称地球甚至不位于中心的人,认为它围绕中心作圆周运动,不仅是地球,还有我们之前提到的对地球也是如此。
ἐνίοις δὲ δοκεῖ καὶ πλείω σώματα τοιαῦτα ἐνδέχεσθαι φέρεσθαι περὶ τὸ μέσον ἡμῖν ἄδηλα διὰ τὴν ἐπιπρόσθησιν τῆς γῆς.
另一些人则认为,还可能有更多这样的天体围绕中心运动,由于地球的阻挡,它们对我们来说是隐蔽的。
διὸ καὶ τὰς τῆς σελήνης ἐκλείψεις πλείους ἢ τὰς τοῦ ἡλίου γίγνεσθαί φασιν· τῶν γὰρ φερομένων ἕκαστον ἀντιφράττειν αὐτήν, ἀλλ᾿ οὐ μόνον τὴν γῆν.
因此,他们说月食比日食发生得更频繁;因为每一个运动的天体都会遮挡月球,而不仅仅是地球。
ἐπεὶ γὰρ οὐκ ἔστιν ἡ γῆ κέντρον, ἀλλʼ ἀπέχει τὸ ἡμισφαίριον αὐτῆς ὅλον, οὐθὲν κωλύειν οἴονται τὰ φαινόμενα συμβαίνειν ὁμοίως μὴ κατοικοῦσιν ἡμῖν ἐπὶ τοῦ κέντρου, ὥσπερ κἂν εἰ 〈 μὴ〉 ἐπὶ τοῦ μέσου ἦν ἡ γῇ· οὐθὲν γὰρ οὐδὲ νῦν ποιεῖν ἐπίδηλον τὴν ἡμίσειαν ἀπέχοντας ἡμᾶς διάμετρον.
因为既然地球不是中心,而是偏离了其整个半球的距离,他们认为,即使我们不居住在中心,也没有什么能阻止现象以同样的方式发生,就像地球不在中心一样;因为即使是现在,我们偏离了半个直径的距离,也没有表现出任何明显的差异。
ἔνιοι δὲ καὶ κειμένην ἐπὶ τοῦ κέντρου φασὶν αὐτὴν ἴλλεσθαι καὶ κινεῖσθαι περὶ τὸν διὰ παντὸς τεταμένονπόλον, ὥσπερ ἐν τῷ Τιμαίῳ γέγραπται.
另一些人则说,地球虽然位于中心,但它在围绕贯穿整个宇宙的轴线旋转和运动,正如《蒂迈欧篇》中所写的那样。
παραπλησίως δὲ καὶ περὶ τοῦ σχήματος ἀμφισβητεῖται·
同样地,关于它的形状也存在争议。
τοῖς μὲν γὰρ δοκεῖ εἶναι σφαιροειδής, τοῖς δὲ πλατεῖα καὶ τὸ σχῆμα τυμπανοειδής·
在一些人看来它是球形的,而在另一些人看来它是扁平的,形状像鼓。
ποιοῦνται δὲ τεκμήριον ὅτι δύνων καὶ ἀνατέλλων ἱ ἥλιος εὐθεῖαν καὶ οὐ περιφερῆ τὴν ἀπόκρυψιν φαίνεται ποιούμενος ὑπὸ τῆς γῆς, ὡς δέον, εἴπερ ἦν σφαιροειδής, περινφερῆ γίνεσθαι τὴν ἀποτομήν, οὐ προσλογιζόμενοι τό τε ἀπόστημα τοῦ ἡλίου πρὸς τὴν γῆν καὶ τὸ τῆς περιφερείας μέγεἡμῖν] θος, ὡς ἐν τοῖς φαινομένοις μικροῖς κύκλοις εὐθεῖα φαίνεται πόρρωθεν.
他们以此为证据:当太阳下落和升起时,太阳被地球遮挡所显现的截面是直线而不是圆弧;因为如果它是球形的,切口理应呈圆弧状。 然而他们没有考虑到太阳与地球的距离以及圆周的大小,正如对我们而言显现的微小圆圈从远处看去也显得像直线一样。
διὰ μὲν οὖν ταύτην τὴν φαντασίαν οὐδὲν αύτοὺς ἀπιστεῖν δεῖ μὴ κυκλοτερῆ τὸν ὄγκον εἶναι τῆς γῆς·
因此,由于这种视觉现象,他们完全没有理由不相信地球的体量是球形的。
ἀλλʼ ἔτι προστιθέασι, καὶ φασὶ διὰ τὴν ἠρεμίαν ἀναγκαῖον τὸ σχῆμα τοῦτʼ ἔχειν αὐτήν.
但他们还进一步补充说,为了保持静止,地球必须具有这一形状。
καὶ γὰρ δὴ οἱ περὶ τῆς κινήσεως καὶ τῆς μονῆς εἰρημένοι τρόποι πολλοὶ τυγχάνουσιν.
事实上,关于地球的运动和静止所论述的方式有很多种。
τὸ μὲν οὖν ἀπορῆσαι πᾶσιν ἀναγκαῖον ἐπελθεῖν·
因此,产生这一困惑是每个人都必然会经历的。
τάχα γὰρ ἀλυποτέρας διανοίας τὸ μὴ θαυμάζειν πῶς ποτὲ μικρὸν μὲν μόριον τῆς γῆς, ἄν μετεωρισθὲν ἀφεθῇ, φέρεται καὶ μένειν οὐκ ἔθέλει, καὶ τὸ πλεῖον ἀεὶ θᾶττον, πᾶσον δὲ τὴν γῆν εἴ τις ἀφείη μετεωρίσας, οὐκ ἄν φέροιτο.
因为,如果地球的一小部分被提至空中并释放,它就会下落而无法保持静止,并且越重下落得越快,但如果有人把整个地球提至空中并释放,它却不会下落——如果不对此感到惊异,那大概说明其心智较为迟钝。
νῦν δʼ ἠρεμεῖ τοσοῦτον βάρος.
但现在,如此巨大的重量却保持着静止。
ἀλλὰ μὴν καὶ εἴ τις τῶν φερομένων μορίων αὐτῆς, πρὶν πεσεῖν, ὑφαιροίη τὴν γῆν, οἰσθήσεται κάτω μηθενὸς ἀντερείσαντος.
而且,如果有人在地球的一个下落部分落到地面之前,将地球移开,它仍然会继续下落,没有任何东西能阻挡它。
ὥστε τὸ μὲν ἀπορεῖν εἰκότως ἐγένετο φιλοσόφημα πᾶσιν· τὸ δὲ τὰς περὶ τούτου λύσεις μὴ μᾶλλον ἀτόπους εἶναι δοκεῖν τῆς ἀπορίας θαυμάσειεν ἄν τις.
因此,产生这一困惑自然成为了所有人的哲学思考的主题;但令人惊异的是,对于这一问题的解决方案,似乎并不比困惑本身更加荒谬。