Humanitext Reader

亚里士多德 · 论天 §2.12#2

关于天体运动数与星体数量差异难题的解答

第 36 段,共 62 段 · 希腊语

内容简介

通过与人类实现健康等活动的步骤进行类比,阐明了第一天球、行星和地球运动次数差异的合理性。并从自然的平衡秩序与嵌套多重天球的力学限制出发,解释了为何恒星天球拥有无数星体而行星天球各仅有一颗星。

§2.12#2διὸ δεῖ νομίζειν καὶ τὴν τῶν ἄστρων πρᾶξιν εἶναι τοιαύτην οἵα περ ἡ τῶν ζῴων καὶ φυτῶν·
因此,我们必须认为,星体的活动也与动植物的活动类似。
καὶ γὰρ ἐνταῦθα αἱ τοῦ ἀνθρώπου πλεῖσται πράξεις (πολλῶν γὰρ τῶν εὖ δόναται τυχεῖν, ὥστε πολλὰ πράττειν, καὶ ἄλλων ἕνεκα· τῷ δʼ ὡς ἄριστα ἔχοντι οὐθὲν δεῖ πράξεως· ἔστι γὰρ αὐτὸ τὸ οὖ ἕνεκα, ἡ δὲ πρᾶξις ἀεί ἐστιν ἐν δυσίν, ὅταν καὶ οὖ ἕνεκα ᾖ καὶ τὸ τούτου ἕνεκα)·
因为在此地,人类的行动是最多的(因为人类能获得许多善,因而能进行许多行动,且是为了其他目的;而对于处于最完美状态者而言,则完全不需要行动;因为处于最完美状态者自身即是目的,而行动总是存在于两者之间,即同时存在着目的和为了这一目的而设的步骤)。
τῶν δʼ ἄλλων ζῴων ἐλάττους, τῶν δὲ φυτῶν μικρά τις καὶ μία ἴσως· ἢ γὰρ ἕν τί ἐστιν οὖ τύχοι ἄν, ὥσπερ καὶ ἄνθρωπος, ἢ καὶ τὰ πολλὰ πάντα πρὸ ὁδοῦ ἐστὶ πρὸς τὸ ἄριστον.
但是其他动物的行动较少,植物的行动则是微小且可能只有单一的一种;因为植物要么只能获得某一种善(正如人类也能获得一样),要么它们所做的许多事情全都是通往最完美状态的辅助路径。
τὸ μὲν οὖν ἔχει καὶ μετέχει τοῦ ἀρίστου, τὸ δʼ ἀφικνεῖται ἐγγὺς διʼ ὀλίγων, τὸ δὲ διὰ πολλῶν, τὸ δʼ οὐδʼ ἐγχειρεῖ, ἀλλʼ ἱκανὸν εἰς τὸ ἐγγύς τοῦ ἐσχάτου ἐλθεῖν (οἷον εἰ ὑγίεια τέλος, τὸ μὲν δὴ ἀεὶ ὑγιαίνει, τὸ δʼ ἰσχνανθέν, τὸ δὲ δραμὸν καὶ ἰσχνανθέν, τὸ δὲ καὶ ἄλλο τι πρᾶξαν τοῦ δραμεῖν ἕνεκα, ὥστε πλείους αἱ κινήσεις, ἕτερον δʼ ἀδυνατεῖ πρὸς τὸ ὑγιᾶναι ἐλθεῖν, ἀλλὰ πρὸς τὸ δραμεῖν μόνον ἢ ἰσχνανθῆναι)·
因此,有者拥有并分享着最完美状态,有者通过少数步骤接近它,有者通过多数步骤接近,有者甚至不作尝试,而只要能接近最极限(最完美状态)便已足够(例如,若健康是目的,有者确实始终健康,有者通过变瘦而获得健康,有者通过跑步和变瘦获得健康,有者则为了跑步还做其他事情,因此其运动较多,而另一个则无法达到健康,只能达到跑步或变瘦)。
καὶ τούτων θάτερον τέλος αὐτοῖς.
对于后者而言,这两者之一即是其目的。
μάλίστα μὲν γὰρ ἐκείνου τυχεῖν ἄριστον πᾶσι τοῦ τέλους· εἰ δὲ μή, ἀεὶ ἄμεινόν ἐστιν ὅσῳ ἂν ἐγγύτερον ᾖ τοῦ ἀρίστου.
因为对所有事物来说,获得那个最终目的是最好的;但若不然,只要越接近最完美状态,就总是越好。
καὶ διὰ τοῦτο ἡ μὲν γῆ ὅλως οὐ κινεῖται, τὰ δʼ ἐγγὺς ὀλίγας κινήσεις· οὐ γὰρ ἀφικνεῖται πρὸς τὸ ἔσχατον, ἀλλὰ μέχρι ὅτου δύναται τυχεῖν τῆς θειοτάτης ἀρχῆς.
正因如此,地球完全不运动,而靠近它的天体则进行少数的运动;因为它们无法达到极限,而只能达到其能够获得最神圣原理的限度。
ὁ δὲ πρῶτος οὐρανὸς εὐθύς τυγχάνει διὰ μιᾶς κινήσεως.
而最初的天空通过单一的运动便能直接获得它。
τὰ δʼ ἐν τῷ μέσῳ τοῦ πρώτου καὶ τῶν ἐσχάτων ἀφικινεῖται μέν, διὰ πλειόνων δʼ ἀφικνεῖται κινήσεων.
但处于最初者与最末者中间的天体虽然能够到达,却是通过较多的运动而到达。
περὶ δὲ τῆς ἀπορίας ὅτι κατὰ μὲν τὴν πρώτην μίαν οὖσαν φορὰν πολὺ πλῆθος συνέστηκεν ἄστρων, τῶν δʼ ἄλλων χωρὶς ἕκαστον εἴληφεν ἰδίας κινήσεις, διʼ ἓν μὲν ἄν τις πρῶτον εὐλόγως οἰηθείη τοῦθʼ ὑπάρχειν·
关于那个困惑,即为什么在最初的、单一的运行中汇聚了极多数量的星体,而其他天体则各自独立获得了其特有的运动,首先,人们可以合理地认为这是由于一个原因而存在的。
νοῆσαι γὰρ δεῖ τῆς ζωῆς καὶ τῆς ἀρχῆς ἑκάστης πολλὴν ὑπεροχὴν εἶναι τῆς πρώτης πρὸς τὰς ἄλλας, εἴη δʼ ἂν ἥδε συμβαίνουσα κατὰ λόγον·
因为我们必须设想,最初者的生命与原理相比于其他天体具有极大的超越性,而这应当是合乎理性地发生的。
ἡ μὲν γὰρ πρώτη μία οὖσα πολλὰ κινεῖ τῶν σωμάτων τῶν θείων, αἱ δὲ πολλαὶ οὖσαι ἓν μόνον ἑκάστη· τῶν γὰρ πλανωμένων ἓν ὁτιοῦν πλείους φέρεται φοράς.
因为最初运行的天体虽是单一的,却推动了许多神圣的物体,而其他多数的天体,每一个单一的运行只推动一个物体;因为任何一个行星都是通过较多的运行而被携带的。
ταύτῃ τε οὖν ἀνισάζει ἡ φύσις καὶ ποιεῖ τινὰ τάξιν, τῇ μὲν μιᾷ φορῷ πολλὰ ἀποδοῦσα σώματα, τῷ δʼ ἑνὶ σώματι πολλὰς φοράς·
因此,自然在此恢复了平衡并创造了某种秩序:将许多物体赋予单一的运行,同时将许多运行赋予单一的物体。
καὶ ἔτι διὰ τόδε ἓν ἔχουσι σῶμα αἱ ἄλλαι φοραί, ὅτι πολλὰ σώματα κινοῦσιν αἱ πρὸ τῆς τελευταίας καὶ τῆς ἓν ἄστρον ἐχούσης·
此外,其他运行仅拥有一个物体,还由于以下原因:在最末一个以及仅拥有一颗星体的运行之前的那些运行推动了许多物体。
ἐν πολλαῖς γὰρ σφαίραις ἡ τελευταία σφαῖρα ἐνδεδεμένη φέρεται, ἑκάστη δὲ σφαῖρα σῶμά τι τυγχάνει ὄν.
因为最末的球体是在许多球体中被绑定而运行的,而每一个球体恰好是一个物体。
ἐκείνης ἄν οὖν κοινὸν εἴη τὸ ἔργον· αὐτῇ μὲν γὰρ ἑκάστῃ ἡ ἴδιος φύσει φορά, αὕτη δὲ οἷον πρόσκειται, παντὸς δὲ πεπερασμένου σώματος πρὸς πεπερασμένον ἡ δύναμίς ἐστιν.
因此,那一球体的工作将是与它共有的;因为对每一个球体自身而言,都存在着其自然特有的运行,而最末的球体就像是被额外附加上去的,且任何有限物体的力量都是针对有限物体的。
ἀλλὰ περὶ μὲν τῶν τὴν ἐγκύκλιον φερομένων κίνησιν ἄστρων εἴρηται ποῖʼ ἄττα κατά τε τὴν οὐσίαν ἐστὶ καὶ κατὰ τὸ σχῆμα, παὶ περὶ τῆς φορᾶς καὶ τῆς τάξεως αὐτῶν.
不过,关于进行圆周运动的星体,我们已经说明了它们在本质上和形状上是怎样的,以及关于它们的运行和秩序。

词汇与语法注释

  1. 292bἐνταῦθα — 意为“在此处”或“在尘世/地上”的副词。此处标志着从精妙的天界讨论转向我们身边可见的事物(人类、动植物)的类比。也可以理解为“在这些(生物)之中”,但天界与地上(月下界)的宇宙论对比更为自然。
  2. 292bτῷ δʼ ὡς ἄριστα ἔχοντι — 带有所属分词的与格短语,作非人称动词 δεῖ(需要)的与格补足语。在宇宙论上,指代第一天球或“不动的第一推动者”(最高善),其完全自足,因而在语法上被规定为不需要任何“行动”(πρᾶξις)或多重运动的绝对状态。
  3. 292bπρὸ ὁδοῦ — 使用前置词短语的惯用表达。字面意思是“在道路之前”,此处用作表语(或副词性用法),意为“有益的”、“有助成效的”或“通往目的之路上”。表示植物为了最完美状态(生存与生长)所做的有限活动,全部都对该目的起到了直接且实质性的帮助作用。
  4. 293aἐκείνης ἄν οὖν κοινὸν εἴη τὸ ἔργον — 属格代词 `ἐκείνης` 在文脉上指代包围着最末一个(带有单颗星体)天球的“外侧天球(或那些天球)”。在有限力量(δύναμις)的相互作用下,说明了外侧球体的旋转运动传递到最末球体上、并作为共同的工作被分担的物理学机制。

引用这一段

亚里士多德, 论天 §2.12#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg005.humanitext-grc1:2.12%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。