Humanitext Reader

亚里士多德 · 论天 §2.12#1

关于天体运动数目与星体数量的两个难题

第 35 段,共 62 段 · 希腊语

内容简介

亚里士多德提出了两个天文学难题(为什么靠近第一天体的太阳和月亮不比中间的行星进行更多的运动,以及为什么第一天体拥有无数星体而其他天体只有一个),并建议通过将天体视为参与活动与生命的生命体来解决这些困难。

§2.12#112 Δυοῖν δʼ ἀπορίαιν οὔσαιν, περὶ ὧν εἰκότως ἂν ὁστισοῦν ἀπορήσειε, πειρατέον λέγειν τὸ φαινόμενον, αἰδοῦς ἀξίαν εἶναι νομίζοντας τὴν προθυμίαν μᾶλλον ἢ θράσους, εἴ τις διὰ τὸ φιλοσοφίας διψῆν καὶ μικρὰς εὐπορίας ἀγαπᾷ περὶ ὧν τὰς μεγίστας ἔχομεν ἀπορίας.
12 既然存在两个任何人都会合理地感到困惑的难题,我们必须尝试说明显现出的现象。 我们应当认为,如果有人出于对智慧的渴望,对于我们抱有最大疑问的事物,即使获得微小的解答也感到满足,那么这种热忱应被视为出于敬畏而非出于狂妄。
ἔστι δὲ πολλῶν ὄντων τοιούτων οὐχ ἥκιστα θαυμαστόν, διὰ τίνα ποτʼ αἰτίαν οὐκ ἀεὶ τὰ πλεῖον ἀπέχοντα τῆς πρώτης φορὰς κινεῖται πλείους κινήσεις, ἀλλά τὰ μεταξύ πλείστας.
在许多诸如此类的惊奇之事中,以下这一点绝非最不令人惊讶:究竟由于什么原因,那些距离最初运行较远的天体并不总是进行更多的运动,反而是处于中间的天体进行最多次的运动?
εὔλογον γὰρ ἂν δόξειεν εἶναι τοῦ πρώτου σώματος μίαν κινουμένου φορὰν τὸ πλησιαίτατον ἐλαχίστας κινεῖσθαι κινήσεις, οἷον δύο, τὸ δʼ ἐχόμενον τρεῖς ἤ τινα ἄλλην τοιαύτην τάξιν.
因为,如果最初的物体进行单一的运行,最接近它的天体进行最少次数的运动(例如两次),而紧接着的天体进行三次,或以其他类似的顺序进行,这似乎是合乎理性的。
νῦν δὲ συμβαίνει τοὐναντίον· ἐλάττους γὰρ ἥλιος καὶ σελήνη κινοῦνται κινήσεις ἢ τῶν πλανωμένων ἄστρων ἔνια· καίτοι πορρώτερον τοῦ μέσου καὶ πλησιαίτερον τοῦ πρώτου σώματός εἰσιν οὐτῶν.
但现在情况恰恰相反:因为太阳和月亮比某些行星进行更少次数的运动,尽管它们比那些行星距离中心更远,且更接近最初的物体。
δῆλον δὲ τοῦτο περὶ ἐνίων καὶ τῇ ὄψει γέγονεν·
关于某些星体,这一点通过视觉也是显而易见。
τὴν γὰρ σελήνην ἑωράκαμεν διχότομον μὲν οὖσαν, ὑπελθοῦσαν δὲ τὸν ἀστέρα τὸν Ἄρεος, καὶ ἀποκρυφθέντα μὲν κατὰ τὸ μέλαν αὐτῆς, ἐξελθόντα δὲ κατὰ τὸ φανὸν καὶ λαμπρόν.
因为我们曾看到月亮在半月时运行到火星下方,火星被它的阴暗部分所遮蔽,然后从其明亮发光的部分显现出来。
ὁμοίως δὲ καὶ περὶ τοὺς ἄλλους ἀστέρας λέγουσιν οἱ πάλαι τετηρηκότες ἐκ πλείστων ἐτῶν Αἰγύπτιοι καὶ Βαβυλώνιοι, παρʼ ὧν πολλὰς πίστεις ἔχομεν περὶ ἑκάστου τῶν ἄστρων, τοῦτό τε δὴ δικαίως ἀπορήσειεν ἄν τις, καὶ διὰ τίνα ποτʼ αἰτίαν ἐν μέν τῇ πρώτῃ φορᾷ τοσοῦτόν ἐστιν ἄστρων πλῆθος ὥστε τῶν ἀναριθμήτων εἶναι δοκεῖν τὴν πᾶσαν τάξιν, τῶν δʼ ἄλλων ἓν χωρὶς ἕκαστον, δύο δʼ ἢ πλείω οὐ φαίνεται ἐν τῇ αὐτῇ ἐνδεδεμένα φορῷ.
同样,长期以来一直进行观测的古埃及人和巴比伦人,也对其他星体作了类似的叙述,我们从他们那里获得了关于每个星体的许多证据。 因此,人们固然可以合理地对此感到困惑,同样,究竟由于什么原因,在最初的运行(天体)中,星体的数量如此之多,以至于整个系统看起来无法计数,而在其他运行中,每一个都各自独立为一个,并没有看到两个或更多星体绑定在同一个运行中?
περὶ δὴ τούτων ζητεῖν μὲν καλῶς ἔχει καὶ τὴν ἐπὶ πλεῖον σύνεσιν, καίπερ μικρὰς ἔχοντας ἀφορμὰς καὶ τοσαύτην ἀπόστασιν ἀπέχοντας τῶν περὶ αὐτὰ συμβαινόντων·
关于这些问题,寻求更多的理解是件好事,尽管我们只有微少的依据,并且距离围绕它们发生的事情如此遥远。
ὅμως δʼ ἐκ τῶν τοιούτων θεωροῦσιν οὐδὲν ἄλογον ἄν δόξειεν εἶναι τὸ νῦν ἀπορούμενον.
然而,对于从这些基础出发进行考察的人来说,现在所困惑的问题似乎就没有任何不合理之处了。
ἀλλʼ ἡμεῖς ὡς περὶ σωμάτων αὐτῶν μόνον, καὶ μονάδων τάξιν μὲν ἐχόντων, ἀψύχων δὲ πάμπαν, διανοούμεθα·
但是,我们目前对它们的思考,就好像它们只是物体和具有一定顺序的单位,却完全没有生命(无魂)。
δεῖ δʼ ὡς μετεχόντων ὑπολαμβάνειν πράξεως καὶ ζωῆς·
然而,我们应该把它们设想为分享着行动与生命之物。
οὕτω γὰρ οὐθὲν δόξει παράλογον εἶναι τὸ συμβαῖνον.
因为这样一来,所发生的事情就不会显得有任何不合理。
ἔοικε γὰρ τῷ μὲν ἄριστα ἔχοντι ὑπάρχειν τὸ εὖ ἄνευ πράξεως, τῷ δʼ ἐγγύτατα διὰ ὀλίγης καὶ μιᾶς, τοῖς δὲ πορρωτέρω διὰ πλειόνων, ὥσπερ ἐπὶ σώματος τὸ μὲν οὐδὲ γυμναζόμενον εὖ ἔχει, τὸ δὲ μικρὰ περιπατῆσαν, τῷ δὲ καὶ δρόμου δεῖ καὶ πάλης καὶ κονίσεως, πάλιν δʼ ἑτέρῳ οὐδʼ ὁποσαοῦν πονοῦντιτοῦτό γʼ ἂν ἔτι ὑπάρξαι τἀγαθόν, ἀλλʼ ἕτερόν τι.
因为,对于处于最完美状态者而言,无需行动即享有善;而对于最接近者而言,通过极少乃至单一的行动即可享有;对于较远者而言,则需通过较多的行动。 这就像身体一样,有的身体甚至不用锻炼就能保持良好状态,有的则只需稍作散步,而有的则需要跑步、摔跤和涂沙(剧烈锻炼),而对另一个身体来说,无论付出多少劳苦,这种善(最完美状态)都不再能属于它,而只能是别的什么。
ἔστι δὲ τὸ κατορθοῦν χαλεπὸν ἢ τὸ πολλὰ ἢ τὸ πολλάκις, οἷον μυρίους ἀστραγάλους Κῴους βαλεῖν ἀμήχανον, ἀλλʼ ἕνα ἢ δύο ῥᾷον. καὶ πάλιν ὅταν τοδὶ μὲν δέῃ τοῦδʼ ἕνεκα ποιῆσαι, τοῦτο δʼ ἄλλου καὶ τοῦτο ἑτέρου, ἐν μὲν ἑνὶ ἢ δυσὶ ῥᾴδιον ἐπιτυχεῖν, ὅσῳ δʼ ἂν διὰ πλειόνων, χαλεπώτερον.
此外,当需要许多步骤或许多次数时,要取得成功是困难的。 例如,要投掷出一万个“科斯骰子”(皆为最高点)是不可能的,但投掷出一个或两个就比较容易。 再者,当为了实现这个而必须做那个,又为了那个而必须做另一个,以此类推时,若只需一两个步骤,则容易成功;而需要经历的步骤越多,就越困难。

词汇与语法注释

  1. 291b24Δυοῖν δʼ ἀπορίαιν οὔσαιν — 表示让步或引入性背景情况的属格独立结构。
  2. 291b24αἰδοῦς ἀξίαν εἶναι νομίζοντας τὴν προθυμίαν μᾶλλον ἢ θράσους — 分词 νομίζοντας 为宾格复数,与无人称形容词 πειρατέον [ἐστί] 的未表达主语(“我们”)一致,并支配不定式 εἶναι。αἰδοῦς 与 θράσους 是依附于形容词 ἀξίαν 的属格。
  3. 292a1καίτοι πορρώτερον τοῦ μέσου καὶ πλησιαίτερον τοῦ πρώτου σώματός εἰσιν αὐτῶν — 属格代词 αὐτῶν 作为比较属格,依赖于比较级形容词 πορρώτερον(更远)和 πλησιαίτερον(更近),指代前文的 τῶν πλανωμένων ἄστρων ἔνια(某些行星)。
  4. 292a3τὴν γὰρ σελήνην ἑωράκαμεν διχότομον μὲν οὖσαν, ὑπελθοῦσαν δὲ τὸν ἀστέρα τὸν Ἄρεος — 在感官动词 ἑωράκαμεν(我们看见)之后,直接宾语 τὴν σελήνην 伴有补充性分词 οὖσαν 和 ὑπελθοῦσαν。随后的分词 ἀποκρυφθέντα 和 ἐξελθόντα (292a4-5) 为单数宾格,与 τὸν ἀστέρα τὸν Ἄρεος(火星)一致。
  5. 292a22ἔοικε γὰρ τῷ μὲν ἄριστα ἔχοντι ὑπάρχειν τὸ εὖ ἄνευ πράξεως — 动词 ἔοικε 作为无人称动词(“似乎”)使用,支配不定式 ὑπάρχειν。τῷ μὲν ἄριστα ἔχοντι 是与 ὑπάρχειν 连用的专属与格,而 τὸ εὖ 是该不定式的逻辑主语。

引用这一段

亚里士多德, 论天 §2.12#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg005.humanitext-grc1:2.12%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。